137
θωπείᾳ μετιὼν ἡμέρᾳ ἑκάστῃ ἐξενεγκεῖν εἰς αὐτὸν ἔπεισεν ὅσα αὐτοῖς ὁ Γελίμερ ὑποσχόμενος εἴη, ἐφ' 4.1.10 ᾧ ἐν τῇ ξυμβολῇ κακοὶ γένωνται. ἔφασκον δὲ οἱ βάρβαροι οὗτοι οὐδεμίαν σφίσι προθυμίαν ἐς τὸ μάχεσθαι εἶναι· δεδιέναι γὰρ μὴ Βανδίλων ἡσσημένων οὐκ ἀποπέμψονται Ῥωμαῖοι σφᾶς ἐς τὰ πάτρια ἤθη, ἀλλ' αὐτοῦ ἀναγκάζοιντο ἐν Λιβύῃ γηράσκοντες θνήσκειν· καὶ μὴν καὶ περὶ τῇ λείᾳ, μὴ ἀφαιρεθῶσιν αὐτὴν, ἐν 4.1.11 φροντίδι εἶναι. τότε δὴ οὖν αὐτοῖς Βελισάριος πιστὰ ἔδωκεν ὡς, ἢν κατὰ κράτος Βανδίλοι ἡσσηθεῖεν, αὐτίκα δὴ μάλα ἐς τὰ οἰκεῖα ξὺν πᾶσι λαφύροις σταλήσονται, οὕτω τε αὐτοὺς ὅρκοις καταλαμβάνει ἦ μὴν πάσῃ προθυμίᾳ ξυνδιενεγκεῖν σφίσι τὸν πόλεμον. 4.1.12 Ἐπειδή τε ἅπαντά οἱ ὡς ἄριστα παρεσκεύαστο καὶ ὁ περίβολος ἤδη ἀπείργαστο, ξυγκαλέσας ἅπαν τὸ 4.1.13 στράτευμα ἔλεξε τοιάδε «Παραίνεσιν μὲν, ἄνδρες Ῥω»μαῖοι, οὐκ οἶδα ὅτι δεῖ ποιεῖσθαι πρὸς ὑμᾶς, οἵ γε «οὕτω τοὺς πολεμίους ἔναγχος νενικήκατε ὥστε Καρ»χηδών τε ἥδε καὶ Λιβύη ξύμπασα κτῆμα τῆς ὑμε»τέρας ἀρετῆς ἐστι, καὶ δι' αὐτὸ ξυμβουλῆς οὐδεμιᾶς «ὑμῖν ἐς εὐτολμίαν ὁρμώσης δεήσει. τῶν γὰρ νενικη»κότων ἥκιστα ἐλασσοῦσθαι φιλοῦσιν αἱ γνῶμαι. 4.1.14 «ἐκεῖνο δὲ μόνον ὑπομνῆσαι ὑμᾶς οὐκ ἄπο καιροῦ «οἴομαι εἶναι, ὡς, ἢν ὁμοίως ὑμῖν αὐτοῖς ἐν τῷ πα»ρόντι ἀνδραγαθίζοισθε, αὐτίκα δὴ μάλα τὸ πέρας «ἕξει τοῖς μὲν Βανδίλοις τὰ τῆς ἐλπίδος, ὑμῖν δὲ ἡ 4.1.15 «μάχη. ὥστε ὑμᾶς ὡς προθυμότατα εἰκὸς ἐς ξυμβο»λὴν τήνδε καθίστασθαι. ἡδὺς γὰρ ἀεὶ τοῖς ἀνθρώ»ποις ἀπολήγων τε καὶ εἰς καταστροφὴν βαδίζων ὁ «πόνος. τὸν μὲν οὖν τῶν Βανδίλων ὅμιλον ὑμῶν 4.1.16 «διαλογιζέσθω μηδείς. οὐ γὰρ ἀνθρώπων πλήθει οὐδὲ «σωμάτων μέτρῳ, ἀλλὰ ψυχῶν ἀρετῇ φιλεῖ ὁ πόλεμος «διακρίνεσθαι. εἰσίτω δὲ ὑμᾶς τὸ πάντων ἰσχυρότα»τον τῶν ἐν ἀνθρώποις, ἡ ἐπὶ τοῖς πρασσομένοις 4.1.17 «αἰδώς. αἰσχύνη γὰρ τοῖς γε νοῦν ἔχουσι τὸ σφῶν «αὐτῶν ἡσσᾶσθαι καὶ τῆς οἰκείας ἀρετῆς ἐλάσσους «ὀφθῆναι. τοὺς γὰρ πολεμίους εὖ οἶδα ὅτι ὀρρωδία «τε καὶ κακῶν μνήμη περιλαβοῦσαι ἀναγκάζουσι κα»κίους γενέσθαι, ἡ μὲν τοῖς φθάσασι δεδιττομένη, ἡ 4.1.18 «δὲ ἀνασοβοῦσα τὴν τοῦ κατορθώσειν ἐλπίδα. τύχη 4.1.18 «γὰρ εὐθὺς μοχθηρὰ ὀφθεῖσα δουλοῖ τῶν αὐτῇ περι»πεπτωκότων τὸ φρόνημα. ὡς δὲ νῦν ἡμῖν ἢ πρό4.1.19 «τερον ὑπὲρ μειζόνων ὁ ἀγών ἐστιν ἐγὼ δηλώσω. ἐν «μὲν γὰρ τῇ προτέρᾳ μάχῃ τῶν πραγμάτων ἡμῖν οὐκ «εὖ προϊόντων ἐν τῷ μὴ τὴν ἀλλοτρίαν λαβεῖν ὁ κίν»δυνος ἦν, νῦν δὲ, ἢν μὴ τῶν ἀγώνων κρατήσωμεν, 4.1.20 «τὴν ἡμετέραν ἀποβαλοῦμεν. ὅσῳ τοίνυν τὸ κεκτῆ»σθαι μηδὲν τοῦ τῶν ὑπαρχόντων ἐστερῆσθαι κουφό»τερον, τοσούτῳ νῦν μᾶλλον ἢ πρότερον ἐν τοῖς 4.1.21 «ἀναγκαιοτάτοις ὁ φόβος. καίτοι πρότερον τῶν πεζῶν «ἡμῖν ἀπολελειμμένων τὴν νίκην ἀνελέσθαι τετύχηκε, «νῦν δὲ ἵλεῴ τε τῷ θεῷ καὶ τῷ παντὶ στρατῷ ἐς τὴν «ξυμβολὴν καθιστάμενος κρατήσειν τοῦ στρατοπέδου 4.1.22 «τῶν πολεμίων αὐτοῖς ἀνδράσιν ἐλπίδα ἔχω. πρόχειρον «οὖν ἔχοντες τὸ τοῦ πολέμου πέρας μή τινι ὀλιγωρίᾳ «ἐς ἄλλον αὐτὸ ἀπόθησθε χρόνον, μὴ παραδραμόντα 4.1.23 «τὸν καιρὸν ἐπιζητεῖν ἀναγκάζησθε. ἀναβαλλομένη «γὰρ ἡ τοῦ πολέμου τύχη οὐχ ὁμοίως τοῖς καθεστῶσι «χωρεῖν πέφυκεν, ἄλλως τε ἢν καὶ γνώμῃ τῶν αὐτὸν 4.1.24 «διαφερόντων μηκύνηται. τοῖς γὰρ τὴν ὑπάρχουσαν «εὐημερίαν προϊεμένοις τὸ δαιμόνιον ἀεὶ νεμεσᾶν εἴω»θεν. εἰ δέ τις ἐννοεῖ τοὺς πολεμίους, παῖδάς τε καὶ «γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς ἡμετέραις ὁρῶν»τας χερσὶ, τολμήσειν μὲν παρὰ γνώμην, κινδυνεύσειν «δὲ παρὰ τὴν ὑπάρχουσαν αὐτοῖς δύναμιν, οὐκ ὀρθῶς 4.1.25 «οἴεται. θυμὸς γὰρ ὑπεράγαν ἐν ταῖς ψυχαῖς ὑπὲρ «τῶν τιμιωτάτων φυόμενος τήν τε οὖσαν ἰσχὺν «καθαιρεῖν εἴωθε καὶ τοῖς καθεστῶσιν οὐκ ἐᾷ χρῆ»σθαι· ἃ δὴ πάντα λογιζομένους ὑμᾶς πολλῷ τῷ κατα»φρονήματι ἐπὶ τοὺς πολεμίους ἰέναι προσήκει.» 4.2.1 Τοσαῦτα Βελισάριος παρακελευσάμενος ἱππέας μὲν ἅπαντας, πλὴν πεντακοσίων, ἡμέρᾳ τῇ αὐτῇ ἔστειλε, τούς τε ὑπασπιστὰς καὶ τὸ σημεῖον, ὃ δὴ βάνδον καλοῦσι Ῥωμαῖοι, Ἰωάννῃ ἐπιτρέψας τῷ Ἀρμενίῳ