225
ἐπενόει 5.28.3 ἐπὶ τοὺς πολεμίους. ἐπεὶ δὲ κακιζόμενος πρός τε τοῦ στρατοῦ καὶ Ῥωμαίων τῶν ἄλλων ἀπεῖπε, παντὶ μὲν τῷ στρατῷ μάχεσθαι ἤθελε, τὴν δὲ ξυμβολὴν ἐξ ἐπι5.28.4 δρομῆς οὐδέν τι ἧσσον ποιήσασθαι. πολλάκις τε ἀπε5.28.4 κρούσθη ἐς τοῦτο ὁρμήσας, καὶ τὴν ἔφοδον ἐς τὴν ὑστεραίαν ἀποθέσθαι ἠνάγκαστο, ἐπεὶ προγνόντας τὰ ἐσόμενα πρὸς τῶν αὐτομόλων τοὺς πολεμίους ἐν παρα5.28.5 σκευῇ παρὰ δόξαν εὗρε. διὸ δὴ καὶ ἐκ τοῦ ἐμφανοῦς διαμαχήσασθαι τὸ λοιπὸν ἤθελε, καὶ οἱ βάρβαροι ἄσμενοι ἐς τὴν μάχην καθίσταντο. καὶ ἐπεὶ ἀμφοτέροις τὰ ἐς τὴν ξυμβολὴν ὡς ἄριστα ἤσκητο, Βελισάριος μὲν ἀγείρας τὸ στράτευμα ὅλον τοιάδε παρεκελεύσατο 5.28.6 «Οὐ μαλακίαν τινὰ καταγνοὺς ὑμῶν, ἄνδρες συστρα»τιῶται, οὐδὲ τῶν πολεμίων κατορρωδήσας τὴν δύ»ναμιν τὴν πρὸς αὐτοὺς συμβολὴν ὤκνουν, ἀλλ' ἐπεὶ «τὸν πόλεμον ἡμῖν ἐξ ἐπιδρομῆς διαφέρουσιν εὖ καθει»στήκει τὰ πράγματα, διασώσασθαι ᾤμην δεῖν ἐς ἀεὶ 5.28.7 «τὴν τῆς εὐπραξίας αἰτίαν. οἷς γὰρ κατὰ νοῦν τὰ «παρόντα χωρεῖ, ἐφ' ἕτερον μεταβάλλεσθαι ἀξύμφορον «οἶμαι. ὁρῶν μέντοι ἐς τόνδε ὑμᾶς προθυμουμένους «τὸν κίνδυνον, εὔελπίς τέ εἰμι καὶ οὔποτε ὑμῶν τῇ 5.28.8 «ὁρμῇ ἐμποδὼν στήσομαι. οἶδα γὰρ ὡς τὸ πλεῖστον «ἀεὶ τῆς ἐν τοῖς πολέμοις ῥοπῆς ἡ τῶν μαχομένων «κεκλήρωται γνώμη καὶ τὰ πολλὰ τῇ τούτων προθυμίᾳ 5.28.9 «κατορθοῦσθαι φιλεῖ. ὡς μὲν οὖν ὀλίγοι μετὰ τῆς «ἀρετῆς τεταγμένοι πλήθους περιεῖναι οἷοί τέ εἰσι τῶν «ἐναντίων ἐξεπίσταται ὑμῶν ἕκαστος, οὐκ ἀκοῇ λαβὼν, 5.28.10 «ἀλλ' ἐς πεῖραν ἀγῶνος τὴν καθ' ἡμέραν ἥκων. ὅπως δὲ «μὴ καταισχύνητε μήτε τὴν προτέραν τῶν ἐμῶν στρατη»γημάτων δόξαν μήτε τὴν ἐκ τῆσδε ὑμῶν τῆς προθυ5.28.11 «μίας ἐλπίδα, ἐφ' ὑμῖν κείσεται. πάντα γὰρ ὅσα ἡμῖν «ἐν τῷδε τῷ πολέμῳ πεπρᾶχθαι ξυμβαίνει πρὸς τὴν «ἀπόβασιν κρίνεσθαι τῆς παρούσης ἡμέρας ἀνάγκη. 5.28.12 «ὁρῶ δὲ καὶ τὸν παρόντα καιρὸν ἡμῖν ξυλλαμβάνοντα, «ὃς ἡμῖν δεδουλωμένου τοῖς φθάσασι τοῦ τῶν πολε»μίων φρονήματος ῥᾴδιον, ὡς τὸ εἰκὸς, τὴν ἐκείνων 5.28.13 «ἐπικράτησιν θήσεται. τῶν γὰρ πολλάκις ἠτυχηκότων «ἥκιστα ἀνδραγαθίζεσθαι φιλοῦσιν αἱ γνῶμαι. ἵππου «δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν ὅπλου ὑμῶν φειδέσθω 5.28.14 «μηδείς. ἐγὼ γὰρ ὑμῖν ἐν τῷ παραυτίκα ὑπὲρ πάντων «ἕτερα τῶν κατὰ τὴν μάχην διαφθειρομένων ἀνθυπ5.28.15 «ουργήσω.» Βελισάριος μὲν τοσαῦτα παρακελευσάμενος ἐξῆγε τὸ στράτευμα διά τε πυλίδος Πιγκιανῆς καὶ Σαλαρίας πύλης, ὀλίγους δέ τινας διὰ πύλης 5.28.16 Αὐρηλίας ἐς Νέρωνος πεδίον ἐκέλευεν ἰέναι. οἷς δὴ Βαλεντῖνον ἐπέστησε καταλόγου ἱππικοῦ ἄρχοντα, καὶ αὐτῷ ἐπέστελλε μάχης μὲν μηδεμιᾶς ἄρχειν, μηδὲ τοῦ στρατοπέδου τῶν ἐναντίων ἐγγυτέρω ἰέναι, δόκησιν δὲ παρέχειν ἀεὶ τοῦ αὐτίκα προσβάλλειν, ὅπως μὴ τῶν ἐνταῦθα πολεμίων τινὲς τὴν ἐκείνῃ γέφυραν διαβαίνοντες ἐπιβοηθεῖν τοῖς ἐκ τῶν ἄλλων χαρακωμάτων 5.28.17 οἷοί τε ὦσι. πολλῶν γὰρ ὄντων, ὥσπερ μοι προδεδήλωται, τῶν ἐν Νέρωνος πεδίῳ στρατοπεδευομένων βαρβάρων ἱκανόν οἱ ἐφαίνετο τούτους δὴ ἅπαντας οὐ μεταλαχόντας τῆς ξυμβολῆς ἀπὸ τοῦ ἄλλου στρατοῦ 5.28.18 κεχωρίσθαι. καὶ ἐπειδὴ Ῥωμαίων τοῦ δήμου ἐθελούσιοί τινες ὅπλα ἀνελόμενοι εἵποντο, ἐς μὲν τὴν ξυμβολὴν αὐτοὺς ξυντετάχθαι σφίσιν οὐκ εἴασε, δείσας μὴ ἐν τῷ ἀγῶνι γενόμενοι κατορρωδήσωσί τε τὸν κίνδυνον καὶ τὸ στράτευμα ξυνταράξωσιν ὅλον, βάναυσοί τε ἄνδρες καὶ πολέμου ἀμελέτητοι παντάπασιν ὄντες. 5.28.19 ἐκτὸς δὲ πυλῶν Παγκρατιανῶν, αἳ ὑπὲρ Τίβεριν ποταμόν εἰσι, φάλαγγα ποιησαμένους ἡσυχάζειν ἐκέλευεν, ἕως αὐτὸς σημήνῃ, λογισάμενος, ὅπερ ἐγένετο, ὡς, εἴπερ αὐτούς τε καὶ τοὺς ἀμφὶ Βαλεντῖνον ἴδωσιν οἱ ἐν Νέρωνος πεδίῳ πολέμιοι, οὔ ποτε θαρσήσουσι τὸ σφέτερον ἀπολιπόντες χαράκωμα ἐπὶ σφᾶς ξὺν τῷ 5.28.20 ἄλλῳ στρατῷ ἐς μάχην ἰέναι. ἕρμαιον δὲ καὶ λόγου πολλοῦ ἄξιον εἶναι ἄνδρας τοσούτους τὸ πλῆθος τοῦ τῶν ἐναντίων στρατοπέδου ἀποκεκρίσθαι. 5.28.21 Οὕτως μὲν οὖν ἱππομαχίαν μόνον ἐκείνῃ τῇ ἡμέρᾳ ποιήσασθαι ἤθελεν, καὶ τῶν ἄλλων πεζῶν οἱ πλεῖστοι ἤδη μένειν ἐν τοῖς καθεστῶσιν οὐκ ἀξιοῦντες, ἵππους τε τῶν