368
ἀνθρώποις τὸν βίον, «δύναμίς τε καὶ φρόνησις. οἱ μὲν γὰρ τῷ δυνατῷ «περιόντες τῶν πέλας αὐτοί τε βιοτεύουσι κατ' ἐξου»σίαν καὶ ὅπη βούλονται τοὺς καταδεεστέρους ἐσαεὶ «ἄγουσιν, οἱ δὲ διὰ τὴν ἀσθένειαν δεδουλωμένοι τοῖς «κρείττοσι, τῷ ξυνετῷ τὴν ἀδυναμίαν ἰώμενοι, θωπείᾳ «τοὺς κρατοῦντας μετίασι καὶ οὐδέν τι ἧσσον ἐν τοῖς «οἰκείοις βιοῦν δύνανται, πάντων ἀπολαύοντες τῇ κο»λακείᾳ, ὧνπερ αὐτοῖς διὰ τὴν ἀσθένειαν στερεῖσθαι 8.16.24 «ξυμβαίνει. καὶ ταῦτα οὐ παρὰ μὲν τῶν ἐθνῶν τισι «σφίσι φέρεται οὕτως, παρὰ δὲ τοῖς ἄλλοις οὐ ταύτῃ «πη ἔχει, ἀλλὰ ἀνθρώποις ὡς εἰπεῖν ἅπασι πανταχόθι «γῆς τῆς οἰκουμένης ὥσπερ ἄλλο τι ἐμπέπηγε φύσει. 8.16.25 «καὶ σὺ τοίνυν, ὦ φίλε Γουβάζη, ἢν μὲν οἴει περιέσε»σθαι Περσῶν τῷ πολέμῳ, μήτε μέλλε μήτε σοι ἐμπό8.16.26 «διον γινέσθω μηδέν. εὑρήσεις γὰρ ἡμᾶς τῆς Λαζι»κῆς ἔνθα ἂν βούλοιο ὑφισταμένους τε τὴν σὴν ἔφοδον «καὶ ἀντιπαραταττομένους ὑπὲρ χώρας τῆσδε ὅση δύ»ναμις· ὥστε παρέσται σοι διαγωνιζομένῳ ἀνδραγαθί8.16.27 «ζεσθαι πρὸς ἡμᾶς. εἰ μέντοι ἀδύνατος ὢν Περσῶν «τῇ δυνάμει ἀντιτάσσεσθαι καὶ αὐτὸς οἶδας, σὺ δὲ, «ὦ 'γαθὲ, τὸ δεύτερον διαχείριζε, τὸ γνῶθι σαυτὸν, «καὶ προσκύνει τὸν σαυτοῦ δεσπότην Χοσρόην ἅτε 8.16.28 «βασιλέα καὶ νενικηκότα καὶ κύριον. αἴτει τέ σοι τῶν «πεπραγμένων ἵλεων εἶναι, ὅπως ἂν τὸ λοιπὸν δυνατὸς 8.16.29 «εἴης τῶν ἐνοχλούντων ἀπηλλάχθαι κακῶν. ὡς ἔγωγε «ἀναδέχομαι βασιλέα Χοσρόην ἵλεών τέ σοι γενήσεσθαι «καὶ τὰ πιστὰ δώσειν, ὁμήρους σοι παρεχόμενον παῖδας «τῶν ἐν Πέρσαις λογίμων ἀρχόντων, ὡς τά τε ἄλλα «καὶ τὴν σωτηρίαν καὶ τὴν βασιλείαν τὴν σὴν τὸν 8.16.30 «πάντα αἰῶνα ἐν ἀσφαλείᾳ ἕξεις. εἰ δέ σοι τούτων «οὐδέτερον βουλομένῳ ἐστὶν, ἀλλὰ σὺ ἔς τινα ἑτέραν «ἀπιὼν χώραν δὸς τοῖς διὰ τὴν σὴν ἀβουλίαν ταλαι»πώροις γενομένοις Λαζοῖς ἀναπνεῦσαί ποτε καὶ ἀπὸ «δυσκόλων τῶν αὐτοῖς ἐγκειμένων ἀνενεγκεῖν, μηδὲ «αὐτοῖς ἀπέραντον ὄλεθρον τόνδε προστρίβεσθαι βού»λου ἐπὶ σφαλερᾶς τῆς ἐλπίδος ὀχούμενος· λέγω δὲ 8.16.31 «τῆς Ῥωμαίων ἐπικουρίας. οὐ γάρ σοι τιμωρεῖν ποτε «δυνατοὶ ἔσονται, ὥσπερ οὐδὲ ἄχρι ἐς τὴν ἡμέραν «δεδύνηνται τήνδε.» Μερμερόης μὲν ταῦτα ἔγραψε. 8.16.32 Γουβάζην δὲ οὐδ' ὣς ἔπειθεν, ἀλλ' ἐν τοῖς τῶν ὀρῶν κολωνοῖς ἔμενε, καραδοκῶν τὴν ἐκ Ῥωμαίων ἐπικουρίαν καὶ τῷ ἐς τὸν Χοσρόην ἔχθει ὡς ἥκιστα ἐς τὴν 8.16.33 Ῥωμαίων ἀπόγνωσιν ἐγκλίνειν ἐθέλων. οἱ γὰρ ἄνθρωποι τὴν διάνοιαν ἐκ τοῦ ἐπὶ πλεῖστον πρὸς τὴν τοῦ βουλήματος ἁρμόζονται χρείαν, καὶ λόγῳ μὲν τῷ ἀρέσκοντι αὐτοὺς ἀεὶ προσχωροῦσι, καὶ προσίενται τὰ ἐξ αὐτοῦ πάντα, οὐ διασκοπούμενοι μὴ ψευδὴς εἴη, τῷ δὲ λυποῦντι χαλεπῶς ἔχοντες ἀπιστοῦσιν, οὐ διερευνώμενοι μὴ ἀληθὴς εἴη. 8.17.1 Ὑπὸ τοῦτον τὸν χρόνον τῶν τινες μοναχῶν ἐξ Ἰνδῶν ἥκοντες, γνόντες τε ὡς Ἰουστινιανῷ βασιλεῖ διὰ σπουδῆς εἴη μηκέτι πρὸς Περσῶν τὴν μέταξαν ὠνεῖσθαι Ῥωμαίους, ἐς βασιλέα γενόμενοι οὕτω δὴ τὰ ἀμφὶ τῇ μετάξῃ διοικήσεσθαι ὡμολόγουν, ὡς μηκέτι Ῥωμαῖοι ἐκ Περσῶν τῶν σφίσι πολεμίων ἢ ἄλλου του 8.17.2 ἔθνους τὸ ἐμπόλημα τοῦτο ποιήσωνται· χρόνου γὰρ κατατρῖψαι μῆκος ἐν χώρᾳ ὑπὲρ Ἰνδῶν ἔθνη τὰ πολλὰ οὔσῃ, ἥπερ Σηρίνδα ὀνομάζεται, ταύτῃ τε ἐς τὸ ἀκριβὲς ἐκμεμαθηκέναι ὁποίᾳ ποτὲ μηχανῇ γίνε8.17.3 σθαι τὴν μέταξαν ἐν γῇ τῇ Ῥωμαίων δυνατὰ εἴη. ἐνδελεχέστατα δὲ διερευνωμένῳ τῷ βασιλεῖ καὶ ἀναπυνθανομένῳ εἰ ὁ λόγος ἀληθὴς εἴη ἔφασκον οἱ μοναχοὶ σκώληκάς τινας τῆς μετάξης δημιουργοὺς εἶναι, τῆς φύσεως αὐτοῖς διδασκάλου τε οὔσης καὶ διηνεκῶς 8.17.4 ἀναγκαζούσης ἐργάζεσθαι. ἀλλὰ τοὺς μὲν σκώληκας ἐνθάδε ζῶντας διακομίζειν ἀμήχανα εἶναι, τὸν δὲ αὐτῶν γόνον εὔπορόν τε καὶ ῥᾴδιον ὅλως. εἶναι δὲ τῶν σκωλήκων τῶνδε τὸν γόνον ᾠὰ ἑκάστου ἀνάριθμα. 8.17.5 ταῦτα δὲ τὰ ᾠὰ χρόνῳ πολλῷ τῆς γονῆς ὕστερον κόπρῳ καλύψαντες ἄνθρωποι ταύτῃ τε διαρκῆ θερμή8.17.6 ναντες χρόνον ζῷα ποιοῦσι. ταῦτα εἰπόντας ὁ βασιλεὺς μεγάλοις τοὺς ἄνδρας ἀγαθοῖς δωρήσασθαι ὁμο8.17.7 λογήσας τῷ ἔργῳ πείθει ἐπιρρῶσαι τὸν λόγον. οἱ δὲ γενόμενοι ἐν Σηρίνδῃ αὖθις τά