71
ἡμετέρας ξυμβήσεται χώρας, ἐν ᾗ πλοῖά σοι, ὦ «βασιλεῦ, ναυπηγουμένῳ βατὸν οὐδενὶ πόνῳ τὸ ἐν «Βυζαντίῳ παλάτιον ἔσται. μεταξὺ γὰρ ἐναντίωμα 2.15.28 «οὐδέν ἐστι. προσθείη δ' ἄν τις ὡς καὶ ληίζεσθαι «τοὺς ὁμόρους βαρβάρους τὴν Ῥωμαίων γῆν ἀνὰ πᾶν 2.15.29 «ἔτος ἐφ' ὑμῖν κείσεται. ὄρεσι γὰρ τοῖς Καυκασίοις «ἐπιτείχισμα μέχρι τοῦδε γεγονέναι τὴν Λαζῶν χώραν 2.15.30 «πάντως που καὶ ὑμεῖς ξυνεπίστασθε. ἡγουμένου «τοίνυν τοῦ δικαίου, προσόντος δὲ τοῦ ξυμφέροντος, «τὸ μὴ οὐχὶ τοὺς λόγους προσέσθαι οὐδεμιᾶς ἂν εὐβου»λίας οἰόμεθα εἶναι.» τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον. 2.15.31 Χοσρόης δὲ τοῖς λόγοις ἡσθεὶς ἀμύνειν τε Λαζοῖς ὡμολόγησε καὶ τῶν πρέσβεων ἐπυνθάνετο εἴ οἱ στρατῷ 2.15.32 μεγάλῳ ἐς γῆν τὴν Κολχίδα ἰέναι δυνατὰ εἴη. πολλῶν γὰρ ἀπαγγελλόντων ἔφασκεν ἀκηκοέναι τὰ πρότερα δύσοδον ἐπιεικῶς καὶ ἀνδρὶ εὐζώνῳ τὴν χώραν εἶναι, κρημνώδη τε ὑπερφυῶς οὖσαν καὶ δένδροις συχνοῖς 2.15.33 τε καὶ ἀμφιλαφέσιν ἐπὶ μακρότατον συνεχομένην. οἱ δέ οἱ ἰσχυρίζοντο παντὶ τῷ Περσῶν στρατῷ τὴν ἐκείνῃ ὁδὸν εὐπετῆ ἔσεσθαι, τέμνουσι μὲν τὰ δένδρα, ἐς δὲ 2.15.34 τῶν κρημνῶν τὰς δυσχωρίας αὐτὰ ἐμβαλλομένοις. καὶ αὐτοὶ ὡμολόγουν τῆς τε ὁδοῦ ἡγεμόνες καὶ τοῦ ἔργου 2.15.35 τούτου Πέρσαις ἔσεσθαι πρόπονοι. ταύτῃ ὁ Χοσρόης ἐπηρμένος τῇ ὑποθήκῃ στρατιάν τε πολλὴν ἤγειρε καὶ τὰ ἐς τὴν ἔφοδον ἐξηρτύετο, οὔτε τὸ βούλευμα ἐς Πέρσας ἐξενεγκὼν, πλήν γε δὴ οἷς τὰ ἀπόρρητα κοινολογεῖσθαι μόνοις εἰώθει, καὶ τοῖς πρέσβεσιν ἐπαγγείλας ὅπως τὰ πρασσόμενα μηδενὶ φράσωσιν, ἀλλ' ἐς Ἰβηρίαν τῷ λόγῳ ἐστέλλετο, ὡς τὰ τῇδε καταστησόμενος πράγματα· ἔθνος γὰρ Οὐννικὸν ἐνταῦθά πη ἐπισκῆψαι τῇ Περσῶν ἀρχῇ ἐπεφήμιζεν. 2.16.1 Ἐν τούτῳ δὲ γενόμενος Βελισάριος ἐν Μεσοποταμίᾳ πανταχόθεν τὸν στρατὸν ἤγειρε, καί τινας ἐς 2.16.2 τὰ Περσῶν ἤθη ἐπὶ κατασκοπῇ ἔπεμπεν. αὐτὸς δὲ τοῖς πολεμίοις ἐνταῦθα ὑπαντιάσαι βουλόμενος, ἤν τινα ἐσβολὴν ἐς Ῥωμαίων τὴν γῆν αὖθις ποιήσωνται, διεῖπέ τε αὐτοῦ καὶ διεκόσμει τοὺς στρατιώτας, γυμνούς τε καὶ ἀνόπλους ἐπὶ πλεῖστον ὄντας, κατωρρω2.16.3 δηκότας τὸ Περσῶν ὄνομα. οἱ μὲν οὖν κατάσκοποι ἐπανήκοντες οὐδεμίαν τῶν πολεμίων ἰσχυρίζοντο ἐν τῷ παρόντι ἐσβολὴν ἔσεσθαι· πολέμου γὰρ Οὐννικοῦ 2.16.4 ἀσχολίαν Χοσρόῃ ἑτέρωθι εἶναι. Βελισάριος δὲ ταῦτα ἀκούσας παντὶ τῷ στρατῷ αὐτίκα ἐσβάλλειν ἐς τῶν 2.16.5 πολεμίων τὴν γῆν ἤθελε. καί οἱ Ἀρέθας τε ξὺν πολλῷ στρατῷ Σαρακηνῶν ἦλθε καὶ βασιλεὺς γράμματα γράψας ἐσβάλλειν κατὰ τάχος ἐς τὴν πολεμίων ἐπέστελλε γῆν. 2.16.6 ξυγκαλέσας οὖν ἅπαντας τοὺς ἄρχοντας ἐν ∆άρας ἔλεξε τοιάδε «Ἅπαντας ὑμᾶς, ὦ ξυνάρχοντες, πολέμων «πολλῶν ἐμπείρους οἶδα, ξυνήγαγόν τε ἐν τῷ παρόντι, «οὐχ ὅπως ὑπομνήσας ἢ παραίνεσίν τινα ποιησάμενος «τὴν ὑμετέραν γνώμην ἐπὶ τοὺς πολεμίους ὁρμήσω «(οὐ γὰρ λόγου δεῖσθαι ὑμᾶς τοῦ ἐς εὐτολμίαν ἐνά»γοντος οἶμαι), ἀλλ' ὅπως ξυμβουλήν τινα ἔν γε ἡμῖν «αὐτοῖς ποιησάμενοι ἑλώμεθα μᾶλλον ἅπερ ἂν δοκῇ βέλ2.16.7 «τιστά τε καὶ ἄριστα τοῖς βασιλέως πράγμασιν εἶναι. πόλε»μος γὰρ εὐβουλίᾳ πάντων μάλιστα κατορθοῦσθαι φιλεῖ. «δεῖ δὲ τοὺς ἐς βουλὴν καθισταμένους αἰδοῦς τε καὶ «φόβου παντάπασιν ἐλευθέραν ποιεῖσθαι τὴν γνώμην. 2.16.8 «ὅ τε γὰρ φόβος, ἀεὶ τοὺς αὐτῷ περιπεπτωκότας «ἐκπλήσσων, οὐκ ἐᾷ τὴν διάνοιαν ἑλέσθαι τὰ κρείσσω, «ἥ τε αἰδὼς ἐπισκιάζουσα τοῖς δόξασιν εἶναι ἀμείνοσιν 2.16.9 «ἐπὶ τὴν ἐναντίαν ἐκφέρει τὴν γνῶσιν. εἴ τι τοίνυν «ἢ βασιλεῖ τῷ μεγάλῳ ἢ ἐμοὶ βεβουλεῦσθαι ὑπὲρ τῶν 2.16.10 «παρόντων δοκεῖ, μηδὲν ὑμᾶς τοῦτο εἰσίτω. ὁ μὲν «γὰρ μακράν που ἀπολελειμμένος τῶν πρασσομένων 2.16.11 «οὐκ ἔχει τοῖς καιροῖς ἁρμόσαι τὰς πράξεις· ὥστε «φόβος οὐδεὶς ἀπ' ἐναντίας αὐτῷ ἰόντας τὰ ξυνοίσοντα 2.16.12 «ἐργάζεσθαι τοῖς αὐτοῦ πράγμασιν. ἐμὲ δὲ ἄνθρωπόν «τε ὄντα καὶ χρόνῳ μακρῷ ἐκ τῶν ἑσπερίων ἐνταῦθα «ἐλθόντα μὴ οὐχὶ διαλαθεῖν τι τῶν δεόντων ἀδύνατον. 2.16.13 «ὥστε οὐδὲν τὴν ἐμὴν γνώμην αἰδεσθέντας ὑμᾶς προσ»ήκει διαρρήδην εἰπεῖν ὅσα ἂν ξυνοίσειν ἡμῖν τε 2.16.14 «αὐτοῖς καὶ βασιλεῖ μέλλῃ. τὸ μὲν οὖν ἐξ ἀρχῆς ἐν»θάδε ἥκομεν, ὦ