217
καὶ τῷ τάφῳ φρουρᾶς ἐπιμελεῖσθαι παρήγ5.22.19 γελλεν. ἐν τούτῳ δὲ οἱ Γότθοι πύλῃ τῇ Αὐρηλίᾳ καὶ τῷ Ἀδριανοῦ πύργῳ προσέβαλλον, μηχανὴν μὲν οὐδεμίαν ἔχοντες, κλιμάκων δὲ πάμπολύ τι ἐπαγόμενοι χρῆμα καὶ τοξευμάτων πλήθει ῥᾷον ἔς τε ἀπορίαν καταστήσασθαι τοὺς πολεμίους οἰόμενοι καὶ τοῦ ἐνταῦθα φυλακτηρίου κρατήσειν δι' ὀλιγανθρωπίαν οὐ5.22.20 δενὶ πόνῳ. θύρας δὲ προβεβλημένοι ἐβάδιζον, οὐδὲν ἐλασσουμένας τῶν ἐν Πέρσαις θυρεῶν, καὶ ἔλαθόν γε 5.22.21 τοὺς ἐναντίους ἀγχοτάτω αὐτῶν ἥκοντες. ὑπὸ γὰρ τῇ στοᾷ κρυπτόμενοι ἦλθον, ἣ ἐς τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν διήκει. ἐνθένδε φανέντες ἐξαπιναίως ἔργου εἴχοντο, ὡς μήτε τῇ καλουμένῃ βαλλίστρᾳ χρῆσθαι τοὺς φύλακας οἵους τε εἶναι (οὐ γὰρ πέμπουσιν ὅτι μὴ ἐξ ἐναντίας αἱ μηχαναὶ αὗται τὰ βέλη) οὐ μὴν οὐδὲ τοῖς τοξεύμασι τοὺς ἐπιόντας ἀμύνεσθαι, τοῦ 5.22.22 πράγματος σφίσι διὰ τὰς θύρας ἀντιστατοῦντος. ἐπεὶ δὲ καρτερῶς τε οἱ Γότθοι ἐνέκειντο, βάλλοντες συχνὰ ἐς τὰς ἐπάλξεις, καὶ τὰς κλίμακας ἤδη προσθήσειν τῷ τειχίσματι ἔμελλον, κυκλώσαντες σχεδόν τι τοὺς ἐκ τοῦ τάφου ἀμυνομένους, ἀεὶ γὰρ αὐτοῖς, εἰ χωρήσειαν, κατὰ νώτου ἐκ τῶν πλαγίων ἐγίνοντο, χρόνον μέν τινα ὀλίγον ἔκπληξις τοῖς Ῥωμαίοις ἐγένετο οὐκ ἔχουσιν ἐλπίδα καθ' ὅ τι χρὴ ἀμυνομένους σωθῆναι, μετὰ δὲ ξυμφρονήσαντες τῶν ἀγαλμάτων τὰ πλεῖστα, μεγάλα λίαν ὄντα, διέφθειρον, αἴροντές τε λίθους περιπληθεῖς ἐνθένδε χερσὶν ἀμφοτέραις κατὰ κορυφὴν ἐπὶ τοὺς πολεμίους ἐρρίπτουν, οἱ δὲ βαλλόμενοι ἐνεδίδο5.22.23 σαν. κατὰ βραχύ τε αὐτῶν ὑποχωρούντων, τὸ πλέον ἤδη Ῥωμαῖοι ἔχοντες, ἐθάρσησάν τε καὶ ξὺν βοῇ μείζονι τόξοις τε καὶ λίθων βολαῖς τοὺς τειχομαχοῦντας 5.22.24 ἠμύνοντο. καὶ τῶν μηχανῶν ἁψάμενοι ἐς δέος μέγα τοὺς ἐναντίους ἦγον, ἥ τε προσβολὴ αὐτῶν δι' ὀλίγου 5.22.25 ἐγένετο. παρῆν δὲ ἤδη καὶ Κωνσταντῖνος δεδιξάμενός τε τοὺς τοῦ ποταμοῦ ἀποπειρασαμένους καὶ ῥᾳδίως ὠσάμενος, ἐπεὶ οὐ παντάπασιν ἀφύλακτον, ὥσπερ ᾤοντο, τὸ ἐκείνῃ τείχισμα εὗρον. οὕτω τε ἐν τῷ ἀσφαλεῖ τὰ ἀμφὶ πύλην Αὐρηλίαν ἐγένετο. 5.23.1 Ἐς μέντοι πύλην τὴν ὑπὲρ ποταμὸν Τίβεριν, ἣ Παγκρατιανὴ καλεῖται, δύναμις τῶν πολεμίων ἐλθοῦσα οὐδὲν ὅ τι καὶ ἄξιον λόγου ἔδρασε, χωρίου ἰσχύϊ· ἀνάντης τε γὰρ καὶ πρὸς τὰς ἐφόδους οὐκ εὐ5.23.2 πετὴς ταύτῃ ὁ τῆς πόλεως περίβολός ἐστι. Παῦλος ἐνταῦθα φυλακὴν εἶχε, ξὺν καταλόγῳ πεζικῷ, οὗ αὐτὸς ἦρχεν. οὐ μὴν οὐδὲ πύλης Φλαμινίας ἀπεπειράσαντο, ἐπεὶ ἐν χώρῳ κρημνώδει κειμένη οὐ λίαν ἐστὶν εὐπρόσ5.23.3 οδος. οἱ Ῥῆγες ἐνταῦθα πεζικὸν τέλος ἐφύλασσον καὶ Οὐρσικῖνος, ὃς αὐτῶν ἦρχε. ταύτης δὲ μεταξὺ τῆς πύλης καὶ τῆς ἐν δεξιᾷ ἐχομένης πυλίδος, ἣ Πιγκιανὴ ὀνομάζεται, μοῖρά τις τοῦ περιβόλου δίχα τὸ παλαιὸν ἀπὸ ταὐτομάτου διαιρεθεῖσα, οὐκ ἐξ ἐδάφους μέντοι, ἀλλ' ὅσον ἐκ μήκους τοῦ ἡμίσεος, οὐκ ἔπεσε μὲν οὐδὲ ἄλλως διεφθάρη, ἐκλίθη δὲ οὕτως ἐφ' ἑκάτερα, ὡς τὸ μὲν ἐκτὸς τοῦ ἄλλου τείχους, τὸ δὲ 5.23.4 ἐντὸς φαίνεσθαι. καὶ ἀπ' αὐτοῦ Περίβολον ∆ιερρωγότα Ῥωμαῖοι τῇ σφετέρᾳ γλώσσῃ ἐκ παλαιοῦ καλοῦσι 5.23.5 τὸν χῶρον. τοῦτο δὲ τὸ μέρος καθελεῖν τε καὶ ἀνοικοδομήσασθαι Βελισάριον κατ' ἀρχὰς ἐγχειροῦντα ἐκώλυον Ῥωμαῖοι, Πέτρον σφίσι τὸν ἀπόστολον ὑποσχέσθαι ἰσχυριζόμενοι αὑτῷ μελήσειν τοῦ ἐνταῦθα φυλακτηρίου. τοῦτον δὲ τὸν ἀπόστολον σέβονται Ῥωμαῖοι 5.23.6 καὶ τεθήπασι πάντων μάλιστα. ἀπέβη τε αὐτοῖς ἅπαντα ἐν τῷδε τῷ χωρίῳ ᾗ διενοοῦντο καὶ προσεδόκων. οὐδὲ γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, οὐ μὴν οὐδὲ ἐς τὸν ἅπαντα χρόνον, καθ' ὃν Γότθοι Ῥώμην ἐπολιόρκουν, οὔτε πολεμίων τις δύναμις ἐνταῦθα ἀφίκετο οὔτε τινὰ 5.23.7 ταραχὴν γενέσθαι ξυνέβη. καὶ ἐθαυμάζομέν γε ὅτι οὐδὲ ἐς μνήμην ἡμετέραν ἢ τῶν πολεμίων αὕτη τοῦ περιβόλου ἡ μοῖρα παρὰ πάντα τὸν χρόνον ἦλθεν, οὔτε τειχομαχούντων οὔτε νύκτωρ ἐπιβουλευόντων τῷ 5.23.8 τείχει, οἷα πολλὰ ἐνεχείρησαν. διὸ δὴ οὐδὲ ὕστερόν τις ἀνοικοδομήσασθαι τοῦτο ἐτόλμησεν, ἀλλ' ἐς ἡμέραν τήνδε οὕτω τὸ ἐκείνῃ διῄρηται τεῖχος. ταῦτα μὲν οὖν ὧδέ πη ἔσχεν. 5.23.9 Ἐν δὲ Σαλαρίᾳ πύλῃ Γότθος ἀνὴρ