105
εἰσῆγεν ἐπόμπευσέ τε ὄνῳ ὀχούμενον, καὶ πολλὰ παρὰ τῶν ἀπὸ σκηνῆς ἐνταῦθα παθόντα τε καὶ ἀκούσαντα ἔκτεινεν. οὕτω μὲν Βαλεντινιανὸς τὸ τῆς 3.3.10 ἑσπερίας παρέλαβε κράτος. Πλακιδία δὲ ἡ αὐτοῦ μήτηρ θηλυνομένην παιδείαν τε καὶ τροφὴν τὸν βασιλέα τοῦτον ἐξέθρεψέ τε καὶ ἐξεπαίδευσε, καὶ ἀπ' 3.3.11 αὐτοῦ κακίας ἔμπλεως ἐκ παιδὸς γέγονε. φαρμακεῦσί τε γὰρ τὰ πολλὰ καὶ τοῖς ἐς τὰ ἄστρα περιέργοις ὡμίλει, ἔς τε ἀλλοτρίων γυναικῶν ἔρωτας δαιμονίως ἐσπουδακὼς πολλῇ ἐχρῆτο ἐς τὴν δίαιταν παρανομίᾳ, καίπερ γυναικὶ ξυνοικῶν εὐπρεπεῖ τὴν ὄψιν ἐς ἄγαν 3.3.12 οὔσῃ. ταῦτά τοι οὐδέ τι ἀνεσώσατο τῇ βασιλείᾳ ὧν ἀφῄρητο πρότερον, ἀλλὰ καὶ Λιβύην προσαπώλεσε καὶ 3.3.13 αὐτὸς ἐφθάρη. καὶ ἐπειδὴ ἐτελεύτησε, τῇ τε γυναικὶ ταῖς τε παισὶ δορυαλώτοις γενέσθαι ξυνέπεσε. γέγονε δὲ ὧδε τὸ ἐν Λιβύῃ πάθος. 3.3.14 Στρατηγὼ δύο Ῥωμαίων ἤστην, Ἀέτιός τε καὶ Βονιφάτιος, καρτερώ τε ὡς μάλιστα καὶ πολλῶν πολέμων ἐμπείρω τῶν γε κατ' ἐκεῖνον τὸν χρόνον οὐδενὸς 3.3.15 ἧσσον. τούτω τὼ ἄνδρε διαφόρω μὲν τὰ πολιτικὰ ἐγενέσθην, ἐς τοσοῦτον δὲ μεγαλοψυχίας τε καὶ τῆς ἄλλης ἀρετῆς ἡκέτην ὥστε, εἴ τις αὐτοῖν ἑκάτερον ἄνδρα Ῥωμαίων ὕστατον εἴποι, οὐκ ἂν ἁμάρτοι· οὕτω τὴν Ῥωμαίων ἀρετὴν ξύμπασαν ἐς τούτω τὼ ἄνδρε 3.3.16 ἀποκεκρίσθαι τετύχηκε. τούτοιν τὸν ἕτερον Βονιφάτιον ἡ Πλακιδία στρατηγὸν ἀπέδειξε Λιβύης ἁπάσης. τοῦτο δὲ οὐ βουλομένῳ ἦν Ἀετίῳ, ἀλλ' ἥκιστά γε ὡς αὐτὸν οὐκ ἀρέσκει ἐξήνεγκεν. οὔπω γὰρ αὐτοῖν ἡ ἔχθρα ἐς φῶς ἐληλύθει, ἀλλ' ὑπὸ τῷ προσώπῳ ἑκατέρῳ 3.3.17 ἐκρύπτετο. ἐπεὶ δέ οἱ Βονιφάτιος ἐκποδὼν ἐγεγόνει, διέβαλεν αὐτὸν ἐς τὴν Πλακιδίαν ὡς τυραννοίη, ἀποστερήσας αὐτήν τε καὶ βασιλέα Λιβύης ἁπάσης, ῥᾴδιόν τε εἶναι αὐτῇ ἔλεγε τἀληθὲς ἐξευρεῖν· ἢν γὰρ μεταπέμποιτο Βονιφάτιον ἐς Ῥώμην, οὐ μή ποτε ἔλθῃ. 3.3.18 ἐπεὶ δὲ ταῦτα ἤκουσεν ἡ γυνὴ, εὖ τέ οἱ εἰπεῖν Ἀέτιος ἔδοξε καὶ κατὰ ταῦτα ἐποίει. προτερήσας δὲ Ἀέτιος ἔγραψε πρὸς Βονιφάτιον λάθρα ὡς ἐπιβουλεύοι αὐτῷ ἡ βασιλέως μήτηρ καὶ βούλοιτο αὐτὸν ἐκποδὼν ποιή3.3.19 σασθαι. καί οἱ τεκμήριον τῆς ἐπιβουλῆς προηγόρευεν ἔσεσθαι μέγα· ἐξ αἰτίας γὰρ οὐδεμιᾶς αὐτίκα μάλα μετάπεμπτος ἔσται. ταῦτα μὲν ἡ ἐπιστολὴ ἐδήλου. 3.3.20 Βονιφάτιος δὲ οὐκ ἀλογήσας τὰ γεγραμμένα, ἐπειδὴ τάχιστα παρῆσαν οἳ αὐτὸν ὡς βασιλέα ἐκάλουν, ἀπεῖπε τὸ μὴ βασιλεῖ τε καὶ τῇ αὐτοῦ μητρὶ ἐπακούειν, οὐ3.3.21 δενὶ τὴν Ἀετίου ὑποθήκην ἐκφήνας. Πλακιδία μὲν οὖν ὡς ταῦτα ἤκουσεν, Ἀέτιόν τε τοῖς βασιλέως πράγμασιν εὔνουν ἐς τὰ μάλιστα ᾤετο εἶναι καὶ τὰ ἀπὸ 3.3.22 Βονιφατίου ἐν βουλῇ εἶχε. Βονιφάτιος δὲ (καὶ γάρ οἱ οὔτε βασιλεῖ ἐδόκει ἀντιτάξασθαι οἵῳ τε εἶναι ἐς Ῥώμην τε ἀπιόντι οὐδεμία σωτηρία ἐφαίνετο) βουλεύεται ὅπως οἱ, ἢν δύνηται, ὁμαιχμία ἐς τοὺς Βανδίλους ἔσται, οἳ ἐν Ἱσπανίᾳ, ὡς πρόσθεν εἴρηται, οὐ 3.3.23 πόρρω Λιβύης ἱδρύσαντο. ἔνθα δὴ Γωδίγισκλος μὲν ἐτεθνήκει, διεδέξαντο δὲ τὴν ἀρχὴν οἱ ἐκείνου παῖδες, Γόνθαρις μὲν ἐκ γυναικὸς αὐτῷ γαμετῆς γεγονὼς, 3.3.24 Γιζέριχος δὲ νόθος. ἀλλ' ὁ μὲν ἔτι τε ἦν παῖς καὶ τὸ δραστήριον οὐ σφόδρα ἔχων, Γιζέριχος δὲ τά τε πολέμια ὡς ἄριστα ἐξήσκητο καὶ δεινότατος ἦν ἀνθρώ3.3.25 πων ἁπάντων. πέμψας οὖν ἐς Ἱσπανίαν Βονιφάτιος τοὺς αὑτῷ μάλιστα ἐπιτηδείους ἑκάτερον τῶν Γωδιγίσκλου παίδων ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ προσεποιήσατο, ἐφ' ᾧ αὐτῶν ἕκαστον τὸ Λιβύης τριτημόριον ἔχοντα τῶν κατ' αὐτὸν ἄρχειν· ἢν δέ τις ἐπ' αὐτῶν τινα ἴοι 3.3.26 πολεμήσων, κοινῇ τοὺς ἐπιόντας ἀμύνασθαι. ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ Βανδίλοι τὸν ἐν Γαδείροις πορθμὸν διαβάντες ἐς Λιβύην ἀφίκοντο καὶ Οὐισίγοτθοι ἐν τῷ 3.3.27 ὑστέρῳ χρόνῳ ἐν Ἱσπανίᾳ ἱδρύσαντο. ἐν δὲ τῇ Ῥώμῃ οἱ Βονιφατίῳ ἐπιτήδειοι, τοῦ τε τρόπου ἐνθυμούμενοι τοῦ ἀνθρώπου ἐκλογιζόμενοί τε ἡλίκος ὁ παράλογος ἦν, ἐν θαύματι μεγάλῳ ἐποιοῦντο, εἰ Βονιφάτιος τυραννοίη, τινὲς δὲ αὐτῶν Πλακιδίας ἐπαγγελλούσης ἐς 3.3.28 Καρχηδόνα ἦλθον. ἔνθα δὴ Βονιφατίῳ συγγενόμενοι τά τε Ἀετίου γράμματα εἶδον καὶ τὸν πάντα λόγον ἀκούσαντες ἐς Ῥώμην τε ὡς εἶχον τάχους ἀνέστρεφον 3.3.29 καὶ ὅπως αὐτῇ Βονιφάτιος ἔχοι ἀπήγγελλον.