127
ξυγγενῆ ὄντα, καὶ Εὐαγέην ἀπέκτεινε καὶ τῶν Λιβύων ὅσοι αὐτοῖς ἐπιτήδειοι 3.17.13 ἦσαν. Ὁάμερ γὰρ ἤδη ἐξ ἀνθρώπων ἠφάνιστο. τούς τε Βανδίλους ἐξοπλίσας, ὡς εἰς καιρὸν ἐπιθησόμενος, 3.17.14 ἐν παρασκευῇ ἐποιήσατο. Γελίμερ δὲ ὄπισθεν, οὐ παρέχων ἡμῖν αἴσθησιν, εἵπετο, πλήν γε δὴ ὅτι ἐν τῇ νυκτὶ ταύτῃ, ᾗ ἐν Γράσσῃ ηὐλισάμεθα, κατάσκοποι ἑκατέρωθεν ἰόντες ξυνέμιξαν, πλήξαντές τε ἀλλήλους ἐς τὸ σφέτερον στρατόπεδον ἑκάτεροι ἀπεχώρησαν, καὶ ταύτῃ γέγονεν ἡμῖν φανερὸν οὐ πόρρω εἶναι τοὺς 3.17.15 πολεμίους. ἐνθένδε ἡμῖν πορευομένοις τὰς ναῦς ἐσορᾶν ἀδύνατα ἦν. πέτραι γὰρ ὑψηλαὶ, πόρρω τῆς θαλάσσης διήκουσαι, περίοδον τοῖς πλέουσι πολλῷ μέτρῳ ἐργάζονται, καὶ ἄκρα ἀνέχει, ἧς ἐντὸς τοῦ Ἑρμοῦ πό3.17.16 λισμά ἐστι. Βελισάριος οὖν Ἀρχελάῳ τε τῷ ἐπάρχῳ καὶ Καλωνύμῳ τῷ ναυάρχῳ ἐπέστελλεν ἐς Καρχηδόνα μὲν μὴ καταίρειν, σταδίους δὲ ἀμφὶ τοὺς δια3.17.17 κοσίους ἀπέχοντας ἄχρι αὐτὸς καλέσῃ μένειν. ἐκ δὲ Γράσσης ἐξαναστάντες τεταρταῖοι ἐς ∆έκιμον ἀφικόμεθα, σταδίοις ἑβδομήκοντα Καρχηδόνος ἀπέχον. 3.18.1 Ἐν δὲ δὴ τῇ ἡμέρᾳ ταύτῃ Γελίμερ τὸν ἀνεψιὸν Γιβαμοῦνδον ἐκέλευεν ἅμα Βανδίλων δισχιλίοις φθάνοντα τὸ ἄλλο στράτευμα κατὰ τὸ εὐώνυμον μέρος ἰέναι, ὅπως Ἀμμάτας μὲν ἐκ Καρχηδόνος, Γελίμερ δὲ αὐτὸς ὄπισθεν, Γιβαμοῦνδος δὲ ἐκ τῶν ἐν ἀριστερᾷ χωρίων ἐς ταὐτὸ ξυνιόντες ῥᾷον δὴ καὶ ἀπονώτερον 3.18.2 τὴν κύκλωσιν τῶν πολεμίων ποιήσονται. ἐμοὶ δὲ τά τε θεῖα καὶ τὰ ἀνθρώπεια ἐν τῷ πόνῳ τούτῳ ἐπῆλθε θαυμάσαι, ὅπως ὁ μὲν θεὸς, πόρρωθεν ὁρῶν τὰ ἐσόμενα, ὑπογράφει ὅπη ποτὲ αὐτῷ τὰ πράγματα δοκεῖ ἀποβήσεσθαι, οἱ δὲ ἄνθρωποι ἢ σφαλλόμενοι ἢ τὰ δέοντα βουλευόμενοι οὐκ ἴσασιν ὅτι ἔπταισάν τι, ἂν οὕτω τύχοι, ἢ ὀρθῶς ἔδρασαν, ἵνα γένηται τῇ τύχῃ τρίβος, φέρουσα πάντως ἐπὶ τὰ πρότερον δεδογμένα. 3.18.3 εἰ μὴ γὰρ Βελισάριος οὕτω διῳκήσατο τὴν παράταξιν, τοὺς μὲν ἀμφὶ τὸν Ἰωάννην προτερῆσαι κελεύσας, τοὺς δὲ Μασσαγέτας ἐν ἀριστερᾷ τῆς στρατιᾶς ἰέναι, οὐκ ἄν ποτε διαφυγεῖν τοὺς Βανδίλους ἰσχύσαμεν. 3.18.4 καὶ τούτων δὲ οὕτω Βελισαρίῳ βεβουλευμένων, εἰ τὸν καιρὸν Ἀμμάτας διεφύλαξε καὶ μὴ τοῦτον τεταρτημορίῳ τῆς ἡμέρας μάλιστα ἔφθασεν, οὐκ ἄν ποτε οὕτω 3.18.5 Βανδίλοις διεφθάρη τὰ πράγματα· νῦν δὲ Ἀμμάτας προτερήσας ἀμφὶ μέσην ἡμέραν ἐς ∆έκιμον ἧκε, μακρὰν ἀπολελειμμένων ἡμῶν τε καὶ τοῦ Βανδίλων στρατεύματος, οὐ τοῦτο μόνον ἁμαρτήσας, ὅτι οὐκ ἐν δέοντι ἀφίκετο χρόνῳ, ἀλλὰ καὶ τὸ Βανδίλων πλῆθος ἐν Καρχηδόνι ἀπολιπὼν, ἀπαγγείλας τε ὡς τάχιστα ἐς τὸ ∆έκιμον ἥκειν, αὐτὸς ξὺν ὀλίγοις καὶ οὐδὲ ἀριστίνδην ξυνειλεγμένοις τοῖς ἀμφὶ τὸν Ἰωάννην ἐς χεῖρας 3.18.6 ἦλθε. καὶ κτείνει μὲν τῶν ἀρίστων δώδεκα ἐν τοῖς πρώτοις ἀγωνιζομένους, πίπτει δὲ καὶ αὐτὸς, ἀνὴρ 3.18.7 ἀγαθὸς ἐν τῷ ἔργῳ τούτῳ γενόμενος. καὶ ἡ μὲν τροπὴ, ἐπεὶ Ἀμμάτας ἔπεσε, λαμπρὰ ἐγεγόνει, φεύγοντες δὲ κατὰ κράτος οἱ Βανδίλοι ἀνεσόβουν ἅπαντας 3.18.8 τοὺς ἐκ Καρχηδόνος ἐς ∆έκιμον ἰόντας. ἐπορεύοντο γὰρ οὐδενὶ κόσμῳ οὐδὲ ὡς ἐς μάχην ξυντεταγμένοι, ἀλλὰ κατὰ συμμορίας, καὶ ταύτας βραχείας· κατὰ 3.18.9 τριάκοντα γὰρ ἢ εἴκοσιν ᾔεσαν. ὁρῶντες δὲ Βανδίλους τοὺς ἀμφὶ τὸν Ἀμμάταν φεύγοντας, καὶ οἰόμενοι τοὺς διώκοντας παμπληθεῖς εἶναι, τρέψαντες 3.18.10 τὰ νῶτα συνέφευγον. Ἰωάννης δὲ καὶ οἱ ξὺν αὐτῷ οἷς ἂν ἐντύχοιεν κτείνοντες ἄχρι ἐς τὰς Καρχηδόνος 3.18.11 πύλας ἀφίκοντο. καὶ γέγονε φόνος Βανδίλων ἐν τοῖς ἑβδομήκοντα σταδίοις τοσοῦτος ὥστε εἰκάζειν τοὺς θεωμένους δισμυρίων πολεμίων τὸ ἔργον εἶναι. 3.18.12 Κατὰ δὲ τὸν αὐτὸν χρόνον Γιβαμοῦνδός τε καὶ οἱ δισχίλιοι ἧκον ἐς Πεδίον Ἁλῶν, ὅπερ τεσσαράκοντα μὲν σταδίοις τοῦ ∆εκίμου ἀπέχει ἐν ἀριστερᾷ εἰς Καρχηδόνα ἰόντι, ἀνθρώπων δὲ καὶ δένδρων καὶ ἄλλου ὁτουοῦν ἔρημόν ἐστι, τῆς τοῦ ὕδατος ἅλμης ἄλλο οὐδὲν ἐνταῦθα πλὴν τοὺς ἅλας ἐώσης γίγνεσθαι· ἔνθα δὴ τοῖς Οὔννοις περιπεπτωκότες ἀπώλοντο πάν3.18.13 τες. ἦν δέ τις ἐν τοῖς Μασσαγέταις ἀνὴρ, ἀνδρίας μὲν καὶ ἰσχύος εὖ ἥκων, ὀλίγων δὲ ἡγούμενος ἀνδρῶν· οὗτος εἶχε γέρας ἐκ πατέρων τε καὶ προγόνων ἐν πᾶσι τοῖς