70
τῆς περὶ ταῦτα ἐργασίας ἐπιστάτης ἐγίγνετο, ἅπαντα ὠνούμενός τε καὶ ἀποδιδόμενος Κόλχοις, οὐχ ᾗπερ εἴθιστο, ἀλλ' ᾗπερ 2.15.12 ἐξῆν. ἅμα δὲ καὶ ἄλλως οἱ βάρβαροι ἤχθοντο ἐπιχωριάζοντι αὐτοῖς οὐκ εἰωθὸς πρότερον τῷ Ῥωμαίων στρατῷ. ἃ δὴ οὐκέτι φέρειν οἷοί τε ὄντες Πέρσαις τε καὶ Χοσρόῃ προσχωρεῖν ἔγνωσαν, πρέσβεις τε αὐτίκα τοὺς ταῦτα διαπραξομένους κρύφα Ῥωμαίων παρ' 2.15.13 αὐτοὺς ἔπεμψαν. οἷς δὴ εἴρητο τὰ πιστὰ πρὸς Χοσρόου λαβοῦσιν, ὅτι γε οὔποτε Λαζοὺς ἄκοντας ἐκδώσει Ῥωμαίοις, οὕτω δὴ αὐτὸν ξὺν τῷ Περσῶν στρατῷ ἐς τὴν χώραν ἐπαγαγέσθαι. 2.15.14 Ἀφικόμενοι τοίνυν ἐς Πέρσας οἱ πρέσβεις καὶ Χοσρόῃ λάθρα ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε «Εἴ «τινας καὶ ἄλλους ἐκ τοῦ παντὸς χρόνου τῶν μὲν «οἰκείων ἀποστάντας ὅντινα δὴ τρόπον, ἀνδράσι δὲ «τὸ παράπαν ἀγνῶσι προσκεχωρηκότας οὐ δέον αὖθις «εὖ ποιοῦσα ἡ τύχη ὡς μάλιστα ἀσμένους ἐπὶ τοὺς «πρὶν ἐπανήγαγεν ἐπιτηδείους, τοιούτους δή τινας καὶ 2.15.15 «Λαζοὺς, ὦ μέγιστε βασιλεῦ, νόμιζε εἶναι. Κόλχοι «γὰρ Πέρσαις σύμμαχοι τὸ ἀνέκαθεν ὄντες πολλά τε «εἰργάσαντο αὐτοὺς ἀγαθὰ καὶ αὐτοὶ ἔπαθον· ὧν δὴ «ἐν γράμμασι μνημεῖα πολλὰ ἡμεῖς τε ἔχομεν κἀν «τοῖς βασιλείοις τοῖς σοῖς ἐς τὸ παρὸν διασώζεται. 2.15.16 «χρόνῳ δὲ ὕστερον τοῖς ἡμετέροις προγόνοις τετύχηκεν «εἴτε παρ' ὑμῶν ἀμεληθεῖσιν εἴτε ἄλλου του ἕνεκα «(οὐ γὰρ ἔχομέν τι σαφὲς περὶ τούτων εἰδέναι) Ῥω2.15.17 «μαίοις ἐνσπόνδοις γενέσθαι. καὶ νῦν ἡμεῖς τε καὶ «ὁ Λαζικῆς βασιλεὺς δίδομεν Πέρσαις ἡμᾶς τε αὐτοὺς 2.15.18 «καὶ γῆν τὴν ἡμετέραν ὅ τι βούλοισθε χρῆσθαι. δεό»μεθα δὲ ὑμῶν οὑτωσὶ σκοπεῖσθαι περὶ ἡμῶν· εἰ μὲν «οὐδὲν πρὸς Ῥωμαίων πεπονθότες δεινὸν, ἀλλ' ἀγνω»μοσύνῃ ἐχόμενοι κεχωρήκαμεν εἰς ὑμᾶς, τήνδε ἡμῶν «εὐθὺς ἀποσείσασθε τὴν ἱκετείαν, οὐδὲ ὑμῖν ποτε «πιστοὺς ἔσεσθαι Κόλχους οἰόμενοι (φιλίας γὰρ διαλε»λυμένης ὁ τρόπος τῆς μετ' ἐκείνην πρὸς ἑτέρους 2.15.19 «καθισταμένης ἔλεγχος γίγνεται)· εἰ δὲ λόγῳ μὲν φίλοι «Ῥωμαίων, ἔργῳ δὲ ἀνδράποδα γεγονότες πιστὰ, ἔργα «πεπόνθαμεν πρὸς τῶν ἐφ' ἡμῖν τετυραννηκότων «ἀνόσια, δέξασθε μὲν ἡμᾶς τοὺς πρόσθε ξυμμάχους, «κτήσασθε δὲ δούλους οἷς φίλοις ἐχρῆσθε, μισήσατε «δὲ τυραννίδα πικρὰν οὕτως ἡμῖν ἐν γειτόνων ἐγη»γερμένην, τῆς δικαιοσύνης ἄξια πράσσοντες, ἣν περι2.15.20 «στέλλειν ἀεὶ πάτριον Πέρσαις. οὐ γὰρ ὁ μηδὲν «αὐτὸς ἀδικῶν γίκαιος, εἰ μὴ καὶ τοὺς ὑφ' ἑτέρων «ἀδικουμένους ἔχων ἐν ἐξουσίᾳ ῥύεσθαι πέφυκεν. 2.15.21 «ἔνια δὲ εἰπεῖν ὧν τετολμήκασιν οἱ κατάρατοι Ῥωμαῖοι «καθ' ἡμῶν ἄξιον. τῷ μὲν γὰρ ἡμετέρῳ βασιλεῖ τὸ «σχῆμα μόνον τῆς βασιλείας ἀπολιπόντες αὐτοὶ τὴν «ἐξουσίαν ἐπὶ τῶν ἔργων ἀφῄρηνται, καὶ κάθηται βα»σιλεὺς ἐν ὑπηρέτου μοίρᾳ, τὸν ἐπιτάττοντα στρα2.15.22 «τηγὸν δεδιώς· στρατιᾶς δὲ ἡμῖν ἐπέστησαν πλῆθος, «οὐχ ὅπως τὴν χώραν ἀπὸ τῶν ἐνοχλούντων φρουρή»σουσιν (οὐ γὰρ οὐδέ τις τῶν ὁμόρων ἡμᾶς πλήν γε «δὴ Ῥωμαίων ἠνώχλησεν), ἀλλ' ὅπως ἡμᾶς ὥσπερ ἐν «δεσμωτηρίῳ καθείρξαντες κύριοι τῶν ἡμετέρων γε2.15.23 «νήσονται. λογισάμενοι δὲ συντομωτέραν ποιήσασθαι «τὴν τῶν ἡμῖν ὑπαρχόντων ἀφαίρεσιν, ὅρα, ὦ βασι2.15.24 «λεῦ, ἐς ὁποίαν τινὰ ἔννοιαν ἦλθον· τῶν ἐπιτηδείων «ἃ μὲν περιττὰ παρ' ἐκείνοις εἶναι τετύχηκεν, ἀναγκά»ζουσιν οὐχ ἑκόντας ὠνεῖσθαι Λαζοὺς, ὅσα δὲ αὐτοῖς «χρησιμώτατα φέρειν Λαζικὴ πέφυκεν, οἵδε ἀξιοῦσι «δῆθεν τῷ λόγῳ παρ' ἡμῶν πρίασθαι, τιμῆς ἑκατέρωθι 2.15.25 «γνώμῃ τῶν κρατούντων ὁριζομένης. οὕτω τε ξὺν «τοῖς ἀναγκαίοις ἅπαν ἀφαιροῦνται τὸ χρυσίον ἡμᾶς, «ὀνόματι μὲν τῷ τῆς ἐμπορίας εὐπρεπεῖ χρώμενοι, «ἔργῳ δὲ ἡμᾶς ὡς ἔνι μάλιστα βιαζόμενοι. ἐφέστηκέ «τε ἡμῖν ἄρχων κάπηλος, τὴν ἡμετέραν ἀπορίαν ἐργα2.15.26 «σίαν τινὰ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ πεποιημένος. ἡ μὲν «οὖν τῆς ἀποστάσεως αἰτία τοιαύτη τις οὖσα τὸ δίκαιον «ἐφ' ἑαυτῆς ἔχει· ὅσα δὲ ὑμῖν αὐτοῖς ξύμφορα ἔσται, 2.15.27 «δεχομένοις τὴν Λαζῶν δέησιν, αὐτίκα ἐροῦμεν. τῇ «Περσῶν ἀρχῇ βασιλείαν ἀρχαιοτάτην προσθήσετε, «μηκυνόμενόν τε ἀπ' αὐτῆς ἕξετε τὸ τῆς ἡγεμονίας «ἀξίωμα, μετεῖναι δὲ τῆς Ῥωμαίων θαλάσσης ὑμῖν διὰ «τῆς