31
δεξιᾷ ἔχοντας, Σαρακηνοὺς δὲ τὰ εὐώνυμα. καὶ αὐτίκα μὲν ἐς χεῖρας ἀμφότεροι ἦλθον. ἦν δὲ ἡ μάχη καρ1.18.31 τερὰ μάλιστα. τά τε γὰρ τοξεύματα ἑκατέρωθεν συχνὰ ἐπὶ πλεῖστον βαλλόμενα φόνον ἀμφοτέρων πολὺν ἐποίει καί τινες ἐν μεταιχμίῳ γινόμενοι ἔργα ἐς ἀλλήλους ἐπεδείκνυντο ἀρετῆς ἄξια, μᾶλλον δὲ Πέρσαι ἐκ τῶν 1.18.32 τοξευμάτων πολλοὶ ἔθνησκον. τὰ μὲν γὰρ αὐτῶν βέλη συχνότερα μὲν ἀτεχνῶς ἦν, ἐπεὶ Πέρσαι τοξόται τε σχεδόν τί εἰσιν ἅπαντες καὶ πολὺ θᾶσσον ἢ οἱ ἄλλοι ξύμπαντες ἄνθρωποι ποιεῖσθαι τὰς βολὰς ἐκδιδάσκον1.18.33 ται, ἐκ δὲ τόξων μαλθακῶν τε καὶ οὐ λίαν ἐντεταμένων βαλλόμενα θώρακι ἴσως ἢ κράνει ἢ καὶ ἀσπίδι ἐντυχόντα Ῥωμαίου ἀνδρὸς ἀπεκαυλίζετό τε καὶ λυπεῖν 1.18.34 τὸν προσπίπτοντα οὐδαμῆ εἶχε. Ῥωμαίων δὲ τά τε τοξεύματα βραδύτερα μὲν ἐς ἀεί ἐστιν, ἅτε δὲ ἐκ τόξων σκληρῶν τε ὑπεράγαν καὶ δεινῶς ἐντεταμένων βαλλόμενα, προσθείη δὲ ἄν τις καὶ πρὸς ἀνδρῶν ἰσχυροτέρων, πολλῷ ἔτι μᾶλλον ἢ οἱ Πέρσαι, οἷς ἂν ἐντύχοιεν, εὐπετῶς σίνονται, ὅπλου οὐδενὸς ἐμποδὼν 1.18.35 αὐτῶν γινομένου τῇ ῥύμῃ. ἤδη μὲν οὖν τῆς ἡμέρας αἱ δύο παρῳχήκεσαν μοῖραι, καὶ ἡ μάχη ἔτι ἀγχώμαλος ἦν. τότε δὲ ξυμφρονήσαντες, ὅσοι δὴ ἄριστοι ἐν τῷ Περσῶν στρατεύματι ἦσαν, ἐσήλαυνον ἐς τῶν πολεμίων τὸ δεξιὸν κέρας, οὗ δὴ Ἀρέθας τε καὶ οἱ Σαρακηνοὶ 1.18.36 ἐτετάχατο. οἱ δὲ οὕτω τὴν φάλαγγα διαλύσαντες δίχα ἐγένοντο, ὥστε καὶ δόξαν ἀπήνεγκαν ὅτι δὴ Πέρσαις τὰ Ῥωμαίων πράγματα προὔδοσαν. τοὺς γὰρ ἐπιόντας οὐχ ὑποστάντες αὐτίκα ἐς φυγὴν ἅπαντες ὥρμηντο. 1.18.37 οἱ γοῦν Πέρσαι διαρρήξαντες οὕτω τὴν τῶν ἐναντίων παράταξιν κατὰ νώτου εὐθὺς τῆς Ῥωμαίων ἵππου ἐγένοντο. Ῥωμαῖοι δὲ κεκμηκότες ἤδη τῇ τε ὁδῷ καὶ τῷ πόνῳ τῆς μάχης νήστεις τε ἅπαντες ἐς τόδε τῆς ἡμέρας ὄντες, καὶ πρὸς τῶν πολεμίων ἑκατέρωθεν ἐνοχλούμενοι, οὐκέτι ἀντεῖχον, ἀλλ' οἱ μὲν πολλοὶ φεύγοντες ἀνὰ κράτος ἐς τοῦ ποταμοῦ τὰς νήσους ἄγχιστά που οὔσας ἐχώρησαν, τινὲς δὲ καὶ αὐτοῦ μένοντες ἔργα θαυμαστά τε καὶ λόγου πολλοῦ ἄξια τοὺς πολεμίους 1.18.38 εἰργάσαντο. ἐν τοῖς καὶ Ἀσκὰν ἦν, ὃς δὴ πολλοὺς μὲν κτείνας τῶν ἐν Πέρσαις δοκίμων, κρεουργηθεὶς δὲ κατὰ βραχὺ μόλις ἔπεσε, λόγον αὑτοῦ πολὺν τοῖς πολεμίοις ἀπολιπών. καὶ ξὺν αὐτῷ ἄλλοι ὀκτακόσιοι ἄνδρες ἀγαθοὶ γενόμενοι ἐν τῷ πόνῳ τούτῳ ἀπέθανον, οἵ τε Ἴσαυροι ξὺν τοῖς ἄρχουσι σχεδὸν ἅπαντες, οὐδὲ 1.18.39 ὅπλα ἀνταίρειν τοῖς πολεμίοις τολμήσαντες. ἀπειρίᾳ γὰρ τοῦ ἔργου τούτου πολλῇ εἴχοντο, ἐπεὶ ἄρτι τῆς γεωργίας ἀφέμενοι ἐς κίνδυνον πολέμου κατέστησαν, 1.18.40 ἀγνῶτα σφίσι τὰ πρότερα ὄντα. καίτοι μάλιστα πάντων αὐτοὶ ἔναγχος ἐς τὴν μάχην ἀγνοίᾳ πολέμου ὀργῶντες Βελισαρίῳ τότε τὴν δειλίαν ὠνείδιζον. οὐ μὴν οὐδὲ Ἴσαυροι ἅπαντες, ἀλλὰ Λυκάονες οἱ πλεῖστοι ἦσαν. 1.18.41 Βελισάριος δὲ ξὺν ὀλίγοις τισὶν ἐνταῦθα μείνας, τέως μὲν τοὺς ἀμφὶ τὸν Ἀσκὰν ἀντέχοντας ἑώρα, καὶ 1.18.42 αὐτὸς ξὺν τοῖς παροῦσι τοὺς πολεμίους ἠμύνατο· ἐπεὶ δὲ αὐτῶν οἱ μὲν ἔπεσον, οἱ δὲ ὅπη ἐδύναντο ἐς φυγὴν ὥρμηντο, τότε δὴ καὶ αὐτὸς ξὺν τοῖς ἑπομένοις φυγὼν ἐς τῶν πεζῶν τὴν φάλαγγα ἦλθεν, οἳ ξὺν τῷ Πέτρῳ ἔτι ἐμάχοντο, οὐ πολλοὶ ὄντες, ἐπεὶ καὶ αὐτῶν ἔτυχον 1.18.43 φυγόντες οἱ πλεῖστοι. ἔνθα δὴ αὐτός τε τὸν ἵππον ἀφῆκε καὶ πάντας αὐτὸ δρᾶν τοὺς ἑπομένους ἐκέλευε, πεζούς τε ξὺν τοῖς ἄλλοις τοὺς ἐπιόντας ἀμύνασθαι. 1.18.44 Περσῶν δὲ ὅσοι τοῖς φεύγουσιν εἵποντο, δι' ὀλίγου τὴν δίωξιν ποιησάμενοι εὐθὺς ἐπανῆκον, ἔς τε τοὺς πεζοὺς καὶ Βελισάριον ξὺν τοῖς ἄλλοις ἅπασιν ὥρμηντο. οἱ δὲ τὰ νῶτα ἐς τὸν ποταμὸν τρέψαντες, ὅπως μή τις αὐτοῖς πρὸς τῶν πολεμίων κύκλωσις γένοιτο, ἐκ 1.18.45 τῶν παρόντων τοὺς ἐπιόντας ἠμύνοντο. αὖθίς τε ἡ μάχη καρτερὰ γέγονε, καίπερ οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως οὖσα. πεζοί τε γὰρ καὶ λίαν ὀλίγοι πρὸς ξύμπασαν ἐμάχοντο τὴν Περσῶν ἵππον. οὐ μέντοι αὐτοὺς οἱ πολέμιοι οὔτε τρέπεσθαι οὔτε ἄλλως βιάζε1.18.46 σθαι εἶχον. ἐν χρῷ τε γὰρ ἀλλήλοις ἐς ὀλίγον ἀεὶ ξυναγόμενοι καὶ ὡς ἰσχυρότατα ταῖς ἀσπίσι φραξάμενοι ἔβαλλον μᾶλλον ἐς τοὺς Πέρσας ἐπιτηδείως ἢ αὐτοὶ 1.18.47 πρὸς