32
ἐκείνων ἐβάλλοντο. πολλάκις τε ἀπειπόντες οἱ βάρβαροι ἐπ' αὐτοὺς ἤλαυνον, ὡς ξυνταράξοντές τε καὶ διαλύσοντες τὴν παράταξιν, ἀλλ' ἄπρακτοι ἐνθένδε 1.18.48 ὀπίσω αὖθις ἀπήλαυνον. οἱ γὰρ ἵπποι αὐτοῖς τῷ τῶν ἀσπίδων πατάγῳ ἀχθόμενοι ἀνεχαιτίζοντό τε καὶ ἐς ταραχὴν ξὺν τοῖς ἐπιβάταις καθίσταντο. διαγεγόνασί τε οὕτως ἑκάτεροι, ἕως ἐγεγόνει τῆς ἡμέρας ὀψέ. 1.18.49 νυκτὸς δὲ ἤδη ἐπιλαβούσης Πέρσαι μὲν ἐς τὸ στρατόπεδον ἀνεχώρησαν, Βελισάριος δὲ ὁλκάδος ἐπιτυχὼν ξὺν ὀλίγοις τισὶν ἐς τοῦ ποταμοῦ τὴν νῆσον κατῆρεν, 1.18.50 οὗ δὴ καὶ οἱ ἄλλοι Ῥωμαῖοι νηχόμενοι ἦλθον. τῇ δὲ ὑστεραίᾳ Ῥωμαῖοι μὲν ὁλκάδων σφίσιν ἐκ Καλλινίκου πόλεως παραγενομένων πολλῶν ἐς αὐτὴν ἐκομίσθησαν, Πέρσαι δὲ τοὺς νεκροὺς ἐσκυλευκότες ἐπ' οἴκου ἅπαντες ἀνεχώρησαν. οὐ μὴν τοὺς σφετέρους νεκροὺς τῶν πολεμίων ἐλάσσους εὗρον. 1.18.51 Ἀζαρέθης δὲ, ἐπεὶ ξὺν τῷ στρατῷ ἐς Πέρσας ἀφίκετο, καίπερ ἐν τῇ μάχῃ εὐημερήσας, ἀχαρίστου Κα1.18.52 βάδου μάλιστα ἔτυχεν ἐξ αἰτίας τοιᾶσδε. νόμος ἐστὶ Πέρσαις, ἡνίκα ἐπὶ τῶν πολεμίων τινὰς στρατεύεσθαι μέλλωσι, τὸν μὲν βασιλέα ἐπὶ θρόνου τοῦ βασιλείου καθῆσθαι, κοφίνους δέ οἱ πολλοὺς ἐνταῦθά πη εἶναι, καὶ παρεῖναι μὲν τὸν στρατηγὸν, ὃς δὴ τῷ στρατῷ ἐπὶ τοὺς ἐναντίους ἐξηγήσεσθαι ἐπίδοξός ἐστι, παριέναι δὲ τὸ στράτευμα τοῦτο ἐς τοῦ βασιλέως τὴν ὄψιν κατ' ἄνδρα ἕνα, καὶ αὐτῶν ἕκαστον βέλος ἓν ἐς τὰς ταρπὰς ῥιπτεῖν, μετὰ δὲ αὐτὰς μὲν τῇ βασιλέως σφραγῖδι κατασεσημασμένας φυλάττεσθαι, ἐπειδὰν δὲ ἐς Πέρσας ἐπανίοι τὸ στράτευμα τοῦτο, τῶν στρατιωτῶν ἕκαστον 1.18.53 ἐκ τῶν ἀρρίχων ἓν ἀναιρεῖσθαι βέλος. ἀριθμοῦντες οὖν τῶν βελῶν ὅσα πρὸς τῶν ἀνδρῶν οὐκ ἀνῄρηται, οἷς ἐπίκειται ἡ τιμὴ αὕτη, ἀγγέλλουσι τῷ βασιλεῖ τὸ πλῆθος τῶν οὐκ ἐπανηκόντων στρατιωτῶν, ταύτῃ τε ὅσοι ἐν τῷ πολέμῳ τετελευτήκασιν ἔνδηλοι γίνονται. 1.18.54 οὕτω μὲν οὖν Πέρσαις ὁ νόμος ἐκ παλαιοῦ ἔχει. ἐπεὶ δὲ Ἀζαρέθης ἐς ὄψιν τῷ βασιλεῖ ἦλθεν, ἀνεπυνθάνετο αὐτοῦ ὁ Καβάδης εἴ τι χωρίον παραστησάμενος Ῥωμαϊκὸν ἥκοι, ἐπεὶ ξὺν τῷ Ἀλαμουνδάρῳ ὡς Ἀντιόχειαν καταστρεψόμενος ἐπὶ Ῥωμαίους στρατεύσειεν. ὁ δὲ Ἀζαρέθης χωρίον μὲν ἑλεῖν οὐδὲν ἔφασκε, Ῥωμαίους 1.18.55 δὲ καὶ Βελισάριον μάχῃ νενικηκέναι. Καβάδης μὲν οὖν παριέναι τὸ ξὺν τῷ Ἀζαρέθῃ ἐκέλευε στράτευμα, ἔκ τε τῶν ταρπῶν βέλος ἕκαστος ἀνῃρεῖτο ᾗπερ εἰώ1.18.56 θει. πολλῶν δὲ ἀπολελειμμένων βελῶν ὠνείδιζέ τε τῷ Ἀζαρέθῃ ὁ βασιλεὺς τὴν νίκην καὶ ἐν τοῖς ἀτιμοτάτοις τὸ λοιπὸν εἶχε. τὰ μὲν οὖν τῆς νίκης ἐς τοῦτο ἐτελεύτα τῷ Ἀζαρέθῃ. 1.19.1 Ἔννοια δὲ τότε Ἰουστινιανῷ βασιλεῖ γέγονεν Αἰθίοπάς τε καὶ Ὁμηρίτας ἐπὶ τῷ Περσῶν πονηρῷ ἑταιρίσασθαι. ὅπη δὲ τῆς γῆς οἱ ἄνθρωποι οἵδε ᾤκηνται καὶ καθ' ὅ τι αὐτοὺς Ῥωμαίοις ξυνοίσειν βα1.19.2 σιλεὺς ἤλπισεν, ἐρῶν ἔρχομαι. τὰ Παλαιστίνης ὅρια πρὸς ἀνίσχοντα ἥλιον ἐς θάλασσαν τὴν Ἐρυθρὰν κα1.19.3 λουμένην διήκει. αὕτη δὲ ἡ θάλασσα ἐξ Ἰνδῶν ἀρχομένη ἐνταῦθα τελευτᾷ τῆς Ῥωμαίων ἀρχῆς. καὶ πόλις Αἰλὰς καλουμένη πρὸς τῇ ταύτης ἠϊόνι ἐστὶν, ἔνθα ἡ θάλασσα, ὥσπερ μοι εἴρηται, ἀπολήγουσα πορθμός τις ἐς ἄγαν στενὸς γίνεται. καὶ αὐτὸν ἐνθένδε ἐσπλέοντι ἐν δεξιᾷ μὲν ὄρη τὰ Αἰγυπτίων πρὸς νότον ἄνεμον τετραμμένα ἐστὶν, ἐπὶ θάτερα δὲ χώρα ἔρημος ἀνθρώπων ἐπὶ πλεῖστον διήκει πρὸς βορρᾶν ἄνεμον, ἥ τε γῆ αὕτη τῷ ἐσπλέοντι ἑκατέρωθεν ὁρατὴ γίνεται, μέχρι ἐς τὴν Ἰωτάβην καλουμένην νῆσον, Αἰλᾶ πόλεως στα1.19.4 δίους οὐχ ἧσσον ἢ χιλίους διέχουσαν. ἔνθα Ἑβραῖοι αὐτόνομοι μὲν ἐκ παλαιοῦ ᾤκηντο, ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος κατήκοοι Ῥωμαίων γεγένην1.19.5 ται. πέλαγος δὲ τὸ ἐνθένδε μέγα ἐκδέχεται. καὶ γῆν μὲν τὴν ἐν δεξιᾷ οἱ ταύτῃ ἐσπλέοντες οὐκέτι ὁρῶσιν, ἐς μέντοι τὴν εὐώνυμον νυκτὸς ἀεὶ ἐπιγι1.19.6 νομένης ὁρμίζονται. ἐν σκότῳ γὰρ ναυτίλλεσθαι ἐν ταύτῃ δὴ τῇ θαλάσσῃ ἀδύνατά ἐστιν, ἐπεὶ βράχους 1.19.7 αὐτὴν ἔμπλεων ἐπὶ πλεῖστον ξυμβαίνει εἶναι. ὅρμοι δέ εἰσιν ἐνταῦθα πολλοὶ οὐ χερσὶν ἀνθρώπων, ἀλλὰ τῇ φύσει τῶν χωρίων πεποιημένοι, καὶ ἀπ' αὐτοῦ τοῖς πλέουσιν οὐ χαλεπόν ἐστιν ὅπη παρατύχοι ὁρμίζεσθαι. Ταύτην δὴ τὴν ἠϊόνα εὐθὺς