48
ὁπωσ»τιοῦν αὐτῷ προσηκόντων ἐρῶν, μένειν τε οὐ δυνά»μενος ἐν τοῖς καθεστῶσι, γῆν μὲν ἅπασαν ξυλλαβεῖν «ἐπεθύμησεν, ἑκάστην δὲ ἀρχὴν περιβαλέσθαι ἐν 2.2.7 «σπουδῇ ἔσχεν. εἶτα (οὐδὲ γὰρ Πέρσαις κατὰ μόνας «ἐγχειρεῖν ἴσχυεν οὐδὲ Περσῶν οἱ ἀντιστατούντων «οἷός τε ἦν ἐπ' ἄλλους ἰέναι) σὲ μὲν τῷ τῆς εἰρήνης «παραπετάσματι ἐξαπατᾶν ἔγνω, τοὺς δὲ λοιποὺς βια»ζόμενος μεγάλας δυνάμεις ἐπὶ τῇ σῇ ἀρχῇ ἑταιρίζε2.2.8 «σθαι. Βανδίλων μὲν οὖν ἤδη καθελὼν τὴν βασιλείαν «καὶ Μαυρουσίους καταστρεψάμενος, Γότθων αὐτῷ «φιλίας ὀνόματι ἐκποδὼν ἱσταμένων, χρήματά τε με»γάλα καὶ σώματα πολλὰ ἐπαγόμενος ἐφ' ἡμᾶς ἥκει. 2.2.9 «ἔνδηλος δέ ἐστιν, ἢν καὶ Γότθους παντάπασιν ἐξελεῖν «δύνηται, ὡς ξὺν ἡμῖν τε καὶ τοῖς ἤδη δεδουλωμένοις «ἐπὶ Πέρσας στρατεύσει, οὔτε τὸ τῆς φιλίας ἐννοῶν 2.2.10 «ὄνομα οὔτε τι τῶν ὀμωμοσμένων ἐρυθριῶν. ἕως οὖν «ἔτι σοι λείπεται τις σωτηρίας ἐλπὶς, μήτε ἡμᾶς ἐρ»γάσῃ κακὸν περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς, «ἀλλ' ὅρα μὲν ἐν τοῖς ἡμετέροις κακοῖς ὅσα ὀλίγῳ «ὕστερον ξυμβήσεται Πέρσαις, ἐνθυμοῦ δὲ ὡς Ῥω»μαῖοι τῇ σῇ βασιλείᾳ εὖνοι μὲν οὐκ ἄν ποτε εἶεν, «δυνάμει δὲ κρείσσους γενόμενοι οὐδὲν μελλήσουσι τὸ 2.2.11 «ἐς Πέρσας ἔχθος ἐνδείκνυσθαι. ἐν δέοντι τοίνυν τῇ «ἐξουσίᾳ χρῆσαι, μὴ παυσαμένην ἐπιζητήσῃς. λωφή»σασα γὰρ ἡ τῶν καιρῶν ἀκμὴ ἐπανιέναι οὐδαμῶς «πέφυκεν. ἄμεινον δὲ προτερήσαντα ἐν τῷ ἀσφαλεῖ «εἶναι ἢ τῶν καιρῶν ὑστερηκότα τὰ πάντων αἰσχρότατα «πρὸς τῶν πολεμίων παθεῖν.» 2.2.12 Ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, εὖ τέ οἱ παραινεῖν Οὐίττιγις ἔδοξε καὶ λύειν τὰς σπονδὰς ἔτι μᾶλλον ἐν σπουδῇ εἶχε. φθόνῳ γὰρ ἐς Ἰουστινιανὸν βασιλέα ἐχόμενος λογίζεσθαι ὡς ἥκιστα ἔγνω, ὅτι δὴ πρὸς ἀνδρῶν Ἰουστινιανῷ βασιλεῖ δυσμενῶν μάλιστα οἱ λόγοι 2.2.13 ἐς αὐτὸν γένοιντο. ἀλλὰ τῷ βούλεσθαι ἐς τὸ πεισθῆναι αὐτόμολος ἦλθεν. ὃ δὴ καὶ ἐς τοὺς Ἀρμενίων τε καὶ Λαζῶν λόγους ὀλίγῳ ὕστερον ἔδρασεν ἅπερ 2.2.14 μοι αὐτίκα μάλα λελέξεται. καίτοι τοιαῦτα Ἰουστινιανῷ ἐπεκάλουν ἐγκλήματα, ἅπερ ἂν εἰκότως βασιλεῖ γενναίῳ ἐγκώμια εἴη, ὅτι δὴ τὴν βασιλείαν τὴν αὑτοῦ μείζω τε ποιῆσαι καὶ πολλῷ ἐπιφανεστέραν ἐν σπουδῇ 2.2.15 ἔχοι. ταῦτα γὰρ καὶ Κύρῳ ἄν τις ἐπενέγκοι τῷ Περσῶν βασιλεῖ καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ἀλλὰ γὰρ φθόνῳ τὸ δίκαιον οὐδαμῆ εἴωθε ξυνοικίζεσθαι. διὰ ταῦτα μὲν ὁ Χοσρόης τὰς σπονδὰς λύειν διενοεῖτο. 2.3.1 Ἐν τούτῳ δὲ καὶ ἄλλο τι γενέσθαι τοιόνδε ξυνέβη. Συμεώνης ἐκεῖνος, ὁ τὸ Φαράγγιον Ῥωμαίοις ἐνδοὺς, Ἰουστινιανὸν βασιλέα πείθει, ἔτι τοῦ πολέμου ἀκμάζοντος, κώμαις αὐτόν τισιν ἀνδρῶν Ἀρμενίων 2.3.2 δωρήσασθαι. κύριός τε τῶν χωρίων γενόμενος πρὸς τῶν αὐτὰ πάλαι κεκτημένων ἐξ ἐπιβουλῆς θνήσκει. 2.3.3 ἐξειργασμένου δὲ τοῦ κακοῦ οἱ τοῦ φόνου αὐτουργοὶ φεύγουσιν ἐς τὰ Περσῶν ἤθη. ἀδελφὼ δὲ ἤστην δύο Περόζου παῖδε. βασιλεύς τε ταῦτα ἀκούσας τάς τε κώμας Ἀμαζάσπῃ παραδίδωσι τῷ Συμεώνου ἀδελφιδῷ 2.3.4 καὶ ἄρχοντα κατεστήσατο Ἀρμενίοις αὐτόν. τοῦτον τὸν Ἀμαζάσπην, προϊόντος τοῦ χρόνου, Ἰουστινιανῷ βασιλεῖ τῶν τις ἐπιτηδείων διέβαλλεν, Ἀκάκιος ὄνομα, κακουργεῖν τε ἐς Ἀρμενίους καὶ βούλεσθαι Πέρσαις ἐνδοῦναι Θεοδοσιούπολίν τε καὶ ἄλλα ἄττα πολίσματα. 2.3.5 ταῦτα εἰπὼν γνώμῃ βασιλέως Ἀκάκιος τὸν Ἀμαζάσπην δόλῳ ἔκτεινε, καὶ τὴν Ἀρμενίων ἀρχὴν δόντος βασι2.3.6 λέως ἔσχεν αὐτός. πονηρὸς δὲ ὢν φύσει ἔσχε καθ' ὅ τι τὰ τῆς ψυχῆς ἤθη ἐνδείξοιτο. γέγονεν οὖν ἐς 2.3.7 τοὺς ἀρχομένους ὠμότατος ἀνθρώπων ἁπάντων. τά τε γὰρ χρήματα ἐληίζετο οὐδενὶ λόγῳ καὶ φόρου αὐτοῖς ἀπαγωγὴν οὔποτε οὖσαν ἐς κεντηνάρια τέσσαρα ἔταξεν. Ἀρμένιοι δὲ (φέρειν γὰρ οὐκέτι αὐτὸν οἷοί τε ἦσαν) κτείνουσί τε ξυμφρονήσαντες τὸν Ἀκάκιον καὶ ἐς τὸ Φαράγγιον καταφεύγουσι. 2.3.8 ∆ιὸ δὴ Σίτταν ἐπ' αὐτοὺς ἐκ Βυζαντίου βασιλεὺς ἔπεμψεν. ἐνταῦθα γὰρ ὁ Σίττας διέτριβεν, ἐπειδὴ 2.3.9 Ῥωμαίοις ἐγένοντο αἱ πρὸς Πέρσας σπονδαί. ὃς δὴ ἐς Ἀρμενίους ἐλθὼν τὰ μὲν πρῶτα ἐς τὸν πόλεμον ὀκνηρῶς ᾔει, τιθασσεύειν μέντοι καὶ ἐπὶ τὰ πρότερα ἤθη ἀντικαθιστάναι τοὺς ἀνθρώπους ἠπείγετο, πείθειν βασιλέα