60
ὄψιν τε τῷ βασιλεῖ κατὰ 2.8.31 τάχος ἦλθε καὶ ἔλεξεν ὧδε «Οὐχὶ ταὐτά μοι δοκεῖς, ὦ «δέσποτα, Ῥωμαίοις ἀμφὶ τῇ τούτων σωτηρίᾳ γινώ»σκειν. οἱ μὲν γὰρ καὶ πρὸ τῶν κινδύνων ὑβρίζου»σιν ἐς τὴν βασιλείαν τὴν σὴν καὶ ἡσσημένοι τολμῶσί «τε τὰ ἀμήχανα καὶ δρῶσι τοὺς Πέρσας ἀνήκεστα «ἔργα, ὥσπερ δεδιότες μή τις αὐτοῖς παρὰ σοὶ φιλαν»θρωπίας λελείψεται λόγος· σὺ δὲ τούς τε σώζεσθαι «οὐκ ἀξιοῦντας ἐλεεῖν βούλει καὶ φείδεσθαι τῶν οὐ2.8.32 «δαμῆ ἐθελόντων ἐσπούδακας. οἱ δὲ προλοχίσαντες «ἐν ἁλούσῃ πόλει τοὺς νενικηκότας ἐνέδραις τισὶ «διαφθείρουσι, καίπερ ἁπάντων αὐτοῖς πάλαι πεφευγό2.8.33 «των στρατιωτῶν.» ταῦτα ὁ Χοσρόης ἀκούσας, τῶν ἀρίστων πολλοὺς ἐπ' αὐτοὺς ἔπεμψεν, οἳ οὐκ ἐς μακρὰν ἐπανήκοντες οὐδὲν ξυμβῆναι φλαῦρον ἀπήγγελ2.8.34 λον. ἤδη γὰρ Ἀντιοχέας Πέρσαι βιασάμενοι πλήθει ἐτρέψαντο, καὶ γέγονε φόνος ἐνταῦθα πολύς. οἱ γὰρ Πέρσαι οὐδεμιᾶς ἡλικίας φειδόμενοι τοὺς ἐν ποσὶν ἅπαντας 2.8.35 ἡβηδὸν ἔκτεινον. τότε φασὶ γυναῖκας τῶν ἐν Ἀντιοχεῦσιν ἐπιφανῶν δύο γενέσθαι μὲν ἔξω τοῦ περιβόλου, αἰσθομένας δὲ ὡς ὑπὸ τοῖς πολεμίοις γενήσονται (πανταχόσε γὰρ ἤδη περιιόντες καθεωρῶντο) δρόμῳ μὲν παρὰ τὸν ποταμὸν Ὀρόντην ἐλθεῖν, φοβουμένας δὲ μή τι σφᾶς ἐς τὸ σῶμα ὑβρίσωσι Πέρσαι, ταῖς τε καλύπτραις ἐγκαλυψαμένας τὰ πρόσωπα καὶ ἐς τὸ τοῦ ποταμοῦ ῥεῦμα ἐμπεσούσας ἀφανισθῆναι. οὕτω πᾶσα κακοῦ τοὺς Ἀντιοχέας ἰδέα ἔσχεν. 2.9.1 Ἐνταῦθα ὁ Χοσρόης τοῖς πρέσβεσιν ἔλεξε τοιάδε «Οὐκ ἔξω τοῦ ἀληθοῦς τὸν παλαιὸν λόγον «οἴομαι εἶναι, ὅτι δὴ οὐκ ἀκραιφνῆ τἀγαθὰ ὁ θεὸς, «ἀλλὰ κεραννύων αὐτὰ τοῖς κακοῖς εἶτα τοῖς ἀνθρώ2.9.2 «ποις παρέχεται. καὶ δι' αὐτὸ οὐδὲ τὸ γελᾶν ἄκλαυστον «ἔχομεν, παραπέπηγε δέ τις ἀεὶ τοῖς μὲν εὐτυχήμασι «συμφορὰ, ταῖς δὲ ἡδοναῖς λύπη, οὐκ ἐῶσαί τινα «γνησίας ποτὲ τῆς δεδομένης εὐημερίας ἀπόνασθαι. 2.9.3 «πόλιν γὰρ τήνδε, ἀξιολογωτάτην ἐς τὰ μάλιστα λε»γομένην τε καὶ οὖσαν ἐν γῇ τῇ Ῥωμαίων, ἀπονώτατα «μὲν ἑλεῖν ἴσχυσα, τοῦ θεοῦ αὐτοσχεδιάσαντος ἡμῖν, 2.9.4 «ὡς ὁρᾶτε δήπου, τὴν νίκην. φόνον μέντοι ἀνθρώπων «ὁρῶντί μοι τοσούτων τὸ πλῆθος, αἵματί τε πολλῷ «βεβαπτισμένον τὸ τρόπαιον, οὐδεμία τῆς ἀπὸ τῆς 2.9.5 «πράξεως ἡδονῆς γέγονεν αἴσθησις. καὶ τῶνδε οἱ «ταλαίπωροι Ἀντιοχεῖς αἴτιοι, οἵ γε τειχομαχοῦντας «μὲν οὐχ οἷοί τε γεγόνασι Πέρσας ἀπώσασθαι, πρὸς «δὲ νενικηκότας ἤδη καὶ αὐτοβοεὶ τὴν πόλιν ἑλόντας «θράσει θανατῶντες ἀλογίστῳ ζυγομαχεῖν ἔγνωσαν. 2.9.6 «πάντες μὲν οὖν οἱ Περσῶν δόκιμοι πολλὰ ἐνοχλοῦντες «σαγηνεῦσαί τέ με τὴν πόλιν ἠξίουν καὶ ξύμπαντας «διαφθεῖραι τοὺς ἡλωκότας, ἐγὼ δὲ τοὺς φεύγοντας «ἐκέλευον εἰς τὴν ὑπαγωγὴν ἔτι μᾶλλον ὁρμᾶν, ὅπως «ὅτι τάχιστα σώζοιντο. τὸ γὰρ ἐπεμβαίνειν τοῖς ἡλω2.9.7 «κόσιν οὐχ ὅσιον.» τοσαῦτα μὲν ὁ Χοσρόης τερατευόμενός τε καὶ διαθρυπτόμενος τοῖς πρέσβεσιν εἶπεν, οὐκ ἔλαθε μέντοι αὐτοὺς ὅτου ἕνεκα τὸν καιρὸν φεύγουσι τοῖς Ῥωμαίοις ἐνδοίη. 2.9.8 Ἦν γὰρ δεινότατος ἀνθρώπων ἁπάντων τὰ μὲν οὐκ ὄντα εἰπεῖν, τὰ δὲ ἀληθῆ ἀποκρύψασθαι, καὶ ὧν αὐτὸς ἐξημάρτανε τὰς αἰτίας τοῖς ἠδικημένοις ἐπενεγκεῖν· ἔτι δὲ ὁμολογῆσαι μὲν ἕτοιμος ἅπαντα καὶ ὅρκῳ τὴν ὁμολογίαν πιστώσασθαι, λίαν δὲ τῶν ἔναγχος αὐτῷ ξυγκειμένων τε καὶ ὀμωμοσμένων ἑτοιμότερος ἐς λήθην ἀφῖχθαι, καὶ χρημάτων μὲν ἕνεκεν ἐπὶ πᾶν ἄγος καθεῖναι τὴν ψυχὴν ἄοκνος, τῷ δὲ προσώπῳ σχηματίζεσθαι τὴν εὐλάβειαν ἀτεχνῶς ἔμπειρος, ἀφοσιοῦσθαί 2.9.9 τε τῷ λόγῳ τὴν πρᾶξιν. ὃς καὶ Σουρηνοὺς, πρότερον οὐδὲν τὸ παράπαν ἠδικηκότας, δόλῳ τε περιελθὼν καὶ τρόπῳ ἀπολέσας τῷ εἰρημένῳ, ἐπειδὴ γυναῖκα κοσμίαν τε καὶ οὐκ ἀφανῆ ἁλισκομένης τῆς πόλεως εἶδεν ἐκ χειρὸς μὲν τῆς ἀριστερᾶς πρός του τῶν βαρβάρων ἑλκομένην ξὺν πολλῇ βίᾳ, παιδίον δὲ, ὅπερ αὐτῇ ἄρτι τοῦ τιτθοῦ ἦν ἀπαλλαγὲν, ἀφεῖναι μὲν οὐ βουλομένην, ἕλκουσαν δὲ θατέρᾳ χειρὶ ἐμπεπτωκὸς εἰς τὸ ἔδαφος, ἐπεί οἱ ξυντρέχειν οὐχ οἷόν τε ἦν τοῦτον δὴ τὸν βίαιον δρόμον, τὸν οἰκεῖον κἀνταῦθα ἐνδέδεικται 2.9.10 τρόπον. φασὶ γὰρ αὐτὸν στενάξαντα δῆθεν τῷ λόγῳ, δόκησίν τε