99
ἔφασκεν εἶναι, οἷς γε δὴ ἐς τοῦτο ἀσθενείας περιεστήκει τὰ πράγματα, ὡς πεντήκοντά τε καὶ ἑκατὸν ἀτειχίστους Πέρσας μηδεμιᾷ μηχανῇ ἐξελεῖν δεδυνῆ2.30.18 σθαι. καὶ τοῦ μὲν περιβόλου ἀνοικοδομήσασθαι ὅσα καταπεπτώκει ἐν σπουδῇ ἐποιεῖτο· ἐπεὶ δὲ οὔτε τίτανον ἐν τῷ παραυτίκα οὔτε τι ἄλλο τῶν ἐς τὴν οἰκοδομίαν 2.30.19 ἐπιτηδείων ἐν παρασκευῇ εἶχεν, ἐπενόει τάδε. θυλάκους λινοῦς, οἷς δὴ Πέρσαι τὰ ἐπιτήδεια σφίσιν ἐσεκομίσαντο ἐς γῆν τὴν Κολχίδα, ψάμμου ἐμπλησάμενος ἐς τῶν λίθων τὴν χώραν ἐτίθετο, οἳ δὴ ἐνταῦθα βαλ2.30.20 λόμενοι ἀντὶ τοῦ τοίχου ἐγίνοντο. καὶ τρισχιλίους μὲν τῶν μαχίμων ἀπολεξάμενος αὐτοῦ εἴασεν, οἷσπερ τὰ ἐδώδιμα οὐκ ἐς χρόνου κατέθετο μῆκος, ἐπιστείλας τοῦ περιβόλου τῆς οἰκοδομίας ἐπιμελεῖσθαι· αὐτὸς δὲ 2.30.21 παντὶ τῷ ἄλλῳ στρατῷ ὀπίσω ἀπήλαυνεν. ἐπεί τέ οἱ ὁδῷ τῇ αὐτῇ ἐνθένδε ἰόντι οὐδεὶς τῶν ἀναγκαίων ἐγίνετο πόρος, ἅπαντα ἐν Πέτρᾳ λιπόντι, ἅπερ ἐπιφερόμενος ἐξ Ἰβηρίας ὁ στρατὸς ἔτυχεν, ἄλλην τινὰ πορείαν ἰέναι διὰ τῶν ταύτῃ ὀρῶν διενοεῖτο, ἵνα δὴ ἀνθρώπους οἰκεῖν ἔμαθεν, ὅπως ληιζόμενοι ἀποζῆν δύ2.30.22 νωνται. ἐν ταύτῃ τῇ πορείᾳ τῶν τις ἐν Λαζοῖς λογίμων, Φούβελις ὄνομα, Πέρσας αὐλιζομένους ἐνήδρευσε, ∆αγισθαῖον ἅμα Ῥωμαίων δισχιλίοις ἐπαγόμενος, οἳ δὴ τῶν Περσῶν ἐξ ἐπιδρομῆς ἵππους νέμοντάς τινας ἔκτειναν, ἵππους τε ληισάμενοι δι' ὀλίγου τὴν ἀναχώρησιν ἐποιήσαντο. οὕτω μὲν ὁ Μερμερόης τῷ Μήδων στρατῷ ἐνθένδε ᾔει. 2.30.23 Ὁ δὲ Γουβάζης, μαθὼν ὅσα δὴ Ῥωμαίοις ἔν τε τῇ Πέτρᾳ καὶ τῷ στενωπῷ ξυνηνέχθη γενέσθαι, οὐδ' ὣς ἔδεισεν, οὐδὲ τὴν ἐν τῷ κατ' αὐτὸν στενωπῷ φυλακὴν εἴασεν, ἐνταῦθα σφίσι τὴν κεφαλὴν τῆς ἐλπίδος οἰό2.30.24 μενος εἶναι. ἐξηπίστατο γὰρ ὡς, ἢν καὶ Ῥωμαίους ἐκτὸς Φάσιδος ποταμοῦ βιασάμενοι Πέρσαι τὸν στενωπὸν διαβῆναι καὶ ἐν Πέτρᾳ γενέσθαι δεδύνηνται, οὐδὲν ἂν ἐνθένδε Λαζῶν τῇ χώρᾳ προστρίψαιντο βλάβος, Φᾶσιν διαβῆναι οὐδεμιᾷ μηχανῇ ἔχοντες, ἄλλως τε καὶ 2.30.25 νηῶν οὐ παρουσῶν σφίσιν. ὁ γὰρ ποταμὸς οὗτος βάθους μὲν εἴπερ τις ἄλλος ἱκανώτατα ἔχει, εὔρους 2.30.26 δὲ ἐπὶ πλεῖστον διήκει. τῆς μέντοι ῥύμης αὐτῷ τοσοῦτον περίεστιν ὥστε δὴ ἐς τὴν θάλασσαν ἐκβαλὼν ἐπὶ μακρότατον κατὰ μόνας χωρεῖ, οὐδαμῆ ταύτῃ ἐπιμιγνύμενος. ὕδωρ ἀμέλει πότιμον τοῖς ἐκείνῃ ναυτιλλο2.30.27 μένοις ὑδρεύεσθαι πάρεστιν ἐν μέσῳ πελάγει. καὶ φυλακτήρια μέντοι τοῦ ποταμοῦ ἐντὸς πεποίηνται πανταχόθι Λαζοὶ, τοῦ μηδὲ ναυσὶ διαπορθμευομένοις τοῖς 2.30.28 πολεμίοις ἀπόβασιν ἐς τὴν γῆν εἶναι. βασιλεὺς δὲ Ἰουστινιανὸς Σαβείρων μὲν τῷ ἔθνει τὰ ξυγκείμενα χρήματα ἔπεμψε, Γουβάζην δὲ καὶ Λαζοὺς χρήμασιν 2.30.29 ἄλλοις δεδώρηται. ἐτύγχανε δὲ πολλῷ πρότερον καὶ ἄλλο στράτευμα λόγου ἄξιον ἐς Λαζικὴν πέμψας, οἳ οὔπω ἀφικόμενοι ἐνταῦθα ἔτυχον. ἦρχε δὲ αὐτῶν Ῥεκίθαγγος ἐκ Θρᾴκης, ἀνὴρ ξυνετός τε καὶ ἀγαθὸς τὰ πολέμια. ταῦτα μὲν οὖν ταύτῃ πη εἶχε. 2.30.30 Γενόμενος δὲ ὁ Μερμερόης ἐν τοῖς ὄρεσιν, ὥσπερ μοι εἴρηται, Πέτραν ἐνθένδε τῶν ἐπιτηδείων ἐμπιπλάναι ἐν σπουδῇ εἶχεν. ἐπαρκέσειν γὰρ τῷ ἐνταῦθα φυλακτηρίῳ ἐς τρισχιλίους ὄντι τὰ ἐδώδιμα οὐδαμῆ ᾤετο, 2.30.31 ἅπερ εἰσκομισάμενοι ξὺν αὐτοῖς ἔτυχον. ἀλλ' ἐπεὶ τὰ ἐν ποσὶ σφίσι γινόμενα μόλις ἀπέχρη ἐς τὴν δαπάνην τῇ στρατιᾷ ταύτῃ, οὐχ ἧσσον ἢ τρισμυρίοις οὖσι, καὶ ἀπ' αὐτοῦ οὐδὲν ὅ τι καὶ λόγου ἄξιον πέμπειν ἐς τὴν Πέτραν οἷοί τε ἦσαν, λογισάμενος εὕρισκε σφίσιν ἄμεινον εἶναι τὸ μὲν πλέον τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς Κολχίδος, ὀλίγους δέ τινας ἐνταῦθα μεῖναι, οἳ δὴ ἔμελλον τῶν ἐπιτηδείων, οἷς ἂν ἐντύχοιεν, πολλὰ μὲν ἐς τὸ ἐν Πέτρᾳ φυλακτήριον ἐσκομίζεσθαι, τοῖς δὲ ἄλλοις αὐτοὶ διαρκῶς χρῆσθαι· 2.30.32 ἄνδρας οὖν ἐς πεντακισχιλίους ἀπολεξάμενος αὐτοῦ εἴασεν, οἷς δὴ ἄρχοντας ἄλλους τε τρεῖς καὶ Φάβριζον 2.30.33 κατεστήσατο. πλείους γὰρ ἐνταῦθα λείπεσθαι οὔ οἱ ἔδοξεν ἐπάναγκες εἶναι, πολεμίων οὐδαμῆ ὄντων. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ ἐς τὴν Περσαρμενίαν ἐλθὼν ἡσύχαζεν ἐν τοῖς ἀμφὶ ∆ούβιος χωρίοις. 2.30.34 Οἱ δὲ πεντακισχίλιοι, ἐπεὶ ἐγγυτέρω τῶν Λαζικῆς ἐσχάτων ἦλθον, παρὰ ποταμὸν