111
ἱστίων, ἀφῆκαν ἐπὶ 3.6.19 τὸ τῶν Ῥωμαίων στρατόπεδον. ἅτε δὲ πλήθους ὄντος ἐνταῦθα νηῶν, ὅπη τὰ πλοῖα ταῦτα προσπίπτοιεν, ἔκαιόν τε ῥᾳδίως καὶ αὐτὰ οἷς ἂν συμμίξαιεν ἑτοίμως 3.6.20 ξυνδιεφθείροντο. οὕτω δὲ τοῦ πυρὸς ἐπιφερομένου θόρυβός τε, ὡς τὸ εἰκὸς, εἶχε τὸν Ῥωμαίων στόλον καὶ κραυγῆς μέγεθος τῷ τε πνεύματι καὶ τῷ τῆς φλογὸς βόμβῳ ἀντιπαταγούσης μάλιστα, καὶ τῶν στρατιωτῶν ὁμοῦ τοῖς ναύταις ἀλλήλοις ἐγκελευομένων καὶ τοῖς κοντοῖς διωθουμένων τά τε πυρφόρα πλοῖα καὶ τὰς σφῶν αὐτῶν ναῦς ὑπ' ἀλλήλων διαφθειρο3.6.21 μένας οὐδενὶ κόσμῳ. ἤδη δὲ καὶ οἱ Βανδίλοι παρῆσαν ἐμβάλλοντές τε καὶ καταδύοντες καὶ αὐτοῖς ὅπλοις 3.6.22 τοὺς διαφεύγοντας τῶν στρατιωτῶν ληιζόμενοι. εἰσὶ δὲ οἳ καὶ ἄνδρες ἀγαθοὶ Ῥωμαίων ἐν τῷ πόνῳ τούτῳ ἐγένοντο, καὶ πάντων μάλιστα Ἰωάννης, ὑποστράτηγός τε ὢν Βασιλίσκου καὶ οὐδ' ὁπωστιοῦν 3.6.23 τῆς ἐκείνου προδοσίας μεταλαχών. περιστάντος γὰρ ὁμίλου πολλοῦ τὴν αὐτοῦ ναῦν, ἔκτεινε μὲν ἐπιστροφάδην ἀπὸ τοῦ καταστρώματος πολύ τι τῶν πολεμίων πλῆθος, ὡς δὲ ἁλισκομένης ᾔσθετο τῆς νεὼς, ἥλατο ξὺν πάσῃ τῇ τῶν ὅπλων σκευῇ ἀπὸ τῶν 3.6.24 ἰκρίων εἰς θάλασσαν. πολλὰ μὲν οὖν αὐτὸν ἐλιπάρει Γένζων ὁ Γιζερίχου, πιστά τε παρεχόμενος καὶ σωτηρίαν προτεινόμενος, ὁ δὲ οὐδὲν ἧσσον ἐς θάλασσαν καθῆκε τὸ σῶμα, ἐκεῖνο μόνον ἀποφθεγξάμενος, ὡς 3.6.25 οὐ μή ποτε Ἰωάννης ὑπὸ χερσὶ κυνῶν γένηται. ὁ μὲν δὴ πόλεμος οὗτος ἐς τοῦτο ἐτελεύτα καὶ Ἡράκλειος ἐπ' οἴκου ἀπεκομίσθη· Μαρκελλιανὸς γὰρ πρός του 3.6.26 τῶν συναρχόντων ἀπώλετο δόλῳ. Βασιλίσκος δὲ ἀφικόμενος ἐς Βυζάντιον ἱκέτης ἐκάθητο ἐς τὸ ἱερὸν Χριστοῦ τοῦ μεγάλου θεοῦ (Σοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεὼν, ταύτην δὴ μάλιστα τῷ θεῷ πρέπειν τὴν ἐπωνυμίαν ἡγούμενοι), ἐξαιτησαμένης δὲ αὐτὸν Βηρίνης τῆς βασιλίδος τὸν μὲν κίνδυνον τοῦτον διέφυγεν, ἐς βασιλείαν δὲ τότε παρελθεῖν, ἧς δὴ ἕνεκα 3.6.27 πάντα αὐτῷ εἴργαστο, οὐχ οἷός τε ἦν. Λέων γὰρ βασιλεὺς οὐ πολλῷ ὕστερον Ἄσπαρά τε καὶ Ἀρδαβούριον ἐν παλατίῳ διέφθειρεν, ἐπεί οἱ θάνατον ἐπιβουλεύειν αὐτοὺς ὑπετόπησε. ταῦτα μὲν οὖν ἐγένετο τῇδε. 3.7.1 Ἀνθέμιος δὲ ὁ τῶν δυσμῶν αὐτοκράτωρ πρὸς τοῦ κηδεστοῦ Ῥεκίμερος διαφθαρεὶς ἐτελεύτα, Ὀλύβριός τε τὴν βασιλείαν ἐκδεξάμενος ὀλίγῳ ὕστερον χρόνῳ 3.7.2 τὴν ὁμοίαν πεπρωμένην ἀνέπλησε. τελευτήσαντος δὲ καὶ Λέοντος ἐν Βυζαντίῳ, παρέλαβε τὴν βασιλείαν Λέων ὁ Ζήνωνός τε καὶ Ἀριάδνης τῆς Λέοντος θυγα3.7.3 τρὸς, ἐς ἡμερῶν ἔτι ὀλίγων που ἡλικίαν ἥκων. αἱρεθέντος δὲ ξυμβασιλέως αὐτῷ τοῦ πατρὸς, αὐτίκα δὴ μάλα 3.7.4 ὁ παῖς ἐξ ἀνθρώπων ἠφάνιστο. ἄξιον δὲ καὶ Μαϊορίνου ἐπιμνησθῆναι, ὃς δὴ πρότερον ἔσχε τὸ ἑσπέριον κράτος. οὗτος γὰρ ὁ Μαϊορῖνος, ξύμπαντας τοὺς πώποτε Ῥωμαίων βεβασιλευκότας ὑπεραίρων ἀρετῇ πάσῃ, τὸ Λιβύης πάθος οὐκ ἤνεγκε πρᾴως, ἀλλὰ στρατιὰν ἐπὶ Βανδίλους ἀξιολογωτάτην ἀγείρας ἐν Λιγούροις ἐγένετο, αὐτὸς τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἐξηγεῖσθαι 3.7.5 διανοούμενος. ἦν γὰρ ὁ Μαϊορῖνος ἔς τε τοὺς ἄλλους πόνους καὶ οὐχ ἥκιστα ἐς τοὺς κινδύνους ἄοκνος κο3.7.6 μιδῆ. οὐκ ἀξύμφορον δέ οἱ ἡγούμενος εἶναι δύναμίν τε τὴν Βανδίλων καὶ τὸ Γιζερίχου ἦθος διερευνήσασθαι πρότερον καὶ ὅπη ποτὲ Μαυρούσιοί τε καὶ Λίβυες εὐνοίας τε ἢ ἔχθους πέρι ἐς αὐτοὺς ἔχοιεν, οὐκ ἄλλοις τισι πιστεύειν τὸ τοιοῦτον ἢ ὀφθαλμοῖς 3.7.7 τοῖς αὑτοῦ ἔγνω. πρεσβευτὴς οὖν ὡς δὴ ἐκ βασιλέως παρὰ τὸν Γιζέριχον ἐστάλη, ἄλλο τι αὑτῷ ὄνομα ξυμπεπλασμένον ἐπενεγκών. δείσας δὲ μὴ καταφανὴς γεγονὼς αὐτός τε κακόν τι λάβῃ καὶ τὰ πρασσόμενα 3.7.8 διακωλύσῃ, μηχανᾶται τοιάδε. τὰς ἐν τῇ κεφαλῇ τρίχας (διαβόητοι γὰρ ἦσαν ἐς πάντας ἀνθρώπους ὅτι δὴ οὕτω ξανθαὶ εἶεν ὥστε χρυσῷ ἀκιβδήλῳ εἰκάζεσθαι) βαφῇ τινι χρίσας ἐς τοῦτο ἐξεπίτηδες ἐξευρημένῃ ἐπὶ καιροῦ μεταβαλεῖν ἐς τὸ κυάνεον παντελῶς ἴσχυσεν. 3.7.9 ἐπεὶ δὲ Γιζερίχῳ ἐς ὄψιν ἦλθε, τά τε ἄλλα ὁ Γιζέριχος αὐτὸν ἐνεχείρει δεδίσσεσθαι καὶ ἅτε φίλον ἐπαγαγόμενος ἐς τὸ οἴκημα ἦλθεν, οὗ δὴ τὰ ὅπλα ξυνέκειτο πάντα, πολλά τε καὶ ἀξιολογώτατα ὑπερφυῶς ὄντα. 3.7.10 ἐνταῦθά