116
πράσσοντα «ἐς οἶκον τὸν Γιζερίχου καθεῖλε τὸ τῶν Βανδίλων «ἔθνος· ἐμὲ δὲ ὁ χρόνος ἐς τὴν βασιλείαν ἐκάλεσε, κατά 3.9.22 «γε τὸν νόμον τὰ πρεσβεῖα διδούς. τὴν δὲ ὑπάρχου»σαν ἡγεμονίαν αὐτόν τινα διοικεῖσθαι καλὸν καὶ μὴ 3.9.23 «ἀλλοτρίας οἰκειοῦσθαι φροντίδας. ὥστε καὶ σοὶ βασι»λείαν ἔχοντι τὸ περιέργῳ εἶναι οὐ δίκαιον· λύοντι «δέ σοι τὰς σπονδὰς καὶ ἐφ' ἡμᾶς ἰόντι ἀπαντήσομεν «ὅση δύναμις, μαρτυρόμενοι τοὺς ὅρκους τοὺς Ζήνωνι «ὀμωμοσμένους, οὗ τὴν βασιλείαν παραλαβὼν ἔχεις.» 3.9.24 ταῦτα λαβὼν Ἰουστινιανὸς βασιλεὺς τὰ γράμματα, ἔχων καὶ πρότερον δι' ὀργῆς Γελίμερα, ἔτι μᾶλλον ἐς 3.9.25 τὴν τιμωρίαν ἐπῆρτο. καί οἱ ἔδοξε καταλύσαντι ὡς τάχιστα τὸν Μηδικὸν πόλεμον ἐς Λιβύην στρατεῦσαι, καὶ (ἦν γὰρ ἐπινοῆσαί τε ὀξὺς καὶ ἄοκνος τὰ βεβουλευμένα ἐπιτελέσαι) παρῆν μὲν αὐτῷ μετάπεμπτος ὁ τῆς ἑῴας στρατηγὸς Βελισάριος, οὐχ ὅτι ἐς Λιβύην στρατηγήσειν μέλλοι προειρημένον αὐτῷ ἢ ἄλλῳ ὁτῳοῦν, ἀλλὰ τῷ 3.9.26 λόγῳ παραλέλυτο ἧς εἶχεν ἀρχῆς. γεγόνασι δὲ αὐτίκα αἱ πρὸς Πέρσας σπονδαὶ, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. 3.10.1 Βασιλεὺς δὲ Ἰουστινιανὸς, ἐπεί οἱ τά τε οἴκοι καὶ τὰ ἐς τοὺς Πέρσας ὡς ἄριστα εἶχε, τὰ ἐν Λιβύῃ 3.10.2 πράγματα ἐν βουλῇ ἐποιεῖτο. ἐπεὶ δὲ ἐς τὰς ἀρχὰς ἐξήνεγκεν ὡς στρατιὰν ἀγείροι ἐπὶ Βανδίλους τε καὶ Γελίμερα, οἱ πλεῖστοι ἤδη ἐδυσχέραινόν τε καὶ ἐν ξυμφορᾷ ἦσαν, τόν τε Λέοντος τοῦ βασιλέως στόλον καὶ τὸ τοῦ Βασιλίσκου πάθος ἀνανεούμενοί τε καὶ ἀποστοματίζοντες στρατιώτας μὲν ὅσοι ἀπέθανον, χρή3.10.3 ματα δὲ ὅσα τὸ δημόσιον ὦφλε. μάλιστα δὲ ἤλγουν τε καὶ περιώδυνοι τῇ μερίμνῃ ἐγίνοντο ὅ τε τῆς αὐλῆς ἔπαρχος, ὃν δὴ πραίτωρα καλοῦσι Ῥωμαῖοι, καὶ ὁ τοῦ ταμιείου ἡγούμενος καὶ ὅτῳ ἄλλῳ φόρου ξυλλογὴ δημοσίου ἢ βασιλικοῦ ἐπετέτακτο, λογιζόμενοι ὅτι αὐτοῖς εἰς τὴν τοῦ πολέμου χρείαν δεήσει ἄμετρα φέρουσιν 3.10.4 οὔτε ξυγγνώμης τινὸς οὔτε ἀναβολῆς ἀξίοις εἶναι. τῶν δὲ στρατηγῶν αὐτὸς ἕκαστος στρατηγήσειν οἰόμενος κατωρρώδει τε καὶ ἀπώκνει τοῦ κινδύνου τὸ μέγεθος, εἴ οἱ ἀναγκαῖον εἴη διασωθέντι ἐκ τῶν ἐν θαλάσσῃ κακῶν στρατοπεδεύεσθαι μὲν ἐν τῇ πολεμίᾳ, ἐκ δὲ τῶν νεῶν ὁρμωμένῳ διαμάχεσθαι πρὸς βασιλείαν με3.10.5 γάλην τε καὶ λόγου ἀξίαν. οἱ δὲ στρατιῶται ἄρτι ἐκ πολέμου μακροῦ τε καὶ χαλεποῦ ἐπανήκοντες οὔπω τε ὅλῃ γλώσσῃ ἀγαθῶν τῶν κατὰ τὴν οἰκίαν γευσάμενοι ἐν ἀμηχανίᾳ ἐγίνοντο ἔς τε ναυμαχίαν ἀγόμενοι, ἣν οὐδὲ ἀκοῇ πρότερον παραλαβόντες ἐτύγχανον, καὶ ἀπὸ τῶν ἑῴων ὁρίων στελλόμενοι ἐς τὰς τοῦ ἡλίου δυσμὰς, ἐφ' ᾧ διακινδυνεύσουσι πρός τε Βανδίλους καὶ Μαυ3.10.6 ρουσίους. οἱ δὲ δὴ ἄλλοι, ἅπερ ἐν ὁμίλῳ φιλεῖ γίγνεσθαι, νεωτέρων πραγμάτων ἤθελον διὰ κινδύνων ἀλλοτρίων θεαταὶ γενέσθαι. 3.10.7 Βασιλεῖ μέντοι εἰπεῖν τι ἐπὶ κωλύμῃ τῆς στρατιᾶς οὐδεὶς, ὅτι μὴ ὁ Καππαδόκης Ἰωάννης, ἐτόλμησεν, ὁ τῆς αὐλῆς ἔπαρχος, θρασύτατός τε ὢν καὶ δεινότατος 3.10.8 τῶν κατ' αὐτὸν ἁπάντων. οὗτος γὰρ Ἰωάννης, τῶν ἄλλων σιωπῇ τὰς παρούσας ὀδυρομένων τύχας, παρελθὼν ἐς βασιλέα ἔλεξε τοιάδε «Τὸ πιστὸν, ὦ «βασιλεῦ, τῆς ἐς τοὺς ὑπηκόους τοὺς σοὺς ὁμιλίας τὴν «παρρησίαν ἡμῖν ἀναπετάννυσιν ὅ τι ἂν μέλλοι τῇ «πολιτείᾳ τῇ σῇ ξυνοίσειν, ἢν καὶ μὴ πρὸς ἡδονήν 3.10.9 «σοι τὰ λεγόμενά τε καὶ πρασσόμενα ᾖ. οὕτω γάρ «σοι κεράννυσι τῷ δικαίῳ τὴν ἐξουσίαν ἡ σύνεσις, «ὥστε οὐ τὸν ὑπηρετήσαντα πάντως εὔνουν εἶναι «ἡγῇ τοῖς σαυτοῦ πράγμασιν, οὐδὲ τῷ ἀντειπόντι χαλε»πῶς ἔχεις, ἀλλὰ μόνῳ τῷ τῆς διανοίας ἀκραιφνεῖ «πάντα σταθμώμενος ἀκίνδυνον ἡμῖν ἀπέδειξας πολλά3.10.10 «κις τὸ τοῖς σοῖς ἀντιστῆναι βουλεύμασι. τούτοις «ἠγμένος, ὦ βασιλεῦ, κατέστην εἰς ξυμβουλὴν τήνδε, «προσκρούσων μὲν τὸ παραυτίκα ἴσως, ἂν οὕτω τύχῃ, «ἐς δὲ τὸ μέλλον τὴν εὔνοιαν τὴν ἐμὴν καταφανῆ 3.10.11 «δείξων, ταύτης τέ σε μάρτυρα παρεξόμενος. ἢν γὰρ «ἀπειθῶν τοῖς λεγομένοις ἐξοίσεις ἐς Βανδίλους τὸν «πόλεμον, μηκυνομένης σοι τῆς ἀγωνίας τὴν ἐμὴν 3.10.12 «παραίνεσιν εὐδοκιμῆσαι ξυμβήσεται. εἰ μὲν γὰρ ὡς «κρατήσεις τῶν πολεμίων τὸ θαρρεῖν ἔχεις, οὐδὲν «ἀπεικός σε τά τε σώματα