120
ἡμέρας διατρίβουσι τέσσαρας 3.12.8 πρᾶγμα τοιόνδε ξυνενεχθῆναι. Μασσαγέται δύο τῶν τινα ἑταίρων ἐν τῇ ἀκρατοποσίᾳ ἐρεσχελοῦντα σφᾶς, ἅτε οἰνωμένω, ἀνειλέτην. πάντων γὰρ ἀνθρώπων 3.12.9 μάλιστά εἰσιν ἀκρατοπόται οἱ Μασσαγέται. Βελισάριος οὖν αὐτίκα τὼ ἄνδρε τούτω ἐν τῷ κολωνῷ, ὃς ἄγχι 3.12.10 Ἀβύδου ἐστὶν, ἀνεσκολόπισε. καὶ ἐπειδὴ οἵ τε ἄλλοι καὶ οἱ τοῖν ἀνδροῖν ξυγγενεῖς ἐδυσχέραινόν τε καὶ ἔφασκον οὐκ ἐπὶ τιμωρίᾳ οὐδ' ἐπὶ τῷ ὑπεύθυνοι εἶναι Ῥωμαίων νόμοις ἐς ξυμμαχίαν ἥκειν (τὰ γὰρ δὴ σφῶν νόμιμα οὐ τοιάσδε τῶν φόνων ποιεῖσθαι τὰς τίσεις), ξυνεθρύλλουν δὲ αὐτοῖς τὴν ἐς τὸν στρατηγὸν αἰτίαν καὶ στρατιῶται Ῥωμαῖοι, οἷς δὴ ἐπιμελὲς ἐγεγόνει τῶν ἁμαρτανομένων μὴ εἶναι δίκας, τούς τε Μασσαγέτας καὶ τὸ ἄλλο στράτευμα ξυγκαλέσας Βελισάριος ἔλεξε 3.12.11 τοιάδε «Εἰ μὲν πρὸς ἄνδρας νῦν πρῶτον εἰς πόλεμον «καθισταμένους οἱ λόγοι ἐγίνοντο, μακροῦ ἄν μοι «ἐδέησε λόγου λέξαντα πεῖσαι ὑμᾶς ἡλίκον ἐστὶν 3.12.12 «ἐφόδιον εἰς τροπαίου κτῆσιν τὸ δίκαιον. οἱ γὰρ οὐκ «ἐξεπιστάμενοι τὰς τῶν τοιούτων ἀγώνων τύχας ἐν «ταῖς χερσὶ μόναις οἴονται εἶναι τὸ τοῦ πολέμου πέρας. 3.12.13 «ὑμεῖς δὲ, οἳ πολλάκις μὲν νενικήκατε πολεμίους οὔτε «τοῖς σώμασιν ἐλασσουμένους καὶ πρὸς ἀνδρίαν ἱκανῶς «πεφυκότας, πολλάκις δὲ τῶν ἐναντίων ἐν πείρᾳ «γεγένησθε, οὐκ ἀγνοεῖτε, οἶμαι, ὡς μάχονται μὲν ἐξ «ἑκατέρας ἀεὶ στρατιᾶς ἄνθρωποι, βραβεύει δὲ ὁ θεὸς «ὅπως ποτὲ αὐτῷ δοκεῖ καὶ τὸ τοῦ πολέμου δίδωσι 3.12.14 «κράτος. ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, τήν τε τοῦ «σώματος εὐεξίαν καὶ τὴν ἐν τοῖς ὅπλοις ἐπιμέλειαν «καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν περὶ ἐλάσσο»νος προσήκει τοῦ τε δικαίου καὶ τῶν εἰς θεὸν ἡκόν3.12.15 «των ποιεῖσθαι. τὸ γὰρ μάλιστα ξυνενεγκεῖν τοῖς «δεομένοις δυνάμενον μᾶλλον ἂν εἰκότως πρὸς ἐκείνων 3.12.16 «τιμῷτο. πρῶτον δ' ἂν τοῦ δικαίου γένοιτο γνώρισμα «ἡ τῶν ἀδίκως ἀνῃρηκότων ποινή. εἰ γὰρ τό τε «δίκαιον καὶ τὸ ἄδικον κρίνειν τε καὶ ὀνομάζειν ἐκ «τῶν εἰς τοὺς πέλας ἀεὶ πρασσομένων ἐπάναγκες, «οὐδὲν ἂν γένοιτο μᾶλλον ἀνθρώπῳ τῆς ψυχῆς ἔντι3.12.17 «μον. εἰ δέ τις βάρβαρος, ὅτι τὸν ξυγγενῆ μεθύων «ἀνεῖλεν, ἀξιοῖ συγγνώμονα ἔχειν τὴν δίκην, δι' ὧν «ἀπολύεσθαι τὰς αἰτίας φησὶ χείρω εἰκότως εἶναι ποιεῖ 3.12.18 «τὰ ἐγκλήματα. οὔτε γὰρ οὕτω μεθύειν ἄξιον ἄλλως «τε καὶ τὸν ἐν στρατοπέδῳ βαδίζοντα, ὥστε ἀναιρεῖν «τοὺς φιλτάτους ἑτοίμως, ἀλλ' αὐτή γε ἡ μέθη, κἂν «ὁ φόνος ἥκιστα ἐπιγένηται, ποινῆς ἀξία, τό τε ξυγ»γενὲς ἀδικούμενον περὶ πλείονος ἂν τῶν οὐ προση»κόντων ἐς τιμωρίαν τοῖς γε νοῦν ἔχουσι φαίνοιτο. 3.12.19 «τὸ μὲν οὖν παράδειγμα καὶ ἡ τῶν πραττομένων ἀπό3.12.20 «βασις ὁποία ποτέ ἐστιν ὁρᾶν πάρεστιν. ὑμᾶς δὲ «προσήκει μήτε χειρῶν ἄρχειν ἀδίκων μήτε τι φέρε»σθαι τῶν ἀλλοτρίων· ὡς οὐ περιόψομαί γε οὐδὲ «ὑμῶν τινα συστρατιώτην ἐμὸν ἡγήσομαι εἶναι, κἂν «πάνυ φοβερὸς τοῖς πολεμίοις εἶναι δοκῇ ὃς ἂν μὴ «καθαραῖς ταῖς χερσὶν ἐς τοὺς ἀντιπάλους δύνηται 3.12.21 «χρῆσθαι. τὸ γὰρ ἀνδρεῖον οὐκ ἂν νικῴη μὴ μετὰ 3.12.22 «τοῦ δικαίου ταττόμενον.» Βελισάριος μὲν τοσαῦτα εἶπεν. ἡ δὲ στρατιὰ ξύμπασα, ἐπειδὴ τά τε λεγόμενα ἤκουσαν καὶ ἐς τὼ ἀνεσκολοπισμένω ἀνέβλεψαν, ἐς δέος τι ἀμήχανον ἦλθον καὶ σωφρόνως βιοτεύειν ἐν νῷ ἔλαβον, ὡς οὐκ ἔξω κινδύνου μεγάλου ἐσόμενοι, ἤν τι οὐκ ἔννομον ποιοῦντες ἁλοῖεν. 3.13.1 Μετὰ δὲ ταῦτα ἐφρόντιζε Βελισάριος ὅπως τε ὁ ξύμπας στόλος ἀεὶ κατὰ ταὐτὰ πλέοι καὶ ἐς χωρίον 3.13.2 ταὐτὸ προσορμίζοιτο. ᾔδει γὰρ ὡς ἐν μεγάλῳ στόλῳ, ἄλλως τε καὶ ἢν τραχεῖς σφίσιν ἄνεμοι ἐπιπέσοιεν, ἐπάναγκες ἀπολείπεσθαί τε τῶν νεῶν πολλὰς καὶ σκεδάννυσθαι ἐς τὸ πέλαγος, οὐκ εἰδέναι τε αὐτῶν τοὺς κυβερνήτας ὁποίαις ποτὲ τῶν ἔμπροσθεν ἀναγο3.13.3 μένων ἕπεσθαι ἄμεινον. λογισάμενος οὖν ἐποίει τάδε. τριῶν νεῶν, ἐν αἷς αὐτός τε καὶ ἡ θεραπεία ἔπλει, τὰ ἱστία ἐκ γωνίας τῆς ἄνω καὶ ἐς τριτημόριον μάλιστα ἔχρισε μίλτῳ, κοντούς τε ὀρθοὺς ἀναστήσας ἐν πρύμνῃ ἑκάστῃ ἀπεκρέμασεν ἀπ' αὐτῶν λύχνα, ὅπως ἔν τε ἡμέρᾳ καὶ νυκτὶ αἱ τοῦ στρατηγοῦ νῆες ἔκδηλοι εἶεν· αἷς δὴ ἕπεσθαι τοὺς