144
μεταποιουμένοις ὑμῖν τοῦ φρουρίου «ὁ πόλεμος ἐν ποσὶν ἔσται οὐχ ὑπὲρ τοῦ Λιλυβαίου «μόνον, ἀλλ' ὑπὲρ ἁπάντων, ὧν οὐδὲν προσῆκον ὑμῖν «εἶτα ἀντέχεσθε.» τοσαῦτα μὲν ἡ ἐπιστολὴ ἐδήλου. 4.5.18 Γότθοι δὲ ἀνήνεγκάν τε ταῦτα ἐς τοῦ Ἀταλαρίχου τὴν μητέρα καὶ πρὸς τῆς γυναικὸς ἐπιτεταγμένον σφίσιν 4.5.19 ἀπεκρίναντο ὧδε «Τὰ γράμματα, ἃ γέγραφας, ἄριστε «Βελισάριε, παραίνεσιν μὲν ἀληθῆ φέρει, ἐς ἄλλους «δὲ ἀνθρώπων τινὰς, οὐκ εἰς τοὺς Γότθους ἡμᾶς 4.5.20 «ἥκουσαν. ἡμεῖς γὰρ οὐδὲν τῶν βασιλέως Ἰουστινιανοῦ «λαβόντες ἔχομεν, μή ποτε οὕτω μανείημεν· Σικελίαν «δὲ ξύμπασαν προσποιούμεθα ἡμετέραν οὖσαν, ἧς δὴ 4.5.21 «ἄκρα μία τὸ ἐν Λιλυβαίῳ φρούριόν ἐστιν. εἰ δὲ «Θευδέριχος τὴν ἀδελφὴν τῷ Βανδίλων βασιλεῖ ξυνοι»κοῦσαν τῶν τινι Σικελίας ἐμπορίων ἐκέλευσε χρῆσθαι, 4.5.22 «οὐδὲν τοῦτο πρᾶγμα. οὐ γὰρ ἂν τοῦτο δικαιώματος «ὑμῖν ὁτουοῦν ἀξίωσιν φέροι. σὺ μέντοι, ὦ στρατηγὲ, «πράττοις ἂν τὰ δίκαια πρὸς ἡμᾶς, ἤν γε τῶν ἐν «ἡμῖν ἀντιλεγομένων τὴν διάλυσιν οὐχ ὡς πολέμιος, 4.5.23 «ἀλλ' ἅτε φίλος ποιεῖσθαι θέλοις. διαφέρει δὲ, ὅτι «οἱ μὲν φίλοι τὰ διάφορα ἐν τῇ διαίτῃ, οἱ δὲ πολέμιοι 4.5.24 «ἐν τῇ μάχῃ διακρίνειν πεφύκασιν. ἡμεῖς μὲν οὖν «Ἰουστινιανῷ βασιλεῖ περὶ τούτων διαιτᾶν ἐπιτρέψομεν, «ὅπη ἂν αὐτῷ δοκῇ νόμιμά τε εἶναι καὶ δίκαια. βου»λόμεθα δέ σε ὡς βέλτιστα βουλεύσασθαι ἢ ὡς ταχύ»τατα καὶ τὴν παρὰ τοῦ σοῦ βασιλέως προσδέχεσθαι γνῶ»σιν.» τοσαῦτα μὲν καὶ ἡ τῶν Γότθων γραφὴ ἐδήλου. 4.5.25 Βελισάριος δὲ ἀνενεγκὼν ἅπαντα ἐς βασιλέα ἡσύχαζεν, ἕως αὐτῷ βασιλεὺς ἐπιστέλλοι ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη. 4.6.1 Φάρας δὲ τῇ προσεδρείᾳ ἤδη ἄλλως τε καὶ χειμῶνος ὥρᾳ ἀχθόμενος, ἅμα δὲ καὶ οὐκ ἂν οἰόμενος οἵους τε εἶναι τοὺς ἐκείνῃ Μαυρουσίους ἐμποδὼν σφίσι στήσεσθαι, τῇ ἐς Παπούαν ἀναβάσει ξὺν προθυμίᾳ πολλῇ ἐπεχείρησεν. ἅπαντας μὲν οὖν εὖ μάλα ἐξοπλί4.6.2 σας τοὺς ἑπομένους ἀνέβαινε. βεβοηθηκότων δὲ τῶν Μαυρουσίων ἅτε ἐν χωρίῳ ἀνάντει τε καὶ λίαν δυσβάτῳ, ἡ κωλύμη εὐπετῶς ἐπὶ τοὺς ἀνιόντας ἐγίνετο. 4.6.3 καρτερῶς δὲ τοῦ Φάρα βιαζομένου τὴν ἄνοδον, δέκα μὲν καὶ ἑκατὸν τῶν ἀμφ' αὐτὸν ἐν τῷ ἔργῳ τούτῳ ἀπέθανον, αὐτὸς δὲ ξὺν τοῖς ἐπιλοίποις ἀποκρουσθεὶς ἀνεχώρησε, καὶ ἀπ' αὐτοῦ ἀποπειράσασθαι μὲν τῆς ἀνόδου, ἀντιστατοῦντος τοῦ πράγματος, οὐκέτι ἐτόλμα, φυλακὴν δὲ κατεσπουδασμένην, ὡς ἔνι μάλιστα, κατεστήσατο, ὅπως οἱ πιεζόμενοι τῷ λιμῷ οἱ ἐν Παπούᾳ σφᾶς αὐτοὺς ἐγχειρίσειαν, καὶ οὔτε ἀποδιδράσκειν αὐτοῖς ἐνεδίδου οὔτε τι τῶν ἔξωθεν ἐς αὐτοὺς φέρε4.6.4 σθαι. ἔνθα δὴ τῷ τε Γελίμερι καὶ τοῖς ἀμφ' αὐτὸν ἀδελφιδοῖς τε καὶ ἀνεψιαδοῖς οὖσι καὶ ἄλλοις εὖ γεγονόσι ξυνέπεσε κακοπαθείᾳ χρῆσθαι, ἣν ὅπως ποτὲ 4.6.5 εἴποι τις, οὐκ ἂν ὁμοίως τοῖς πράγμασι φράζοι. ἐθνῶν γὰρ ἁπάντων ὧν ἡμεῖς ἴσμεν ἁβρότατον μὲν τὸ τῶν Βανδίλων, ταλαιπωρότατον δὲ τὸ Μαυρουσίων τετύ4.6.6 χηκεν εἶναι. οἱ μὲν γὰρ, ἐξ ὅτου Λιβύην ἔσχον, βαλανείοις τε οἱ ξύμπαντες ἐπεχρῶντο ἐς ἡμέραν ἑκάστην καὶ τραπέζῃ ἅπασιν εὐθηνούσῃ, ὅσα δὴ γῆ τε καὶ θά4.6.7 λασσα ἥδιστά τε καὶ ἄριστα φέρει. ἐχρυσοφόρουν δὲ ὡς ἐπὶ πλεῖστον, καὶ Μηδικὴν ἐσθῆτα, ἣν νῦν Σηρικὴν καλοῦσιν, ἀμπεχόμενοι, ἔν τε θεάτροις καὶ ἱπποδρομίοις καὶ τῇ ἄλλῃ εὐπαθείᾳ, καὶ πάντων μάλιστα 4.6.8 κυνηγεσίοις τὰς διατριβὰς ἐποιοῦντο. καὶ σφίσιν ὀρχησταὶ καὶ μῖμοι ἀκούσματά τε συχνὰ καὶ θεάματα ἦν, ὅσα μουσικά τε καὶ ἄλλως ἀξιοθέατα ξυμβαίνει 4.6.9 ἐν ἀνθρώποις εἶναι. καὶ ᾤκηντο μὲν αὐτῶν οἱ πολλοὶ ἐν παραδείσοις, ὑδάτων καὶ δένδρων εὖ ἔχουσι· ξυμπόσια δὲ ὅτι πλεῖστα ἐποίουν, καὶ ἔργα τὰ ἀφροδίσια 4.6.10 πάντα αὐτοῖς ἐν μελέτῃ πολλῇ ἤσκητο. Μαυρούσιοι δὲ οἰκοῦσι μὲν ἐν πνιγηραῖς καλύβαις, χειμῶνί τε καὶ θέρους ὥρᾳ καὶ ἄλλῳ τῷ ξύμπαντι χρόνῳ, οὔτε χιόσιν οὔτε ἡλίου θέρμῃ ἐνθένδε οὔτε ἄλλῳ ὁτῳοῦν ἀναγ4.6.11 καίῳ κακῷ ἐξιστάμενοι. καθεύδουσι δὲ ἐπὶ τῆς γῆς κώδιον οἱ εὐδαίμονες αὑτοῖς, ἂν οὕτω τύχοι, ὑπο4.6.12 στρωννύντες. ἱμάτια δὲ σφίσιν οὐ ξυμμεταβάλλειν ταῖς ὥραις νόμος, ἀλλὰ τριβώνιόν τε ἁδρὸν καὶ χιτῶνα 4.6.13 τραχὺν ἐς καιρὸν ἅπαντα ἐνδιδύσκονται.