145
ἔχουσι δὲ οὔτε ἄρτον οὔτε οἶνον οὔτε ἄλλο οὐδὲν ἀγαθὸν, ἀλλὰ τὸν σῖτον, ἢ τὰς ὀλύρας τε καὶ κριθὰς, οὔτε ἕψοντες οὔτε ἐς ἄλευρα ἢ ἄλφιτα ἀλοῦντες οὐδὲν ἀλλοιότερον 4.6.14 ἢ τὰ ἄλλα ζῷα ἐσθίουσι. τοιούτοις δὴ οὖσι τοῖς Μαυρουσίοις οἱ ἀμφὶ τὸν Γελίμερα συχνὸν ξυνοικήσαντες χρόνον τήν τε ξυνειθισμένην αὐτοῖς δίαιταν ἐς τοῦτο ταλαιπωρίας μεταβαλόντες, ἐπειδὴ καὶ αὐτὰ σφᾶς τὰ ἀναγκαῖα ἤδη ἐπιλελοίπει, οὐκέτι ἀντεῖχον, ἀλλὰ καὶ τὸ τεθνάναι αὐτοῖς ἥδιστον καὶ τὸ δουλεύειν ἥκιστα αἰσχρὸν ἐνομίζετο. 4.6.15 Ὧν δὴ Φάρας αἰσθόμενος γράφει πρὸς Γελίμερα τάδε «Εἰμὶ μὲν καὶ αὐτὸς βάρβαρος καὶ γραμμάτων «τε καὶ λόγων οὔτε ἐθὰς οὔτε ἄλλως ἔμπειρος γέγονα. 4.6.16 «ὅσα δέ με ἄνθρωπον ὄντα εἰδέναι ἀνάγκη, ἐκ τῆς 4.6.17 «τῶν πραγμάτων φύσεως ἐκμαθὼν ἔγραψα. τί ποτε «ἄρα πεπονθὼς, ὦ φίλε Γελίμερ, οὐ σαυτὸν μόνον, «ἀλλὰ καὶ ξύμπαν τὸ σὸν γένος ἐς τὸ βάραθρον τοῦτο 4.6.18 «ἐμβέβληκας, ὅπως δηλαδὴ μὴ γένοιο δοῦλος; πάντως «γάρ σε καὶ νεανιεύεσθαι τοῦτο οἶμαι, καὶ τὴν ἐλευ»θερίαν προΐσχεσθαι, ὡς δὴ ἅπαντα ταύτης τὰ μοχθηρὰ 4.6.19 «ἀνταλλάσσεσθαι ἄξιον. εἶτα νῦν Μαυρουσίων τοῖς «γε ἀτυχεστάτοις οὐκ οἴει δουλεύειν, ὃς τὴν ἐλπίδα «τοῦ σώζεσθαι, ἢν τὰ κράτιστα φέρῃ, ἐπ' αὐτοῖς 4.6.20 «ἔχεις; καίτοι πῶς ἂν οὐχὶ τῷ παντὶ ἄμεινον εἴη δου»λεύειν ἐν Ῥωμαίοις πτωχεύοντα ἢ τυραννεῖν ἐν 4.6.21 «Παπούᾳ τε καὶ Μαυρουσίοις; πάντως δέ σοι καὶ τὸ «ξυνδούλῳ Βελισαρίῳ εἶναι ὑπερβολή τις ὕβρεως φαί4.6.22 «νεται. ἄπαγε, ὦ βέλτιστε Γελίμερ. ἢ οὐ καὶ ἡμεῖς «ἐξ εὐπατριδῶν γεγονότες βασιλεῖ νῦν ὑπηρετεῖν «αὐχοῦμεν; καὶ μὴν λέγουσιν Ἰουστινιανῷ βασιλεῖ «βουλομένῳ εἶναι ἔς τε βουλὴν ἀνάγραπτόν σε ποιή»σασθαι, τιμῆς μεταλαχόντα τῆς ἀνωτάτω, ἣν δὴ πατρι»κίων καλοῦσι, καὶ χώρᾳ πολλῇ τε καὶ ἀγαθῇ καὶ «χρήμασι μεγάλοις δωρήσασθαι, Βελισάριόν τε ἐθέλειν «ἀναδέχεσθαι πάντα ταῦτα ἔσεσθαί σοι, πίστεις δι4.6.23 «δόντα. σὺ δὲ ὅσα μὲν ἡ τύχη μοχθηρὰ ἤνεγκε, φέρειν «γενναίως οἷός τε εἶ πάντα τὰ ἐνθένδε ἀνθρώπῳ γε 4.6.24 «ὄντι ἀναγκαῖα εἶναι οἰόμενος. ἢν δέ τινι ἀγαθῷ τὰ «δυσχερῆ ταῦτα ξυγκεραννύειν βεβούλευται, τοῦτο δὲ «αὐτὸς ἐθελούσιος δέξασθαι οὐκ ἂν ἀξιοίης; ἢ οὐχ «ὁμοίως τοῖς φλαύροις ἀναγκαῖά γε ἡμῖν καὶ τὰ παρὰ «τῆς τύχης ἀγαθὰ λογιστέον; ἀλλὰ ταῦτα μὲν οὐδὲ 4.6.25 «τοῖς σφόδρα ἀνοήτοις δοκεῖ. σοὶ δὲ νῦν μὲν βε»βαπτισμένῳ ταῖς ξυμφοραῖς, ἀξυνέτῳ, ὡς τὸ εἰκὸς, 4.6.26 «συμβαίνει εἶναι· ἀθυμία γὰρ ἐκπλήξασα εἰς ἀβουλίαν «τρέπεσθαι πέφυκεν· ἢν δὲ φέρειν τὴν διάνοιαν τὴν «σαυτοῦ δύναιο καὶ μὴ πρὸς τύχην μεταβαλλομένην «ἀγανακτεῖν, παρέσται σοι αὐτίκα δὴ μάλα τά τε ξύμ»φορα ἑλέσθαι ἅπαντα καὶ τῶν ἐπικειμένων ἀπηλλάχθαι «κακῶν.» 4.6.27 Ταῦτα Γελίμερ τὰ γράμματα ἀναλεξάμενος ἀποκλαύσας τε δεινῶς ἀντέγραψεν ὧδε «Καὶ τῆς ξυμβουλῆς, «ἥν μοι ἐποιήσω, πολλὴν ἔχω σοι χάριν καὶ πολεμίῳ «ἀδικοῦντι δουλεύειν οὐκ ἀνεκτὸν οἶμαι, παρ' οὗ ἂν «δίκην εὐξαίμην λαβεῖν, εἴ μοι ὁ θεὸς ἵλεως εἴη, ὅς «γε οὐδὲν πώποτε ἄχαρι πρὸς ἐμοῦ οὔτε ἔργῳ παθὼν «οὔτε λόγῳ ἀκούσας πολέμῳ μὲν αἰτίαν οὐκ ἔχοντι «παρέσχετο σκῆψιν, ἐμὲ δὲ ἐς τοῦτο μετήνεγκε τύχης, 4.6.28 «Βελισάριον οὐκ οἶδα ὅθεν ἐπενεγκών. καίτοι καὶ «αὐτῷ ἀνθρώπῳ γε ὄντι, καὶ βασιλεῖ οὐδὲν ἀπεικὸς 4.6.29 «ξυμβήσεσθαί τι ὧν οὐκ ἂν ἕλοιτο. ἐγὼ μέντοι περαι»τέρω τι γράφειν οὐκ ἔχω. ἀφείλετο γάρ με τὴν 4.6.30 «ἔννοιαν ἡ παροῦσα τύχη. ἀλλὰ χαῖρέ μοι, ὦ φίλε «Φάρα, καί μοι κιθάραν τε καὶ ἄρτον ἕνα καὶ σπόγγον 4.6.31 «δεομένῳ πέμπε.» ταῦτα ἐπεὶ ἀπενεχθέντα ὁ Φάρας ἔγνω, χρόνον δή τινα διηπορεῖτο τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον συμβαλεῖν οὐκ ἔχων, ἕως οἱ ὁ ταύτην κομίσας ἔφρασεν ὡς ἄρτου μὲν ἑνὸς δέοιτο Γελίμερ, ἐπιθυμῶν ἐς θέαν τε αὐτοῦ ἀφικέσθαι καὶ βρῶσιν, ἐπεὶ ἐξ οὗ ἐς Παπούαν ἀναβέβηκεν, οὐδένα που ἄρτον 4.6.32 ὠπτημένον εἶδε. σπόγγος δέ οἱ ἀναγκαῖος εἴη· τοῖν γάρ οἱ ὀφθαλμοῖν ἅτερος, τραχυνόμενος τῇ ἀλουσίᾳ, 4.6.33 ἐς ἄγαν ἐπῆρται. κιθαριστῇ δὲ ἀγαθῷ ὄντι ᾠδή τις αὐτῷ ἐς ξυμφορὰν τὴν παροῦσαν πεποίηται, ἣν δὴ πρὸς κιθάραν θρηνῆσαί τε καὶ ἀποκλαῦσαι ἐπείγεται. 4.6.34 ταῦτα