152
καταδεεστέρων πεφο4.11.25 «βῆσθαι οὐ δίκαιον. καίτοι πάντων ἀνθρώπων ἐς «ἀγῶνα πολέμου φαυλότατον εἶναι δοκεῖ τὸ Μαυρου4.11.26 «σίων ἔθνος. γυμνοί τε γὰρ οἱ πλεῖστοί εἰσι καὶ «αὐτῶν ὅσοι ἀσπίδας ἔχουσι, βραχείας τε ταύτας καὶ «οὐκ εὖ πεποιημένας οὐδὲ ἀπωθεῖσθαι τὰ προσιόντα 4.11.27 «δυναμένας προβέβληνται. καὶ τὰ δύο ταῦτα δοράτια «ἀπορρίψαντες, ἢν μή τι δράσωσιν, αὐτόματοι ἐς φυγὴν 4.11.28 «τρέπονται. ὥστε πάρεστιν ὑμῖν τὴν πρώτην φυλα»ξαμένοις τῶν βαρβάρων ὁρμὴν ἀνελέσθαι οὐδενὶ πόνῳ 4.11.29 «τὸ τοῦ πολέμου κράτος. τῆς δὲ ὑμετέρας ὁπλίσεως «ἡλίκον πρὸς τοὺς ἐναντίους τὸ διαλλάσσον ἐστὶν, 4.11.30 «ὁρᾶτε δήπου. καὶ τούτων ἔξω, ψυχῶν μὲν ἀρετὴ «καὶ σωμάτων ἀλκὴ καὶ πολέμων ἐμπειρία καὶ τὸ θαρ»σεῖν, διὰ τὸ πάντας ἤδη νενικηκέναι τοὺς πολεμίους, «ὑμῖν πρόσεστιν· οἱ δὲ Μαυρούσιοι τούτων ἁπάντων «ἐστερημένοι μόνῳ τῷ σφῶν αὐτῶν ὁμίλῳ πιστεύουσι. 4.11.31 «ῥᾷον δὲ ὀλίγοι ὡς ἄριστα παρεσκευασμένοι πλῆθος «οὐκ ἀγαθῶν τὰ πολέμια νικῶσιν ἀνθρώπων ἢ πρὸς 4.11.32 «αὐτῶν ἡσσῶνται. τῷ μὲν γὰρ ἀγαθῷ στρατιώτῃ τὸ «θαρσεῖν ἐφ' ἑαυτῷ πάρεστι, τῷ δὲ ἀνάνδρῳ τὸ τῶν «συντεταγμένων πλῆθος ἐς ἐπισφαλῆ στενοχωρίαν ὡς 4.11.33 «τὰ πολλὰ περιίσταται. καὶ μὴν καὶ καμήλων τῶνδε «ὑμᾶς ὑπερφρονεῖν ἄξιον, αἳ οὔτε ἀμύνειν τοῖς πολε»μίοις οἷαί τέ εἰσι καὶ πληγεῖσαι, ὡς τὸ εἰκὸς, μεί»ζονος ταραχῆς τε καὶ ἀταξίας αἴτιαι τούτοις γενή4.11.34 «σονται. καὶ τὸ προπετὲς, ὃ διὰ τὸ πρότερον «εὐημερῆσαι οἱ πολέμιοι κέκτηνται, ὑμῖν συναγωνιεῖ4.11.35 «σθαι ξυμβήσεται. τόλμα γὰρ τῇ μὲν δυνάμει ξυμμε»τρουμένη τάχα τι καὶ τοὺς αὐτῇ χρωμένους ὀνήσει, 4.11.36 «ὑπεραίρουσα δὲ ταύτην ἐς κίνδυνον ἄγει· ὧν ἐνθυ»μούμενοι καὶ τῶν πολεμίων καταφρονοῦντες σιγήν «τε καὶ κόσμον ἀσκεῖτε· τούτων γὰρ ἐπιμελούμενοι «ῥᾷόν τε καὶ ἀπονώτερον τῆς τῶν βαρβάρων ἀκοσμίας «κρατήσομεν.» ταῦτα μὲν Σολόμων εἶπεν. 4.11.37 Οἱ δὲ τῶν Μαυρουσίων ἄρχοντες ἐπειδὴ καὶ αὐτοὶ τοὺς βαρβάρους καταπεπληγμένους τὴν τῶν Ῥωμαίων εὐκοσμίαν εἶδον, βουλόμενοι αὐτῶν τὸ πλῆθος ἐπὶ τὸ θαρσεῖν αὖθις ἀντικαθιστάναι, τοιάδε παρεκελεύσαντο 4.11.38 «Ὡς μὲν ἀνθρώπεια Ῥωμαῖοι σώματα ἔχουσι καὶ οἷα «σιδήρῳ πλησσόμενα εἴκειν μεμαθήκαμεν, ὦ ξυστρα»τιῶται, οἷς αὐτῶν ἔναγχος τοὺς πάντων ἀρίστους πὴ μὲν «καταχωσθέντας τοῖς δόρασι τοῖς ἡμετέροις ἐκτείναμεν, «πὴ δὲ ἁρπάσαντες δορυαλώτους ἡμῶν αὐτῶν πεποιή4.11.39 «μεθα. τούτων δὲ τοιούτων ὄντων, ὡς καὶ νῦν αὐτῶν «τῷ πλήθει παρὰ πολὺ προέχειν αὐχοῦμεν, ὁρᾶν 4.11.40 «πάρεστι. καὶ μὴν καὶ ὑπὲρ τῶν μεγίστων ἡμῖν ὁ «ἀγών ἐστιν, ἢ Λιβύης πάσης κυρίοις εἶναι, ἢ τοῖς 4.11.41 «ἀλαζόσι τοῖσδε δουλεύειν. ὥστε ἡμῖν ἀνάγκη ὡς «μάλιστα ἐν τῷ παρόντι ἀνδραγαθίζεσθαι. οἷς γὰρ «ὑπὲρ τῶν ὅλων ὁ κίνδυνος, μὴ οὐχὶ εὐψυχοτάτοις 4.11.42 «εἶναι ἀξύμφορον. τῆς δὲ τῶν πολεμίων ὁπλίσεως «ὑπερφρονεῖν ἡμᾶς προσήκει. ἤν τε γὰρ πεζῇ ἐφ' «ἡμᾶς ἴωσιν, οὐκ εὐσταλεῖς ἔσονται, ἀλλ' ἡσσηθήσον»ται τοῦ Μαυρουσίων τάχους, καὶ τὴν ἵππον αὐτοῖς «ἥ τε τῶν καμήλων ὄψις ἐκπλήξασα καὶ τὸν ἄλλον «τοῦ πολέμου θόρυβον ἡ τούτων κραυγὴ ὑπερηχοῦσα 4.11.43 «εἰς ἀταξίαν, ὥς γε τὸ εἰκὸς, καταστήσεται. καὶ τὴν «ἐς Βανδίλους νίκην εἴ τις ἐκλογιζόμενος μὴ ἀνταγω4.11.44 «νίστους αὐτοὺς οἴεται εἶναι, γνώμης ἁμαρτάνει. ἡ «μὲν γὰρ τοῦ πολέμου ῥοπὴ τῇ τοῦ στρατηγοῦντος «ἀρετῇ ἢ τύχῃ κρίνεσθαι πέφυκε· Βελισάριον δὲ, ὃς «τῆς Βανδίλων ἐπικρατήσεως αἴτιος γέγονεν, ἐκποδὼν 4.11.45 «νῦν ἡμῖν ἑστηκέναι πεποίηκε τὸ δαιμόνιον. ἄλλως «τε καὶ ἡμεῖς Βανδίλους πολλάκις νενικηκότες, περιε»λόντες τε τὴν αὐτῶν δύναμιν, ἑτοιμότερόν τε καὶ «ἀπονώτερον Ῥωμαίοις τὸ κατ' αὐτῶν πεποιήμεθα 4.11.46 «κράτος. καὶ νῦν δὲ πολεμίων τῶνδε κρατήσειν, ἢν «ἐν τῷ ἔργῳ ἀνδραγαθίζησθε, ἐλπίδα ἔχομεν.» 4.11.47 Τοσαῦτα καὶ οἱ Μαυρουσίων ἄρχοντες παρακελευσάμενοι τῆς ξυμβολῆς ἦρχον. καὶ τὰ μὲν πρῶτα πολλὴ ἀκοσμία ἐς τὸ Ῥωμαίων στράτευμα ἐγεγόνει. 4.11.48 οἱ γὰρ ἵπποι αὐτοῖς τῇ τε κραυγῇ καὶ τῇ ὄψει τῶν καμήλων