153
ἀχθόμενοι ἀνεχαιτίζοντό τε καὶ ἀπορριπτοῦντες τοὺς ἐπιβάτας οὐδενὶ κόσμῳ οἱ πλεῖστοι ἔφευγον. 4.11.49 καὶ ἐν τούτῳ ἐπεκδρομὰς ποιούμενοι οἱ Μαυρούσιοι καὶ τὰ δοράτια, ὅσα σφίσιν ἐν ταῖς χερσὶν ἦν, ἀκοντίζοντες, θορύβου τε αὐτῶν ἐμπίπλασθαι τὸ στράτευμα ἐποίουν καὶ οὔτε ἀμυνομένους οὔτε ἐν τάξει μένοντας 4.11.50 ἔπλησσον. ὕστερον δὲ Σολόμων, κατιδὼν τὰ πρασσόμενα, ἔκ τε τοῦ ἵππου ἀποθρώσκει πρῶτος καὶ τοὺς 4.11.51 ἄλλους ἅπαντας ἐς τοῦτο ἐνάγει. καὶ ἐπειδὴ ἀπέβησαν, τοῖς μὲν ἄλλοις ἐνετέλλετο ἡσυχάζουσι καὶ τὰς ἀσπίδας προβαλλομένοις δεχομένοις τε τὰ παρὰ τῶν πολεμίων πεμπόμενα ἐν τῇ τάξει μένειν· αὐτὸς δὲ στρατιώτας οὐχ ἧσσον ἢ πεντακοσίους ἐπαγόμενος ἐς 4.11.52 τὴν τοῦ κύκλου ἐπέσκηψε μοῖραν. οὓς δὴ τὰ ξίφη ἀνελομένους ἐκέλευε τὰς καμήλους, αἳ ταύτῃ εἱστήκε4.11.53 σαν, κτείνειν. τότε Μαυρούσιοι μὲν, ὅσοι ἐκείνῃ ἐτετάχατο, ἐς φυγὴν ὥρμηντο, οἱ δὲ ξὺν τῷ Σολόμωνι κτείνουσι καμήλους ἀμφὶ διακοσίας, αὐτίκα τε ὁ κύκλος, ἐπεὶ αἱ κάμηλοι ἔπεσον, ἐσβατὸς Ῥωμαίοις 4.11.54 ἐγένετο. καὶ αὐτοὶ μὲν δρόμῳ ἐς τὸ τοῦ κύκλου μέσον ἐχώρουν, ἔνθα αἱ Μαυρουσίων γυναῖκες ἐκάθηντο· οἱ δὲ βάρβαροι ἐκπεπληγμένοι ἐς τὸ ὄρος, ὅπερ ἄγχιστα ἦν, ἀποχωροῦσι, φεύγοντάς τε αὐτοὺς 4.11.55 ξὺν πάσῃ ἀκοσμίᾳ ἐπισπόμενοι Ῥωμαῖοι ἔκτεινον. καὶ λέγονται Μαυρουσίων μύριοι ἐν τούτῳ τῷ πόνῳ ἀποθανεῖν. γυναῖκές τε πᾶσαι ξὺν τοῖς παισὶν ἐν ἀνδρα4.11.56 πόδων λόγῳ ἐγένοντο. καὶ καμήλους οἱ στρατιῶται πάσας, ὅσας οὐκ ἔκτειναν, ἐληίσαντο. οὕτω τε Ῥωμαῖοι μὲν ξὺν πάσῃ τῇ λείᾳ ἐς Καρχηδόνα ᾔεσαν, τὴν ἐπινίκιον ἑορτὴν ἄγοντες. 4.12.1 Οἱ δὲ βάρβαροι χρώμενοι θυμῷ πανδημεὶ ἐπὶ Ῥωμαίους αὖθις, οὐδένα σφῶν ἀπολιπόντες, ἐστράτευσαν, καὶ καταθεῖν τὰ ἐν Βυζακίῳ χωρία ἤρξαντο, οὐδεμιᾶς ἡλικίας τῶν σφίσι παραπιπτόντων φειδόμενοι. 4.12.2 ἄρτι τε Σολόμωνι ἐς Καρχηδόνα ἐληλακότι βάρβαροι πλήθει μεγάλῳ ἐς Βυζάκιον ἐληλυθέναι καὶ ληίζεσθαι πάντα τὰ ἐκείνῃ ἠγγέλλοντο. ἄρας οὖν κατὰ τάχος 4.12.3 παντὶ τῷ στρατῷ ἐπ' αὐτοὺς ᾔει. γενόμενος δὲ ἐν Βουργάωνι, ἔνθα οἱ πολέμιοι ἐστρατοπεδεύσαντο, ἡμέρας μέν τινας ἀντεκάθητο, ὅπως, ἐπειδὰν τάχιστα ἐν τῷ ὁμαλεῖ γένωνται οἱ Μαυρούσιοι, τῆς ξυμβολῆς 4.12.4 ἄρχοι. ὡς δὲ ἐκεῖνοι ἐν τῷ ὄρει ἔμενον, διεῖπέ τε ὡς ἐς μάχην καὶ διεκόσμει τὸ στράτευμα, οἱ δὲ Μαυρούσιοι ἐς μὲν τὸ πεδίον ἥκιστα Ῥωμαίοις τὸ λοιπὸν ἐς μάχην ἰέναι διενοοῦντο (ἤδη γὰρ αὐτοὺς ἄμαχόν τι δέος ἐσῄει), ἐν δὲ τῷ ὄρει ἤλπιζον ῥᾷον αὐτῶν περιέσεσθαι 4.12.5 τῷ πολέμῳ. ἔστι δὲ τὸ ὄρος ὁ Βουργάων ἐπὶ πλεῖστον μὲν ἀπότομον καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον δεινῶς ἄβατον, τὰ δὲ πρὸς ἑσπέραν εὐέφοδόν τε καὶ ὑπτίως 4.12.6 ἔχον. καὶ σκοπέλω ὑψηλὼ δύο ἀνέχετον νάπην τινὰ ἐν μέσῳ σφῶν ἐργαζομένω, στενὴν μὲν κομιδῆ, ἐς 4.12.7 βάθος δέ τι ἄφατον κατατείνουσαν. οἱ δὲ βάρβαροι τὴν μὲν ἄκραν τοῦ ὄρους ἀπέλιπον ἀνδρῶν ἔρημον, οὐδὲν ἐνθένδε πολέμιον οἰόμενοι σφίσιν ἔσεσθαι· ὁμοίως δὲ καὶ τὸν ἀμφὶ τὸν πρόποδα χῶρον ἔλιπον, οὗ δὴ 4.12.8 εὐπρόσοδος ὁ Βουργάων ἦν. κατὰ δὲ τὰ μέσα στρατοπεδευσάμενοι ἔμενον, ὅπως, ἢν οἱ πολέμιοι ἐπὶ σφᾶς ἀνιόντες μάχης ἄρξωσιν, αὐτοὶ ἤδη ὕπερθεν 4.12.9 ἐκείνων γενόμενοι κατὰ κορυφὴν βάλλωσιν. ἦσαν δὲ αὐτοῖς ἐν τῷ ὄρει καὶ ἵπποι πολλοὶ ἢ ἐς φυγὴν παρεσκευασμένοι, ἢ ἐς τὴν δίωξιν, ἢν τῆς μάχης κρατήσωσι. 4.12.10 Σολόμων δὲ, ἐπεὶ εἶδε τοὺς Μαυρουσίους οὐκέτι ἐν τῷ ὁμαλεῖ ἐθέλοντας διαμάχεσθαι, καὶ ἅμα τῇ προσεδρείᾳ τὸ Ῥωμαίων στράτευμα ἐν χωρίῳ ἐρήμῳ ἤχθετο, ἐς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐν Βουργάωνι ἠπείγετο. 4.12.11 ἰδὼν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τῷ τῶν ἐναντίων ὁμίλῳ πολυπλασίῳ ἢ ἐν τῇ προτέρᾳ μάχῃ 4.12.12 γεγενημένῳ, ξυγκαλέσας τὸ πλῆθος ἔλεξε τοιάδε «Τὸ «μὲν δέος, ᾧ πρὸς ὑμᾶς οἱ πολέμιοι χρῶνται, οὐχ «ἑτέρου του κατηγόρου δεῖται, ἀλλ' αὐτεπάγγελτον «ἐξελήλεγκται τὴν οἴκοθεν ἐπαγόμενον μαρτυρίαν. 4.12.13 «ὁρᾶτε γὰρ δή που τοὺς ἐναντίους εἰς τόσας μὲν καὶ «τόσας μυριάδας συνειλεγμένους, οὐ τολμῶντας δὲ «ἡμῖν εἰς τὸ πεδίον καταβαίνοντας