194
κολάσουσιν. οὐ «γὰρ ἀνάγκῃ βιαζόμενοι, ἀλλὰ γνώμῃ ἐθελοκακοῦντες «ἐς τὴν προδοσίαν καθίστασθε. ὥστε καὶ Βελισαρίῳ «κρατήσαντι τῶν πολεμίων ἴσως ἄπιστοί τε φανού»μεθα καὶ τῶν ἡγουμένων προδόται, καὶ ἅτε δραπέται «γεγενημένοι, ἐς πάντα τὸν αἰῶνα φρουρὰν πρὸς βα5.8.36 «σιλέως κατὰ τὸ εἰκὸς ἕξομεν. ὁ γάρ του προδότου «τετυχηκὼς τῇ μὲν χάριτι ἐς τὸ παραυτίκα νικήσας «ἥσθη, ὑποψίᾳ δὲ ὕστερον τῇ ἐκ τῶν πεπραγμένων «μισεῖ καὶ φοβεῖται τὸν εὐεργέτην, αὐτὸς ἐφ' ἑαυτῷ 5.8.37 «τὰ τῆς ἀπιστίας γνωρίσματα ἔχων. ἢν μέντοι πιστοὶ «Γότθοις ἐν τῷ παρόντι γενώμεθα, γενναίως ὑπο»στάντες τὸν κίνδυνον, αὐτοί τε τῶν πολεμίων κρατή»σαντες μεγάλα ἡμᾶς ἀγαθὰ δράσουσι καὶ Βελισάριος «ἡμῖν νενικηκὼς, ἂν οὕτω τύχῃ, συγγνώμων ἔσται. 5.8.38 «εὔνοια γὰρ ἀποτυχοῦσα πρὸς οὐδενὸς ἀνθρώπων ὅτι 5.8.39 «μὴ ἀξυνέτου κολάζεται. τί δὲ καὶ παθόντες κατωρρω»δήκατε τῶν πολεμίων τὴν προσεδρείαν, οἳ οὔτε τῶν «ἐπιτηδείων σπανίζοντες οὔτε του ἀποκεκλεισμένοι τῶν «ἀναγκαίων κάθησθε οἴκοι, τῷ τε περιβόλῳ καὶ φρου»ροῖς τοῖσδε τὸ θαρρεῖν ἔχοντες; οἰόμεθα δὲ οὐδ' ἂν «Βελισάριον ἐς τήνδε ξυμβῆναι τὴν ὁμολογίαν ἡμῖν, 5.8.40 «εἴ τινα βίᾳ τὴν πόλιν αἱρήσειν ἐλπίδα εἶχε. καίτοι «εἰ τὰ δίκαια καὶ ἡμῖν ξυνοίσοντα ποιεῖν ἤθελεν, οὐ «Νεαπολίτας αὐτὸν δεδίσσεσθαι ἐχρῆν οὐδὲ τῇ παρ' «ἡμῶν ἐς Γότθους ἀδικίᾳ τὴν οἰκείαν βεβαιοῦν δύνα»μιν, ἀλλὰ Θευδάτῳ τε καὶ Γότθοις ἐς χεῖρας ἰέναι, «ὅπως κινδύνου τε καὶ προδοσίας ἡμετέρας χωρὶς ἡ 5.8.41 «πόλις ἐς τὸ τῶν νικώντων χωρήσει κράτος.» τοσαῦτα Πάστωρ τε καὶ Ἀσκληπιόδοτος εἰπόντες τοὺς Ἰουδαίουςπαρῆγον ἰσχυριζομένους τὴν πόλιν τῶν ἀναγκαίων οὐδενὸς ἐνδεᾶ ἔσεσθαι, καὶ Γότθοι δὲ φυλάξειν ἀσφαλῶς 5.8.42 τὸν περίβολον ἰσχυρίζοντο. οἷς δὴ Νεαπολῖται ἠγμένοι ἐκέλευον Βελισάριον ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσε5.8.43 σθαι. ὁ δὲ ἐς τὴν πολιορκίαν καθίστατο. πολλάκις τε τοῦ περιβόλου ἀποπειρασάμενος ἀπεκρούσθη, τῶν στρατιωτῶν ἀπολέσας πολλοὺς, καὶ μάλιστα οἷς δὴ 5.8.44 ἀρετῆς τι μεταποιεῖσθαι ξυνέβαινε. τὸ γὰρ Νεαπόλεως τεῖχος τὰ μὲν θαλάσσῃ, τὰ δὲ δυσχωρίαις τισὶν ἀπρόσοδόν τε ἦν καὶ τοῖς ἐπιβουλεύουσι τά τε ἄλλα καὶ 5.8.45 διὰ τὸ ἄναντες εἶναι οὐδαμῆ ἐσβατόν. καὶ τὸν ὀχετὸν μέντοι, ὃς ἐς τὴν πόλιν ἐσῆγε τὸ ὕδωρ, διελὼν Βελισάριος, οὐ σφόδρα Νεαπολίτας ἐτάραξεν, ἐπεὶ φρέατα ἐντός τε ὄντα τοῦ περιβόλου καὶ τὴν χρείαν παρεχόμενα αἴσθησιν τούτου σφίσιν οὐ λίαν ἐδίδου. 5.9.1 Οἱ μὲν οὖν πολιορκούμενοι λανθάνοντες τοὺς πολεμίους ἔπεμπον ἐς Ῥώμην παρὰ Θευδάτον βοηθεῖν σφίσι κατὰ τάχος δεόμενοι. Θευδάτος δὲ πολέμου παρασκευήν τινα ἥκιστα ἐποιεῖτο, ὢν μὲν καὶ φύσει 5.9.2 ἄνανδρος, ὥσπερ μοι ἔμπροσθεν εἴρηται. λέγουσι δὲ αὐτῷ καὶ ἕτερόν τι ξυμβῆναι, ὃ μάλιστα αὐτὸν ἐξέπληξέ τε καὶ ἐς ὀρρωδίαν μείζω ἀπήνεγκεν, ἐμοὶ μὲν 5.9.3 οὐ πιστὰ λέγοντες· καὶ ὣς δὲ εἰρήσεται. Θευδάτος καὶ πρότερον μὲν οὐκ ἀμελέτητος ἦν τῶν τι προλέγειν ἐπαγγελλομένων τὰς πύστεις ποιεῖσθαι, τότε δὲ τοῖς παροῦσιν ἀπορούμενος, ὃ δὴ μάλιστα τοὺς ἀνθρώπους ἐς μαντείας ὁρμᾶν εἴωθε, τῶν τινος Ἑβραίων, δόξαν ἐπὶ τούτῳ πολλὴν ἔχοντος, ἐπυνθάνετο ὁποῖόν ποτε 5.9.4 τῷ πολέμῳ τῷδε τὸ πέρας ἔσται. ὁ δὲ αὐτῷ ἐπήγγελλε χοίρων δεκάδας τρεῖς καθείρξαντι ἐν οἰκίσκοις τρισὶ καὶ ὄνομα ποιησαμένῳ δεκάδι ἑκάστῃ, Γότθων τε καὶ Ῥωμαίων καὶ τῶν βασιλέως στρατιωτῶν, ἡμέρας ῥητὰς 5.9.5 ἡσυχῆ μένειν. Θευδάτος δὲ κατὰ ταῦτα ἐποίει. καὶ ἐπειδὴ παρῆν ἡ κυρία, ἐν τοῖς οἰκίσκοις ἄμφω γενόμενοι ἐθεῶντο τοὺς χοίρους, εὗρόν τε αὐτῶν οἷς μὲν τὸ Γότθων ἐπῆν ὄνομα δυοῖν ἀπολελειμμένοιν νεκροὺς ἅπαντας, ζῶντας δὲ ὀλίγων χωρὶς ἅπαντας ἐς οὓς τὸ τῶν βασιλέως στρατιωτῶν ὄνομα ἦλθεν· ὅσοι μέντοι Ῥωμαῖοι ἐκλήθησαν, τούτοις δὲ ξυνέβη ἀπορρυῆναι μὲν τὰς τρίχας ἅπασι, περιεῖναι δὲ ἐς ἥμισυ μάλιστα. 5.9.6 ταῦτα Θευδάτῳ θεασαμένῳ καὶ ξυμβαλλομένῳ τὴν τοῦ πολέμου ἀπόβασιν δέος φασὶν ἐπελθεῖν μέγα, εὖ εἰδότι ὡς Ῥωμαίοις μὲν ξυμπεσεῖται πάντως τεθνήξεσθαί τε κατὰ ἡμίσεας καὶ τῶν χρημάτων στερήσεσθαι, Γότθοις δὲ ἡσσωμένοις τὸ γένος ἐς