210
λόγον ἐπιπολάζοντα ὡς πάντας ἰέναι, τῶν ἄλλων ἀφέμενοι πάντων, οἱ πλεῖστοι ἐπὶ 5.18.10 Βελισάριον ἔβαλλον. ἤδη δὲ αὐτῶν καὶ φιλοτιμίᾳ μεγάλῃ ἐχόμενοι, ὅσοι ἀρετῆς τι μετεποιοῦντο, ὡς ἀγχοτάτω παραγενόμενοι, ἅπτεσθαί τε αὐτοῦ ἐνεχείρουν καὶ τοῖς δόρασι καὶ τοῖς ξίφεσι θυμῷ πολλῷ ἐχόμενοι 5.18.11 ἔπαιον. Βελισάριος δὲ αὐτός τε ἐπιστροφάδην τοὺς ἀεὶ ὑπαντιάζοντας ἔκτεινε καὶ τῶν αὑτοῦ δορυφόρων τε καὶ ὑπασπιστῶν τῆς εἰς αὐτὸν εὐνοίας ὡς μάλιστα 5.18.12 δὴ ἐν τούτῳ τῷ κινδύνῳ ἀπήλαυσε. γενόμενοι γὰρ ἀμφ' αὐτὸν ἅπαντες ἀρετὴν ἐπεδείξαντο οἵαν πρὸς οὐδενὸς ἀνθρώπων ἐς τήνδε τὴν ἡμέραν δεδηλῶσθαι 5.18.13 οἶμαι. τὰς γὰρ ἀσπίδας τοῦ τε στρατηγοῦ καὶ τοῦ ἵππου προβεβλημένοι, τά τε βέλη πάντα ἐδέχοντο καὶ τοὺς ἀεὶ ἐπιόντας ὠθισμῷ χρώμενοι ἀπεκρούοντο. οὕτω τε ἡ ξυμβολὴ πᾶσα ἐς σῶμα ἑνὸς ἀπεκρίθη ἀν5.18.14 δρός. ἐν τούτῳ τῷ πόνῳ πίπτουσι μὲν Γότθοι οὐχ ἥσσους ἢ χίλιοι, καὶ αὐτοὶ ἄνδρες οἳ ἐν τοῖς πρώτοις ἐμάχοντο, θνήσκουσι δὲ τῆς Βελισαρίου οἰκίας πολλοί τε καὶ ἄριστοι, καὶ Μαξέντιος ὁ δορυφόρος, ἔργα με5.18.15 γάλα ἐς τοὺς πολεμίους ἐπιδειξάμενος. Βελισαρίῳ δὲ ξυνέβη τις τύχη ἐκείνῃ τῇ ἡμέρᾳ, μήτε τετρῶσθαι μήτε βεβλῆσθαι, καίπερ ἀμφ' αὐτῷ μόνῳ γενομένης τῆς μάχης. 5.18.16 Τέλος δὲ ἀρετῇ τῇ σφετέρᾳ Ῥωμαῖοι τοὺς πολεμίους ἐτρέψαντο, ἔφευγέ τε πάμπολύ τι βαρβάρων πλῆθος, ἕως ἐς στρατόπεδον τὸ αὐτῶν ἵκοντο. ἐνταῦθα γὰρ οἱ Γότθων πεζοὶ ἅτε ἀκμῆτες ὄντες ὑπέστησάν τε τοὺς πολεμίους καὶ πόνῳ οὐδενὶ ἀπεώ5.18.17 σαντο. βεβοηθηκότων τε αὖθις ἱππέων ἑτέρων κατὰ κράτος Ῥωμαῖοι ἔφυγον, ἕως ἀναβάντες ἔς τι γεώλοφον ἔστησαν. καταλαβόντων τε σφᾶς βαρβάρων 5.18.18 ἱππέων, αὖθις ἱππομαχία ἐγένετο. ἔνθα δὴ Βαλεντῖνος, ὁ Φωτίου τοῦ Ἀντωνίνης παιδὸς ἱπποκόμος, ἀρετῆς δήλωσιν ὡς μάλιστα ἐποιήσατο. μόνος γὰρ ἐσπηδήσας ἐς τῶν πολεμίων τὸν ὅμιλον ἐμπόδιός τε τῇ Γότθων ὁρμῇ ἐγεγόνει καὶ τοὺς ξὺν αὑτῷ διεσώ5.18.19 σατο. οὕτω τε διαφυγόντες ἐς τὸν Ῥώμης περίβολον ἦλθον, διώκοντές τε οἱ βάρβαροι ἄχρι ἐς τὸ τεῖχος 5.18.20 ἐνέκειντο ἀμφὶ τὴν πύλην ἣ Σαλαρία ὠνόμασται. δείσαντες δὲ Ῥωμαῖοι μὴ τοῖς φεύγουσιν οἱ πολέμιοι ξυνεισβαλόντες τοῦ περιβόλου ἐντὸς γένωνται, ἀνακλίνειν τὰς πύλας ἥκιστα ἤθελον, καίπερ Βελισαρίου πολλά τε σφίσιν ἐγκελευομένου καὶ ξὺν ἀπειλῇ ἀνα5.18.21 βοῶντος. οὔτε γὰρ τὸν ἄνδρα οἱ ἐκ τοῦ πύργου διακύπτοντες ἐπιγινώσκειν οἷοί τε ἦσαν, ἐπεί οἱ τό τε πρόσωπον καὶ ἡ κεφαλὴ ξύμπασα λύθρῳ τε καὶ κονιορτῷ ἐκαλύπτετο, ἅμα δὲ οὐδὲ καθορᾶν τις ἀκριβῶς 5.18.22 εἶχεν. ἦν γὰρ τῆς ἡμέρας ἀμφὶ ἡλίου δύσιν. οὐ μὴν οὐδὲ περιεῖναι τὸν στρατηγὸν Ῥωμαῖοι ᾤοντο. ὅσοι γὰρ ἐν τῇ πρότερον γενομένῃ τροπῇ φεύγοντες ἧκον, τεθνάναι Βελισάριον ἐν τοῖς πρώτοις ἀριστεύοντα ἤγγελ5.18.23 λον. ὁ μὲν οὖν ὅμιλος τῶν πολεμίων ῥεύσας τε πολὺς καὶ θυμῷ μεγάλῳ ἐχόμενος, τήν τε τάφρον εὐθὺς διαβῆναι καὶ τοῖς φεύγουσιν ἐνταῦθα ἐπιθέ5.18.24 σθαι διενοοῦντο. Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος ἀθρόοι τῆς τάφρου ἐντὸς γεγενημένοι ἐν χρῷ τε ξυνιόντες 5.18.25 ἀλλήλοις ἐς ὀλίγον συνήγοντο. οἱ μέντοι τοῦ περιβόλου ἐντὸς ἅτε ἀστρατήγητοί τε καὶ ἀπαράσκευοι παντάπασιν ὄντες καὶ περὶ σφίσι τε αὐτοῖς καὶ τῇ πόλει πεφοβημένοι, ἀμύνειν τοῖς σφετέροις, καίπερ ἐς τοσοῦτον κινδύνου ἐλθοῦσιν, οὐδαμῆ εἶχον. 5.18.26 Τότε Βελισάριον ἔννοιά τε καὶ τόλμα εἰσῆλθεν, ἣ Ῥωμαίοις ἐκ τοῦ ἀπροσδοκήτου τὰ πράγματα διεσώσατο. ἐγκελευσάμενος γὰρ τοῖς ξὺν αὑτῷ πᾶσιν ἐξα5.18.27 πιναίως τοῖς ἐναντίοις ἐνέπεσεν. οἱ δὲ καὶ πρότερον ἀκοσμίᾳ πολλῇ ἅτε ἐν σκότῳ καὶ διώξει χρώμενοι, ἐπεὶ σφίσιν ἐπιόντας παρὰ δόξαν τοὺς φεύγοντας εἶδον, ὑποτοπήσαντες καὶ ἄλλο βεβοηθηκέναι ἐκ τῆς πόλεως στράτευμα, ἐς φόβον τε πολὺν ἀπ' αὐτοῦ 5.18.28 καταστάντες κατὰ κράτος ἤδη ἅπαντες ἔφευγον. Βελισάριος δὲ ἥκιστα ἐκπεσὼν ἐς τὴν δίωξιν αὐτίκα ἐς τὸ τεῖχος ἀνέστρεψεν. οὕτω τε Ῥωμαῖοι θαρσήσαντες αὐτόν τε καὶ τοὺς ἀμφ' αὐτὸν ἅπαντας τῇ πόλει ἐδέ5.18.29 ξαντο. παρὰ τοσοῦτον μὲν κινδύνου Βελισάριός τε καὶ τὰ βασιλέως πράγματα ἦλθεν, ἥ τε μάχη