273
ἔγνω, τῶν τινα ταύτῃ ᾠκημένων ἀνέπεισε χρήμασι ταῦτα δὴ τὰ οἰκήματα ξὺν 6.28.26 τῷ σίτῳ λάθρα ἐμπρῆσαι. φασὶ δὲ καὶ γνώμῃ Ματασούνθης, τῆς Οὐιττίγιδος γυναικὸς, ταῦτα ἀπολωλέναι. ἐπειδή τε ὁ σῖτος ἐκ τοῦ αἰφνιδίου ἐκέκαυτο, οἱ μέν τινες ἐξ ἐπιβουλῆς γεγενῆσθαι τὸ ἔργον ὑπετόπαζον, 6.28.27 οἱ δὲ κεραυνῷ τὸν χῶρον βεβλῆσθαι ὑπώπτευον. ἑκάτερα δὲ λογιζόμενοι Γότθοι τε καὶ Οὐίττιγις ἐς ἀμηχανίαν ἔτι μᾶλλον ἐνέπιπτον, οὐδὲ σφίσιν αὐτοῖς πιστεύειν τὸ λοιπὸν ἔχοντες καὶ πρὸς τοῦ θεοῦ πολεμεῖσθαι οἰόμενοι. ταῦτα μὲν οὖν ταύτῃ ἐπράσσετο. 6.28.28 Ἐν δὲ Ἄλπεσιν, αἳ Γάλλους τε καὶ Λιγούρους διορίζουσιν, ἅσπερ Ἄλπεις Κουτίας καλοῦσι Ῥωμαῖοι, 6.28.29 φρούρια συχνὰ ξυμβαίνει εἶναι. οὗ δὴ Γότθοι ἐκ παλαιοῦ πολλοί τε καὶ ἄριστοι, ξύν τε γυναιξὶ καὶ παισὶ τοῖς αὐτῶν ᾠκημένοι, φυλακὴν εἶχον· οὕσπερ ἐπεί οἱ βούλεσθαι Βελισάριος προσχωρεῖν ἤκουσε, τῶν οἱ ἑπομένων τινὰ, Θωμᾶν ὄνομα, ξὺν ὀλίγοις τισὶ παρ' αὐτοὺς ἔπεμψεν, ἐφ' ᾧ τὰ πιστὰ δόντες παραστήσονται 6.28.30 ὁμολογίᾳ τοὺς ταύτῃ βαρβάρους. καὶ αὐτοὺς ἐς τὰς Ἄλπεις ἀφικομένους Σίσιγις, ὃς τῶν ἐνταῦθα φυλακτηρίων ἦρχεν, ἑνὶ τῶν φρουρίων δεξάμενος, αὐτός τε προσεχώρησε 6.28.31 καὶ τῶν ἄλλων ἑκάστους εἰς τοῦτο ἐνῆγεν. ἐν τούτῳ δὲ Οὐραΐας τετρακισχιλίους Λιγούρους τε κἀκ τῶν ἐν ταῖς Ἄλπεσι φρουρίων ἀπολεξάμενος, ἐπὶ Ῥάβενναν 6.28.32 ὡς βοηθήσων κατὰ τάχος ᾔει. οἵπερ ἐπειδὴ τὰ Σισίγιδι πεπραγμένα ἐπύθοντο, ἀμφὶ τοῖς οἰκείοις δεδιότες, 6.28.33 ἐνταῦθα πρῶτον ἠξίουν ἰέναι. διὸ δὴ Οὐραΐας παντὶ τῷ στρατῷ ἐς τὰς Ἄλπεις Κουτίας ἦλθε καὶ τὸν Σίσιγιν ξὺν τοῖς ἀμφὶ τὸν Θωμᾶν ἐπολιόρκει. ταῦτα Ἰωάννης τε, ὁ Βιταλιανοῦ ἀδελφιδοῦς, καὶ Μαρτῖνος πυθόμενοι (ἀγχοτάτω γὰρ Πάδου ποταμοῦ ὄντες ἐτύγχανον) κατὰ τάχος ἐβοήθουν παντὶ τῷ στρατῷ καὶ τῶν ἐν ταῖς Ἄλπεσι φρουρίων τισὶν ἐξ ἐπιδρομῆς ἐπισκήψαντες εἷλον, καὶ τοὺς ἐνταῦθα ᾠκημένους ἠνδραποδίσαντο, ἐν οἷς παῖδάς τε συχνοὺς καὶ γυναῖκας τῶν ὑπὸ τῷ 6.28.34 Οὐραΐᾳ στρατευομένων ξυνέπεσεν εἶναι. πλεῖστοι γὰρ αὐτῶν ἐκ τούτων δὴ τῶν φρουρίων ὁρμώμενοι εἵποντο. 6.28.35 οἵπερ, ἐπεὶ ἁλῶναι τὰ σφέτερα αὐτῶν ἔμαθον, ἀποταξάμενοι τοῦ Γότθων στρατοπέδου ἐκ τοῦ αἰφνιδίου, τοῖς ἀμφὶ τὸν Ἰωάννην προσχωρεῖν ἔγνωσαν, καὶ ἀπ' αὐτοῦ Οὐραΐας οὔτε τι ἐνταῦθα ἀνύτειν οὔτε τοῖς ἐν Ῥαβέννῃ κινδυνεύουσι Γότθοις βοηθεῖν ἴσχυσεν, ἀλλὰ ἄπρακτος ἐς Λιγουρίαν ξὺν ὀλίγοις ἐλθὼν ἡσυχῆ ἔμενε. καὶ Βελισάριος κατ' ἐξουσίαν Οὐίττιγίν τε καὶ Γότθων τοὺς δοκίμους ἐν Ῥαβέννῃ καθεῖρξε. 6.29.1 Τότε δὲ καὶ πρέσβεις ἐκ βασιλέως ἀφίκοντο ∆όμνικός τε καὶ Μαξιμῖνος, ἐκ βουλῆς ἄμφω, ἐφ' ᾧ 6.29.2 τὴν εἰρήνην κατὰ τάδε ποιήσονται. Οὐίττιγιν μὲν πλούτου τὸ ἥμισυ τοῦ βασιλικοῦ φέρεσθαι, χώρας τε ἄρχειν ἣ ἐκτὸς Πάδου ποταμοῦ ἐστι· τῶν δὲ δὴ χρημάτων τὸ ἥμισυ βασιλέως εἶναι, καὶ αὐτὸν ὅσα ἐντὸς Πάδου ποταμοῦ ἐστιν ὑπήκοα ἐς ἀπαγωγὴν φόρου 6.29.3 ποιήσασθαι. Βελισαρίῳ τε οἱ πρέσβεις τὰ βασιλέως γράμματα δείξαντες ἐς Ῥάβενναν ἐκομίσθησαν. μαθόντες δὲ Γότθοι καὶ Οὐίττιγις ἐφ' ᾧ ἥκοιεν, ἄσμενοι κατὰ 6.29.4 ταῦτα ὡμολόγησαν τὰς σπονδὰς θήσεσθαι. ἅπερ ἀκούσας Βελισάριος ἤσχαλλεν, ἐν ξυμφορᾷ μεγάλῃ ποιούμενος, εἰ μή τις αὐτὸν ἐῴη, παρὸν οὐδενὶ πόνῳ, τό τε κράτος τοῦ πολέμου παντὸς φέρεσθαι καὶ δορυάλω6.29.5 τον Οὐίττιγιν ἐς Βυζάντιον ἀγαγεῖν. ἐπειδή τε οἱ πρέσβεις ἐκ Ῥαβέννης πρὸς αὐτὸν ἵκοντο, γράμμασιν 6.29.6 οἰκείοις ἐπιρρῶσαι τὰς ξυνθήκας ἥκιστα ἤθελεν. ὧνπερ οἱ Γότθοι αἰσθόμενοι νῷ τε δολερῷ τὴν εἰρήνην σφίσι Ῥωμαίους προτείνεσθαι ὑπετόπαζον, καὶ ὑποψίᾳ ἐς αὐτοὺς μεγάλῃ ἐχρῶντο, ἄντικρύς τε ἤδη ἔφασκον ἄνευ τῶν Βελισαρίου γραμμάτων τε καὶ ὅρκων οὔποτε 6.29.7 ξυνθήκας πρὸς αὐτοὺς θήσεσθαι. ἀκούσας δὲ Βελισάριος λοιδορεῖσθαί οἱ τῶν ἀρχόντων τινὰς, ὡς δὴ ἐπιβουλεύων τοῖς βασιλέως πράγμασι τὸν πόλεμον καταλύειν οὐδαμῶς βούλοιτο, ξυγκαλέσας ἅπαντας, ∆ομνίκου 6.29.8 τε καὶ Μαξιμίνου παρόντων, ἔλεξε τοιάδε «Τὴν μὲν «τοῦ πολέμου τύχην ἐν τῷ ἀσφαλεῖ ὡς ἥκιστα ἑστάναι «αὐτός τε οἶδα καὶ