289
δίκαια πράσσειν ξυνοίσει μᾶλλον ἢ «ἀπ' ἐναντίας αὐτῇ ἰόντας φθονεροὺς ἡμᾶς ἐφ' ἡμῖν 7.8.24 «αὐτοῖς γεγενῆσθαι δοκεῖν. οὐ γὰρ ἔστιν, οὐκ ἔστι, «τὸν ἀδικοῦντα καὶ βιαζόμενον ἐν τοῖς ἀγῶσιν εὐδο»κιμεῖν, ἀλλὰ πρὸς τὸν βίον ἑκάστου ἡ τοῦ πολέμου «πρυτανεύεται τύχη.» Τουτίλας μὲν τοσαῦτα εἶπεν. 7.8.25 ἐπαινέσαντες δὲ τὰ εἰρημένα οἱ Γότθων λόγιμοι τὸν δορυφόρον οὐκέτι ἐξῃτοῦντο, ἀλλ' εἴων ὅπως ποτὲ αὐτῷ πράσσειν δοκοίη. καὶ ὃς τὸν μὲν ἄνθρωπον οὐκ ἐς μακρὰν διεχρήσατο, τὰ δὲ χρήματα, ὅσα δὴ αὐτοῦ ἐτύγχανεν ὄντα, τῇ βιασθείσῃ παρέσχετο. 7.9.1 Ἐν ᾧ δὲ ταῦτα Τουτίλας ἔπρασσεν, ἐν τούτῳ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ξὺν τοῖς στρατιώταις τὰ τῶν κατηκόων χρήματα ἥρπαζον, καὶ ὕβρεώς τε καὶ ἀσελγείας οὐδ' ὁτιοῦν ὑπελίποντο, ἀλλ' οἱ μὲν ἄρχοντες ἐν τοῖς ὀχυρώμασιν ἔχοντες ἐρωμένας ἐκώμαζον, οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσι παρεχόμενοι εἰς πᾶσαν ἰδέαν ἀτοπίας ἐνέπιπτον. 7.9.2 τοῖς τε Ἰταλιώταις περιῆν ἅπασι πάσχειν τὰ χαλεπώ7.9.3 τατα πρὸς ἑκατέρων τῶν στρατοπέδων. τοὺς μὲν γὰρ ἀγροὺς ἐστέρηντο πρὸς τῶν πολεμίων, ὑπὸ δὲ τοῦ βασιλέως στρατοῦ ἔπιπλα πάντα. καὶ προσῆν αὐτοῖς αἰκίζεσθαί τε καὶ οὐδενὶ λόγῳ διαφθείρεσθαι, τῶν 7.9.4 ἀναγκαίων τῇ ἀπορίᾳ πιεζομένοις. οἱ γὰρ στρατιῶται ἀμύνειν σφίσι κακουμένοις πρὸς τῶν πολεμίων οὐδαμῆ ἔχοντες οὐχ ὅσον ἐρυθριᾶν ὡς ἥκιστα ἐπὶ τοῖς παροῦσιν ἐγίνωσκον, ἀλλὰ καὶ τοὺς βαρβάρους ποθεινοὺς 7.9.5 αὐτοῖς εἶναι οἷς ἐξημάρτανον ἀπειργάζοντο. οἷς δὴ Κωνσταντιανὸς ἀπορούμενος γράμματα Ἰουστινιανῷ βασιλεῖ ἔπεμψεν, ἄντικρυς ἀποφαίνων ὅτι δὴ Γότθων 7.9.6 τῷ πολέμῳ ἀντέχειν ἀδύνατος εἴη. οἵ τε ἄλλοι ἄρχοντες, ὥσπερ τὴν γνώμην ἐπιψηφίζοντες, ἐν τούτῳ δὴ τῷ γραμματείῳ τὴν ὁμολογίαν ἐσήμαινον τῆς ἐς τὴν ἀγωνίαν ὀκνήσεως. Ἰταλιώταις μὲν τὰ πράγματα ἐφέρετο τῇδε. Τουτίλας δὲ Ῥωμαίων τῇ βουλῇ ἐπιστολὴν ἔπεμψεν. 7.9.7 ἐδήλου δὲ ἡ γραφὴ τάδε «Ὅσοι μὲν ἀδικοῦσι τοὺς «πέλας ἢ προλαβούσης ἀγνοίας ἴσως ἢ λήθης ἐπιγε»νομένης τινὸς, τούτοις ἄξιον τοὺς τὰ δεινὰ πεπονθότας «συγγνώμονας εἶναι. τὸ γὰρ τῆς ἁμαρτάδος ξυμπεσὸν 7.9.8 «αἴτιον τῶν ἐγκλημάτων αὐτοῖς παραιτεῖται τὸ πλεῖστον. «ἢν δέ τις ἐκ προνοίας ἀδικῇ μόνης, τούτῳ δὴ μηδὲ «ἀντιλέγειν ποτὲ περὶ τῶν πεπραγμένων λελείψεται. 7.9.9 «οὐ γὰρ τοῦ ἔργου μόνον, ἀλλὰ καὶ τῆς γνώμης αὐτὸς 7.9.10 «φέρεσθαι τὴν αἰτίαν δίκαιος ἂν εἴη. οὐκοῦν, ἐπειδὴ «ταῦτα οὕτως ἔχει, λογίζεσθε ἤδη τί ποτε ἄρα ὑμῖν «ἀπολελογῆσθαι πρὸς τὰ ἐς Γότθους εἰργασμένα ξυμ»βήσεται· πότερα ὑμᾶς ἀγνοεῖν τὰς Θευδερίχου τε καὶ «Ἀμαλασούνθης εὐεργεσίας τετύχηκεν, ἢ χρόνῳ τε 7.9.11 «αὐτὰς καὶ λήθῃ ἐν ὑμῖν ἐξιτήλους εἶναι; καίτοι οὐκ «ἔστι τούτων οὐδέτερον. οὐ γὰρ ἐπὶ φαύλοις τισὶν «οὐδὲ εἰς τοὺς ὑμετέρους τὰς χάριτας αὐτοὺς, κατὰ «δὴ τὸν παλαιὸν χρόνον, ἐπιδεδεῖχθαι ξυνέβη, ἀλλ' «ἐν τοῖς ἀναγκαιοτάτοις ἔς γε ὑμᾶς αὐτοὺς ἔναγχός 7.9.12 «τε καὶ ἐξ ὑπογυίου, ὦ φίλοι Ῥωμαῖοι. ἀλλὰ τὴν «Γραικῶν ἐς τὸ ὑπήκοον ἀρετὴν ἢ ἀκοῇ λαβόντες ἢ «πείρᾳ μαθόντες οὕτω δὴ προήσεσθαι αὐτοῖς τὰ Γότ»θων τε καὶ Ἰταλιωτῶν πράγματα ἔγνωτε; καίτοι 7.9.13 «ἐξεναγεῖσθε μὲν ὑμεῖς αὐτοὺς, οἶμαι, ἄριστα, ὁποίων «δὲ αὐτῶν ἐτύχετε ξένων καὶ φίλων ἐπίστασθε δή που, 7.9.14 «εἴ τι τῶν Ἀλεξάνδρου μέμνησθε λογισμῶν. ἐῶ γὰρ «λέγειν τούς τε στρατιώτας καὶ τοὺς στρατιωτῶν ἄρχον»τας, ὧν τῆς τε φιλοφροσύνης καὶ μεγαλοψυχίας ἀπώ»νασθε· ὧν δὴ αὐτοῖς ἕνεκα ἐς τοῦτο τύχης τὰ πράγματα 7.9.15 «ἥκει. ὑμῶν δὲ οἰέσθω μηδεὶς μήτε ὑπὸ νέου φιλο»τιμίας τὰ ὀνείδη ταῦτα ἐς αὐτοὺς φέρεσθαι μήτε με «ἅτε βαρβάρων ἄρχοντα κομπωδεστέρους ποιεῖσθαι 7.9.16 «τοὺς λόγους. οὐ γὰρ ἡμετέρας ἀρετῆς ἔργον εἶναί «φημι τὴν τῶν ἀνδρῶν ἐπικράτησιν, ἀλλὰ τίσιν τινὰ «ἰσχυρίζομαι τῆς εἰς ὑμᾶς ἀδικίας αὐτοὺς μετελθεῖν. 7.9.17 «καίτοι πῶς οὐκ ἂν τῶν ἀτοπωτάτων δόξειεν εἶναι «τὸν μὲν θεὸν ὑπὲρ ὑμῶν αὐτοὺς τίννυσθαι, ὑμᾶς δὲ «τῇ τούτων ἐμφιλοχωρεῖν ἀτοπίᾳ καὶ τῶν ἐντεῦθεν οὐκ «ἐθέλειν ἀπηλλάχθαι κακῶν; δότε τοίνυν τινὰ πρόφα»σιν ὑμῖν μὲν αὐτοῖς τῆς ἐς τοὺς Γότθους ἀπολογίας, 7.9.18