305
7.19.13 ἀλλὰ Βέσσας οὔτε πρότερον οὔτε ἐν ταύτῃ τῇ μάχῃ 7.19.14 ἐπιτελῆ ποιεῖν τὰ ἐπαγγελλόμενα ἔγνω. ἔτι γάρ οἱ μόνῳ τι τοῦ σίτου ἐλέλειπτο, ἐπεὶ ὅσον ἐς Ῥώμην οἱ Σικελίας ἄρχοντες πρότερον ἔπεμψαν τοῖς τε στρατιώταις ἐπαρκέσοντα καὶ τῷ δήμῳ παντὶ, αὐτὸς ὀλίγον μὲν κομιδῆ τῷ δήμῳ ἀφῆκε, τὸν δὲ πλεῖστον κεκομισμένος ἐπὶ τῷ τῶν στρατιωτῶν λόγῳ ἀπέκρυψεν, ὅνπερ τοῖς ἐκ βουλῆς ἀποδιδόμενος χρημάτων μεγάλων διαλύεσθαι τὴν πολιορκίαν ἥκιστα ἤθελε. 7.19.15 Βελισάριος μὲν οὖν καὶ ὁ Ῥωμαίων στόλος πόνῳ ἀναπλέοντες ἅτε τοῦ ῥεύματος σφίσιν ἀντιστατοῦντος ᾔεσαν. Γότθοι δὲ οὐδαμῆ ὑπηντίαζον, ἀλλ' ἐν τοῖς 7.19.16 χαρακώμασιν ἡσυχῆ ἔμενον. ἤδη δὲ Ῥωμαῖοι ἄγχιστα τῆς γεφύρας γενόμενοι φρουρᾷ πολεμίων ἐνέτυχον, οἳ δὴ ἐφ' ἑκάτερα τοῦ ποταμοῦ σειρᾶς σιδηρᾶς ἐπὶ τῇ φυλακῇ ἐτετάχατο, ἣν οὐ πολλῷ πρότερον ἐνταῦθα ἐναποθέμενος Τουτίλας ἔτυχεν, ἐκ τῆς ἑτέρας τοῦ Τιβέριδος ὄχθης ἄχρι ἐς τὴν ἑτέραν ἐξικνουμένην, ὅπως δὴ μηδὲ ὅσον ἐς τὴν γέφυραν ἰέναι οἱ ἐναντίοι 7.19.17 εὐπετῶς δύνωνται. καὶ αὐτῶν βάλλοντες τοὺς μὲν ἔκτειναν, τοὺς δὲ τρεψάμενοι καὶ τὴν ἅλυσιν ἀνελόμενοι εὐθὺ τῆς γεφύρας ἐχώρησαν. ἐπειδή τε τάχιστα ἐς αὐτὴν ἦλθον, ἔργου εἴχοντο, οἵ τε βάρβαροι ἐκ 7.19.18 τῶν πύργων ἠμύνοντο καρτερώτατα. ἤδη δὲ καὶ ἐκ τῶν χαρακωμάτων ἐξαναστάντες ἐπὶ τὴν γέφυραν δρόμῳ ἐχώρουν. τότε δὴ Βελισάριος τὰς ἀκάτους, ἐφ' ὧν οἱ ὁ πύργος πεποίηται, ὡς ἀγχοτάτω ἀγαγὼν θατέρου τῶν πολεμίων πύργου, ὃς δὴ ἐπὶ τῆς κατὰ τὸν Πόρτον ὁδοῦ ἐπ' αὐτὸ τοῦ ποταμοῦ τὸ ὕδωρ εἱστήκει, ἐκέλευε τὸν λέμβον ὑφάψαντας ὕπερθεν τῶν πολεμίων 7.19.19 τοῦ πύργου ῥίπτειν. καὶ Ῥωμαῖοι μὲν κατὰ ταῦτα ἐποίουν. ἐμπεσὼν δὲ τῷ πύργῳ ὁ λέμβος αὐτόν τε αὐτίκα μάλα ἐνέπρησε καὶ ξὺν αὐτῷ Γότθους ἅπαντας, 7.19.20 ἐς διακοσίους μάλιστα ὄντας. ἐκαύθη δὲ καὶ Ὅσδας σὺν αὐτοῖς, ὃς αὐτῶν ἦρχε, Γότθων ἁπάντων μαχιμώτατος ὤν. θαρσήσαντες δὲ ἤδη Ῥωμαῖοι τοὺς ἐκ τῶν χαρακωμάτων ἐπιβεβοηθηκότας βαρβάρους ἔτι μᾶλλον 7.19.21 ἢ πρότερον ἔβαλλον. οἱ δὲ καταπεπληγμένοι τοῖς ξυμπεσοῦσι στρέψαντες τὰ νῶτα, ὡς ἕκαστός πη ἠδύνατο, ἐς φυγὴν ὥρμηντο. τῆς τε γεφύρας Ῥωμαῖοι ἥπτοντο καὶ αὐτὴν ἔμελλον αὐτίκα μάλα διαφθείραντες πρόσω ἰέναι, ἔς τε Ῥώμην κομίζεσθαι οὐδενὸς ἔτι ἀντιστα7.19.22 τοῦντος. ἀλλ' ἐπεὶ οὐκ ἦν ταῦτα βουλομένῃ τῇ τύχῃ, τῶν τινος φθονερῶν δαιμόνων μηχανὴ γέγονεν, ἣ τὰ Ῥωμαίων πράγματα ἔφθειρε τρόπῳ τοιῷδε. 7.19.23 Ἐν ᾧ τὰ στρατόπεδα τῇδε, ᾗπερ ἐρρήθη, ἐφέρετο, ἐν τούτῳ τις φήμη ἐπὶ πονηρῷ τῷ Ῥωμαίων ἐς Πόρτον ἐλθοῦσα περιήγγελλεν, ὡς νικῴη μὲν Βελισάριος, ἀνέλοιτο δὲ τὴν ἅλυσιν, διαφθείρας τοὺς ταύτῃ βαρβάρους, καὶ τὰ ἄλλα, ἅπερ μοι ἔμπροσθεν εἴρηται. 7.19.24 Ἰσαάκης δὲ ταῦτα ἀκούσας οὐκέτι οἷός τε ἦν ἐν αὐτῷ μένειν, ἀλλὰ κλέους τοῦδε μεταλαχεῖν ἐν σπουδῇ εἶχε. τάς τε Βελισαρίου ἐντολὰς ἀλογήσας, ὅτι τάχιστα ἐς 7.19.25 τὴν ἑτέραν τοῦ ποταμοῦ ὄχθην ἀπιὼν ᾤχετο. καὶ τῶν στρατιωτῶν, οὕσπερ ἐνταῦθα Βελισάριος καταστησάμενος ἔτυχεν, ἱππεῖς ἐπαγόμενος ἑκατὸν ἐπὶ τὸ τῶν πολεμίων χαράκωμα ἤλαυνεν, οὗ Ῥουδέριχος ἦρχεν, 7.19.26 ἀνὴρ ἀγαθὸς τὰ πολέμια. ἐπελθών τε ἐκ τοῦ αἰφνιδίου τοῖς ἐκείνῃ βαρβάροις ἄλλους τέ τινας καὶ Ῥου7.19.27 δέριχον ὑπαντιάσαντα ἔπληξεν. οἱ δὲ Γότθοι εὐθὺς λιπόντες τὸ στρατόπεδον ὑπεχώρησαν, ἢ πλῆθος πολεμίων ὑποτοπήσαντες ἀμφὶ τὸν Ἰσαάκην ὄπισθεν εἶναι, ἢ τοὺς ἐναντίους ἐξαπατῶντες, ὅπως δὴ αὐτοὺς, ὅπερ 7.19.28 ἐγένετο, ἑλεῖν δύνωνται. οἱ μὲν οὖν ξὺν τῷ Ἰσαάκῃ εἰσδύσαντες ἐς τὸ τῶν πολεμίων χαράκωμα τόν τε ἄργυρον, ὅσπερ ἐνταῦθα ἔκειτο, καὶ τὰ ἄλλα χρήματα 7.19.29 ἥρπαζον. ἀναστρέψαντες δὲ αὐτίκα οἱ Γότθοι πολλοὺς μὲν κτείνουσι τῶν ἐναντίων, ζῶντα δὲ Ἰσαάκην ξὺν ἑτέροις τισὶν οὐ πολλοῖς εἷλον. ἥκοντές τε ἱππεῖς παρὰ Βελισάριον δρόμῳ ἀγγέλλουσιν ὅτι δὴ ἔχοιτο 7.19.30 πρὸς τῶν πολεμίων Ἰσαάκης. Βελισάριος δὲ καταπλαγεὶς οἷς ἠκηκόει καὶ οὐ διερευνησάμενος ὁποίᾳ ποτὲ μηχανῇ Ἰσαάκης ἁλῴη, ἀλλ' οἰόμενος τόν τε Πόρτον καὶ τὴν γυναῖκα ἀπολωλέναι καὶ