344
ἄρχεται, Γότθοι οἱ Τετραξῖται καλούμενοι ᾤκηνται, οὐ πολλοὶ ὄντες, οἳ δὴ τὰ Χριστιανῶν νόμιμα σεβόμενοι 8.4.10 περιστέλλουσιν οὐδενὸς ἧσσον. (Τάναϊν δὲ καλοῦσιν οἱ ἐπιχώριοι καὶ τὴν ἐκβολὴν ταύτην, ἥπερ ἐκ Λίμνης ἀρξαμένη τῆς Μαιώτιδος ἄχρι ἐς τὸν Εὔξεινον Πόντον ἥπερ διήκει, ἐς ὁδὸν ἡμερῶν, ὥς φασιν, εἴκοσιν. ἀλλὰ καὶ τὸν ἄνεμον, ὃς ἐνθένδε πνεῖ, Ταναΐτην προσα8.4.11 γορεύουσιν.) εἴτε δὲ τῆς Ἀρείου δόξης ἐγένοντό ποτε οἱ Γότθοι οὗτοι, ὥσπερ καὶ τὰ ἄλλα Γοτθικὰ ἔθνη, εἴτε καὶ ἄλλο τι ἀμφὶ τῇ δόξῃ αὐτοῖς ἤσκητο, οὐκ ἔχω εἰπεῖν, ἐπεὶ οὐδὲ αὐτοὶ ἴσασιν, ἀλλ' ἀφελείᾳ τε τανῦν καὶ ἀπραγμοσύνῃ πολλῇ τιμῶσι τὴν δόξαν. 8.4.12 οὗτοι ὀλίγῳ πρότερον (λέγω δὲ, ἡνίκα πρῶτόν τε καὶ εἰκοστὸν ἔτος Ἰουστινιανὸς βασιλεὺς τὴν αὐτοκράτορα εἶχεν ἀρχὴν) πρέσβεις τέτταρας ἐς Βυζάντιον ἔπεμψαν, ἐπίσκοπον σφίσι τινὰ δεόμενοι δοῦναι· ἐπεὶ ὅστις μὲν αὐτοῖς ἱερεὺς ἦν, τετελευτήκει οὐ πολλῷ πρότερον, ἔγνωσαν δὲ ὡς καὶ Ἀβασγοῖς ἱερέα βασιλεὺς πέμψειε, καὶ αὐτοῖς προθυμότατα Ἰουστινιανὸς βασιλεὺς ἐπιτελῆ 8.4.13 ποιήσας τὴν δέησιν ἀπεπέμψατο. οἱ δὲ πρέσβεις οὗτοι δέει Οὔννων τῶν Οὐτιγούρων ἐς μὲν τὸ ἐμφανὲς, αὐτηκόων πολλῶν ὄντων, ἀποστοματίζοντες ὅτου δὴ ἕνεκα ἥκοιεν, ἄλλο οὐδὲν ὅτι μὴ τὰ ἀμφὶ τῷ ἱερεῖ βασιλεῖ ἤγγειλαν, ὡς λαθραιότατα δὲ ξυγγενόμενοι ἅπαντα φράζουσιν, ὅσα συνοίσειν τῇ Ῥωμαίων ἀρχῇ ἔμελλε, ξυγκρουομένων ἐς ἀλλήλους ἀεὶ τῶν σφίσι προσοίκων βαρβάρων. ὅντινα δὲ τρόπον οἱ Τετραξῖται καὶ ὅθεν ἀναστάντες ἐνταῦθα ἱδρύσαντο, ἐρῶν ἔρχομαι. 8.5.1 Πάλαι μὲν Οὔννων, τῶν τότε Κιμμερίων καλουμένων, πολύς τις ὅμιλος τὰ χωρία ταῦτα ἐνέμοντο, ὧν ἄρτι ἐμνήσθην, βασιλεύς τε εἷς ἅπασιν ἐφειστήκει. 8.5.2 καί ποτέ τις αὐτῶν τὴν ἀρχὴν ἔσχεν, ᾧ δὴ παῖδες ἐγένοντο δύο, ἅτερος μὲν Οὐτιγοὺρ ὄνομα, Κουτριγοὺρ 8.5.3 δὲ ὁ ἕτερος. οἵπερ, ἐπειδὴ αὐτοῖν ὁ πατὴρ τὸν βίον συνεμετρήσατο, τήν τε ἀρχὴν ἄμφω ἐν σφίσιν αὐτοῖς διεδάσαντο καὶ τὴν ἐπωνυμίαν τοῖς ἀρχομένοις αὐτοῖς 8.5.4 ἔδοσαν. οἱ μὲν γὰρ Οὐτίγουροι, οἱ δὲ Κουτρίγουροι καὶ ἐς ἐμὲ ὀνομάζονται. οὗτοι μὲν ἅπαντες τῇδε ᾤκηντο, κοινὰ μὲν τὰ ἐπιτηδεύματα ξύμπαντα ἔχοντες, οὐκ ἐπιμιγνύμενοι δὲ ἀνθρώποις, οἳ δὴ τῆς τε Λίμνης καὶ τῆς ἐνθένδε ἐκροῆς ἐς τὰ ἐπὶ θάτερα ἵδρυντο, ἐπεὶ οὔτε διέβαινόν ποτε τὰ ὕδατα ταῦτα οὔτε διαβατὰ εἶναι ὑπώπτευον, πρὸς τὰ εὐκολώτατα περίφοβοι ὄντες, τῷ μηδὲ ἀποπειράσασθαι αὐτῶν πώποτε, ἀλλ' 8.5.5 ἀμελέτητοι τῆς διαβάσεως παντάπασιν εἶναι. (Λίμνην δὲ τὴν Μαιῶτιν καὶ τὴν ἐξ αὐτῆς ἐκβολὴν ὑπερβάντι εὐθὺς μὲν ἐς αὐτήν που τὴν ταύτης ἀκτὴν οἱ Τετραξῖται καλούμενοι Γότθοι τὸ παλαιὸν ᾤκηντο, ὧν ἐπεμνήσθην ἀρτίως· πολλῷ δὲ αὐτῶν ἄποθεν Γότθοι τε καὶ Οὐισίγοτθοι καὶ Βανδίλοι καὶ τὰ ἄλλα Γοτθικὰ 8.5.6 γένη ξύμπαντα ἵδρυντο. οἳ δὴ καὶ Σκύθαι ἐν τοῖς ἄνω χρόνοις ἐπεκαλοῦντο, ἐπεὶ πάντα τὰ ἔθνη, ἅπερ τὰ ἐκείνῃ χωρία εἶχον, Σκυθικὰ μὲν ἐπὶ κοινῆς ὀνομάζεται, ἔνιοι δὲ αὐτῶν Σαυρομάται ἢ Μελάγχλαινοι, 8.5.7 ἢ ἄλλο τι ἐπεκαλοῦντο.) προϊόντος δὲ τοῦ χρόνου φασὶν, εἴπερ ὁ λόγος ὑγιής ἐστι, τῶν μὲν Κιμμερίων νεανίας τινὰς ἐν κυνηγεσίῳ διατριβὴν ἔχειν, ἔλαφον δὲ μίαν πρὸς αὐτῶν φεύγουσαν ἐς τὰ ὕδατα ἐσπηδῆ8.5.8 σαι ταῦτα. τούς τε νεανίας, εἴτε φιλοτιμίᾳ εἴτε φιλονεικίᾳ τινὶ ἐχομένους, ἢ καί τι δαιμόνιον αὐτοὺς κατηνάγκασε, τῇ ἐλάφῳ ἐπισπέσθαι ταύτῃ, μηχανῇ τε μεθίεσθαι αὐτῆς οὐδεμιᾷ, ἕως ξὺν αὐτῇ ἐς τὴν ἀντι8.5.9 πέρας ἀκτὴν ἵκοντο. καὶ τὸ μὲν διωκόμενον ὅ τι ποτ' ἦν εὐθὺς ἀφανισθῆναι̣ (δοκεῖν γάρ μοι οὐδὲ ἄλλου του ἕνεκα ἐνταῦθα ἐφάνη, ὅτι μὴ τοῦ γενέσθαι κακῶς τοῖς τῇδε ᾠκημένοις βαρβάροις) τοὺς δὲ νεανίας τοῦ μὲν κυνηγεσίου ἀποτυχεῖν, μάχης δὲ ἀφορμὴν καὶ 8.5.10 λείας εὑρέσθαι. ἐς ἤθη γὰρ τὰ πάτρια ὅτι τάχιστα ἐπανήκοντες ἔνδηλα πᾶσι Κιμμερίοις πεποίηνται ὅτι δὴ ταῦτα βατὰ σφίσι τὰ ὕδατα εἴη. ἀνελόμενοι οὖν αὐτίκα τὰ ὅπλα πανδημεί τε διαβάντες ἐγένοντο μελλήσει οὐδεμιᾷ ἐν τῇ ἀντιπέρας ἠπείρῳ, Βανδίλων μὲν ἤδη ἐνθένδε ἀναστάντων ἐπί τε Λιβύης ἱδρυσαμένων, 8.5.11 ἐν Ἱσπανίᾳ δὲ Οὐισιγότθων οἰκησαμένων. Γότθοις οὖν τοῖς ἐς