353
σφίσι δυσχωρίαν ἔτι διαγινώσκειν ἐδύναντο 8.9.24 οὔτε πη εὐπετῶς ἐνθένδε ἰέναι. Ῥωμαῖοι δὲ αὐτοῖς ἑκατέρωθεν ἐπισπόμενοί τε καὶ καταλαβόντες πολλοὺς ἔκτειναν. δρόμῳ τε ξὺν τοῖς φεύγουσιν ἐς τὸ φρούριον ἀφικόμενοι ἀνακεκλιμένης ἔτι ἐπιτυγχάνουσι τῆς ταύτῃ πυλίδος. οἱ γὰρ φύλακες ἐπιθεῖναι τὰς θύρας 8.9.25 οὐδαμῆ εἶχον, ἀλλὰ τοὺς φεύγοντας ἔτι ἐδέχοντο. τῶν τε φυγόντων τοῖς διώκουσιν ἀναμιχθέντων ἐπὶ τὰς πύλας ἵενται ἅπαντες, οἱ μὲν ἐπιθυμίᾳ τοῦ σώζεσθαι, 8.9.26 οἱ δὲ τοῦ τὸ φρούριον ἐξελεῖν. ἀνακεκλιμένας οὖν τὰς πύλας εὑρόντες συνεισέβαλον ἐς ταύτας ἀλλήλοις. οἱ γὰρ πυλωροὶ οὔτε διακρίνειν ἀπὸ τῶν πολεμίων τοὺς Ἀβασγοὺς εἶχον οὔτε τὰς πύλας ὑπερβιαζομένου 8.9.27 τοῦ ὁμίλου ἐπιτιθέναι. καὶ οἱ μὲν Ἀβασγοὶ ἄσμενοι ἐντὸς τοῦ περιβόλου γενόμενοι ξὺν τῷ φρουρίῳ ἡλίσκοντο, Ῥωμαῖοι δὲ τῶν ἐναντίων κεκρατηκέναι οἰό8.9.28 μενοι πόνῳ δυσκολωτέρῳ ἐνταῦθα ὡμίλουν. τῶν γὰρ οἰκιῶν συχνῶν τε οὐσῶν καὶ οὐ λίαν διεχουσῶν ἀλλήλων, ἀλλὰ καὶ τρόπον τείχους πανταχόθεν συμπεφραγμένων, Ἀβασγοὶ ἐς αὐτὰς ἀναβάντες καὶ σθένει παντὶ ἀμυνόμενοι, τοὺς πολεμίους κατὰ κορυφὴν ἔβαλλον, πόνῳ καὶ φόβῳ καὶ τῷ ἐς παῖδάς τε καὶ γυναῖκας ἐλέῳ καὶ τῇ ἐνθένδε ἀπορίᾳ ἐχόμενοι, ἕως 8.9.29 Ῥωμαίοις ἐμπρῆσαι τὰς οἰκίας ἐς ἔννοιαν ἦλθε. πῦρ τοίνυν αὐταῖς πανταχόθεν ἀνάψαντες τοῦ ἀγῶνος παντάπασι τούτου ἐκράτησαν. Ὀψίτης μὲν οὖν, ὁ τῶν Ἀβασγῶν ἄρχων, ξὺν ὀλίγοις τισὶ φυγεῖν ἴσχυσεν, ἔς τε Οὔννους τοὺς πλησιοχώρους καὶ ὄρος τὸ Καυκάσιον 8.9.30 ἀνεχώρησε. τοῖς δὲ δὴ ἄλλοις ἢ ξὺν ταῖς οἰκίαις ἐξηνθρακωμένοις τετεφρῶσθαι ξυνέβη, ἢ ὑπὸ ταῖς τῶν 8.9.31 πολεμίων γεγονέναι χερσίν. ἐζώγρησαν δὲ Ῥωμαῖοι 8.9.31 καὶ τὰς τῶν ἀρχόντων γυναῖκας ξὺν γόνῳ παντὶ, τοῦ τε φρουρίου τὸν περίβολον ἐς ἔδαφος καθεῖλον καὶ τὴν χώραν ἔρημον κατεστήσαντο ἐκ τοῦ ἐπὶ πλεῖστον. Ἀβασγοῖς μὲν οὖν τὰ τῆς ἀποστάσεως ἐς τοῦτο ἐτελεύτα, ἐν δὲ Ἀψιλίοις ἐγένετο τάδε. 8.10.1 Ἀψίλιοι μὲν ἐκ παλαιοῦ κατήκοοι Λαζῶν τυγχάνουσιν ὄντες. ἔστι δέ τι φρούριον ἐν ταύτῃ τῇ χώρᾳ ἐχυρὸν μάλιστα, Τζιβιλὴν αὐτὸ καλοῦσιν οἱ ἐπιχώριοι. 8.10.2 τῶν δέ τις ἐν Λαζοῖς λογίμων, Τερδέτης ὄνομα, ὅσπερ εἶχε τὴν τοῦ καλουμένου μαγίστρου ἀρχὴν ἐν τούτῳ τῷ ἔθνει, Γουβάζῃ τῷ τῶν Λαζῶν βασιλεῖ προσκεκρουκώς τε καὶ χαλεπῶς ἔχων, Πέρσαις ὡμολόγησε λάθρα τοῦτο δὴ ἐνδώσειν τὸ φρούριον, στράτευμά τε Περσῶν 8.10.3 ἐπαγόμενος ἐπὶ ταύτῃ τῇ πράξει ἐς Ἀψιλίαν ᾔει. καὶ ἐπεὶ ἄγχιστα τοῦ φρουρίου ἐγένοντο, προτερήσας αὐτὸς ξὺν τοῖς ἑπομένοις οἱ Λαζοῖς ἐντὸς τοῦ περιβόλου ἐγένετο, ἐπεὶ οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες ἀπιστεῖν τῷ Λαζῶν ἄρχοντι οὐδαμῆ εἶχον, οὐδεμιᾷ ἐς αὐτὸν ὑποψίᾳ ἐχόμενοι. οὕτω τε ἀφικόμενον τὸ Περ8.10.4 σῶν στράτευμα τῷ φρουρίῳ ὁ Τερδέτης ἐδέξατο. καὶ ἀπ' αὐτοῦ Μῆδοι οὐ Λαζικὴν μόνον, ἀλλὰ καὶ Ἀψιλίαν ἔχεσθαι τότε πρὸς αὐτῶν ᾤοντο. οὔτε δὲ Ῥωμαῖοι οὔτε Λαζοὶ ἀσχολίᾳ τῇ ἀμφὶ Πέτρᾳ τε καὶ τῷ Μήδων στρατῷ πιεζόμενοι Ἀψιλίοις ἐπαμύνειν ἔσχον. 8.10.5 ἦν δέ τις γυνὴ τῷ ἄρχοντι τοῦ ἐνταῦθα φυλακτηρίου, Ἀψιλία γένος, τὴν ὄψιν εὐπρεπὴς μάλιστα. ταύτης δὴ τῆς γυναικὸς ἐκτόπως ἐρασθεὶς ἐξαπιναίως ὁ τοῦ Περσῶν στρατεύματος ἄρχων τὰ μὲν πρῶτα πειρᾶν ἤρξατο, ἔπειτα δὲ, ἐπεί οἱ πρὸς τῆς γυναικὸς οὐδὲν προὐχώρει, 8.10.6 βιάζεσθαι μελλήσει αὐτὴν οὐδεμιᾷ ἐνεχείρησεν. οἷς δὴ ὀξυθυμωθεὶς ὁ τῆς γυναικὸς ἀνὴρ, αὐτόν τε νύκτωρ καὶ τοὺς ξὺν αὐτῷ ἐς τὸ φρούριον εἰσεληλυθότας ἅπαντας ἔκτεινε, παρανάλωμα τῆς τοῦ ἄρχοντος ἐπιθυμίας γεγενημένους, καὶ τὸ φρούριον ἔσχεν αὐτός. Ἀψίλιοί τε Κόλχων διὰ τοῦτο ἀπέστησαν, ἐπικαλοῦντες ὅτι δὴ σφᾶς πρὸς Περσῶν κακουμένους προσποιεῖσθαι 8.10.7 οὐδαμῆ ἤθελον. ἀλλὰ Γουβάζης Ῥωμαίων χιλίους καὶ Ἰωάννην τὸν Θωμᾶ υἱὸν, οὗπερ ἔναγχος ἐπεμνήσθην, ἐπ' αὐτοὺς ἔπεμψεν· ὅσπερ αὐτοὺς πολλὰ τιθασσεύων ἐπαγαγέσθαι ἀμαχητὶ ἔσχε καὶ Λαζῶν κατηκόους κατεστήσατο αὖθις. τὰ μὲν οὖν ἀμφί τε Ἀψιλίοις καὶ Τζιβιλῇ τῷ φρουρίῳ τῇδε ἐχώρησεν. 8.10.8 Ὑπὸ τοῦτον δὲ τὸν χρόνον Χοσρόῃ ξυνέβη μηδὲ τὸν