366
δασμοῦ ἀπαγωγὴν ὑπόφοροι αὐτῶν Ῥωμαῖοι ἔσονται, ἰσχυρότατα ἐν τῷ παρόντι τῷ τῆς ἐκε8.15.17 χειρίας ὀνόματι ἐκρατύναντο. τάξας γὰρ ὁ Χοσρόης Ῥωμαίοις κεντηναρίων ἐπέτειον τεσσάρων δασμὸν, οὗπερ γλιχόμενος τὸ ἐξ ἀρχῆς διαφανὴς ἦν, ἐς ἕνδεκα ἔτη τανῦν καὶ μῆνας ἓξ εὐπρεπεῖ λόγῳ, ἓξ καὶ τεσσαράκοντα κεντηνάρια τῇ τῆς ἐκεχειρίας κεκόμισται σκήψει, ὄνομα τῷ δασμῷ τὰς σπονδὰς θέμενος, καίπερ ἐπὶ Λαζικῆς μεταξὺ βιαζόμενός τε καὶ πολεμῶν, ᾗπερ 8.15.18 ἐρρήθη. ὧνπερ Ῥωμαῖοι σφᾶς αὐτοὺς ῥύσασθαι ἐς τὸν ἔπειτα χρόνον ἐν ἐλπίδι τὸ λοιπὸν οὐδεμιᾷ εἶχον, ἀλλὰ φόρου ὑποτελεῖς Πέρσαις ᾔσθοντο οὐ 8.15.19 κεκρυμμένως γεγενημένοι. ταῦτα μὲν οὖν ταύτῃ ἐπέπρακτο. Ἰσδιγούσνας δὲ χρήματά τε περιβαλόμενος, ὅσα οὐδεὶς πρέσβεων πώποτε, καὶ πάντων, οἶμαι, πλουσιώτατος Περσῶν γεγονὼς ἐπ' οἴκου ἀπεκομίσθη, ἐπεὶ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς ἐτετιμήκει τε ἐν τοῖς μάλιστα καὶ χρήμασι μεγάλοις δωρησάμενος ἀπεπέμ8.15.20 ψατο. μόνος δὲ πρέσβεων ἁπάντων οὗτος ἐς πεῖραν φυλακῆς οὐδεμιᾶς ἦλθεν, ἀλλ' αὐτός τε καὶ ὅσοι αὐτῷ βάρβαροι εἵποντο πολλοὶ ἐσάγαν ὄντες ἐν πολλῇ ἐξουσίᾳ ἐγένοντο, ἐπὶ χρόνου μῆκος ἐντυγχάνειν τε καὶ ξυγγίνεσθαι οἷς ἂν βούλοιντο, καὶ τῆς πόλεως πανταχόσε περιπάτους ποιεῖσθαι, ὠνεῖσθαί τε καὶ ἀποδίδοσθαι ὅσα ἦν βουλομένοις σφίσι, καὶ ξυμβόλαια ποιεῖσθαι πάντα ἐργασίᾳ τε τῇ περὶ ταῦτα ἐνδιατρίβειν ξὺν πάσῃ ἀδείᾳ, καθάπερ ἐν πόλει αὐτῶν ἰδίᾳ, Ῥωμαίων αὐτοῖς οὐδενὸς ἑπομένου ἢ ξυνόντος ὅλως ἢ τηρεῖν ἀξιοῦντος, ᾗπερ εἰώθει. 8.15.21 Ἐν τούτῳ τῷ χρόνῳ τετύχηκέ τι τῶν οὔπω πρότερον, ὅσα γε ἡμᾶς εἰδέναι, γεγονότων ξυνενεχθῆναι. τοῦ μὲν γὰρ ἔτους μετόπωρον ἦν, αὐχμὸς δὲ καὶ πνιγμὸς ὥσπερ θέρους μέσου ἐγένετο θαυμαστὸν ὅσον· ὥστε ἀμέλει ῥόδων μὲν πλῆθος ἅτε ἦρος ὄντος ἐφύη, τῶν εἰωθότων οὐδενὶ τὸ παράπαν διαλλασσόντων. 8.15.22 καρποὺς δὲ τὰ δένδρα σχεδόν τι ἅπαντα νέους τινὰς αὖθις ἤνεγκε, κἀν ταῖς ἀμπέλοις οὐδέν τι ἧσσον ἐγένοντο βότρυες, καίπερ τοῦ τρυγήτου γεγενημένου 8.15.23 ἡμέραις ἤδη οὐ πολλαῖς ἔμπροσθεν. οἷς δὴ οἱ ταῦτα δεινοὶ τεκμηριούμενοι προὔλεγον ἀπροσδόκητον μέγα 8.15.24 τι ἔσεσθαι, οἱ μὲν ἀγαθὸν, οἱ δὲ τοὐναντίον. ἐγὼ δὲ ταῦτα μὲν κατά τι ξυμβεβηκὸς γεγονέναι οἶμαι, νότων ἐπὶ πλεῖστον ἀνέμων, ᾗπερ εἰώθει, ἐπιπεσόντων καὶ θέρμης ἐνθένδε παρὰ τὰ ξυνειθισμένα πολλῆς τε καὶ 8.15.25 οὐ κατὰ φύσιν τῆς ὥρας ἐπιγενομένης τῇ χώρᾳ. εἰ δέ τι, ὥσπερ οὗτοί φασι, καὶ σημαίνει παρὰ δόξαν ἐσόμενον, βεβαιότατα ἐκ τῶν ἀποβησομένων εἰσόμεθα. 8.16.1 Ἐν ᾧ δὲ τάδε ἀμφὶ ταῖς σπονδαῖς Ῥωμαίοις τε καὶ Πέρσαις ἐν Βυζαντίῳ ἐπράσσετο, ἐν τούτῳ ἐπὶ 8.16.2 Λαζικῆς τάδε ξυνηνέχθη γενέσθαι. Γουβάζης ὁ Λαζῶν βασιλεὺς Ῥωμαίοις εὐνοϊκῶς ἔσχεν, ἐπεί οἱ Χοσρόην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐπιβου8.16.3 λεύειν θάνατον ᾔσθετο. τῶν δὲ ἄλλων Λαζῶν οἱ πλεῖστοι ἀνήκεστα πρὸς τῶν Ῥωμαίων στρατιωτῶν δεινὰ πάσχοντες καὶ διαφερόντως τοῖς ἄρχουσι τοῦ στρατοῦ ἀχθόμενοι ἐμήδιζον ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐ τὰ Περσῶν ἀσπαζόμενοι, ἀλλ' ἀπαλλαξείοντες τῆς Ῥωμαίων ἀρχῆς καὶ τῶν δυσχερῶν τὰ τέως μὴ παρόντα 8.16.4 αἱρούμενοι. ἦν δέ τις ἐν Λαζοῖς οὐκ ἀφανὴς ἀνὴρ Θεοφόβιος ὄνομα, ὅσπερ τῷ Μερμερόῃ λαθραιότατα ἐς λόγους ξυμμίξας φρούριον ἐνδώσειν τὸ Οὐθιμέρεος 8.16.5 ὡμολόγησεν. ὁ δὲ αὐτὸν ἐλπίσι μεγάλαις ἐπάρας ἐς τὴν πρᾶξιν ὥρμησε ταύτην, φίλον μὲν αὐτὸν ἐν τοῖς μάλιστα Χοσρόῃ βασιλεῖ ἐκ τοῦ ἔργου τούτου ἰσχυρισάμενος ἔσεσθαι, Πέρσαις δὲ ἀνάγραπτον ἐπ' εὐεργεσίᾳ ἐς τὸν πάντα αἰῶνα, καὶ ἀπ' αὐτοῦ δόξῃ τε καὶ πλούτῳ καὶ δυνάμει αὐτὸν γενήσεσθαι μέγαν. οἷς δὴ Θεοφόβιος ἐπαρθεὶς πολλῷ ἔτι μᾶλλον εἰς τὸ ἔργον 8.16.6 ἠπείγετο. καὶ ἦν γὰρ οὐδεμία ἐπιμιξία Ῥωμαίοις τε καὶ Λαζοῖς τότε, ἀλλ' οἱ μὲν Πέρσαι πολλῇ ἐξουσίᾳ πανταχόσε περιήρχοντο τῶν ταύτῃ χωρίων, Ῥωμαίων δὲ καὶ Λαζῶν οἱ μὲν παρὰ ποταμὸν Φᾶσιν ἐλάνθανον, οἱ δὲ Ἀρχαιόπολιν ἢ ἄλλο τι τῶν ἐκείνῃ ὀχυρωμάτων καταλαβόντες ἐκρύπτοντο· καὶ Γουβάζης αὐτὸς, ὁ Λαζῶν βασιλεὺς, ἐς τῶν ὀρῶν τὰς