375
ξυνοικισθήσεσθαι ὡμολόγει καὶ τὰ οὐκ ἐν δίκῃ τὸ πρότερόν οἱ αὐτῷ πεπραγμένα τοῖς ἐπιγενησομένοις 8.20.41 ἰάσεσθαι. ἐπεὶ δὲ τὴν παῖδα ταῦτα ἤρεσκε, τῶν τε δεσμῶν ἀφεῖτο Ῥάδιγις τῆς τε ἄλλης φιλοφροσύνης ἠξίωτο, ἀποπέμπεται μὲν τὴν Θευδιβέρτου εὐθὺς ἀδελφὴν, τὴν δὲ Βριττίαν ἐγήματο. ταῦτα μὲν τῇδε κεχώρηκεν. 8.20.42 Ἐν ταύτῃ δὲ τῇ Βριττίᾳ νήσῳ τεῖχος ἐδείμαντο μακρὸν οἱ πάλαι ἄνθρωποι, δίχα τέμνον αὐτῆς πολλήν τινα μοῖραν· τοῦ δὲ τείχους ὅ τε ἀὴρ καὶ ἡ γῆ καὶ 8.20.43 τὰ ἄλλα πάντα οὐχ ὁμοίως ἐφ' ἑκάτερά ἐστι. τὰ μὲν γὰρ τοῦ τείχους πρὸς ἀνίσχοντα ἥλιον εὐεξία τε ἀέρων ἐστὶ συμμεταβαλλομένη ταῖς ὥραις, θέρους μὲν μετρίως 8.20.44 ἀλεεινὴ, ψυχεινὴ δὲ χειμῶνος· καὶ ἄνθρωποι μὲν πολλοὶ ᾤκηνται κατὰ ταὐτὰ βιοτεύοντες τοῖς ἄλλοις ἀνθρώποις, τά τε δένδρα καρποῖς ἐν ἐπιτηδείῳ γινομένοις ὡραίοις ἀνθεῖ, τά τε λήϊα τῶν ἄλλων οὐδὲν 8.20.45 καταδεέστερον τέθηλεν· ἀλλὰ καὶ ὕδασιν ἡ χώρα ἐναβρυνομένη διαρκῶς φαίνεται. πρὸς δύοντα δὲ πᾶν τοὐναντίον, ὥστε ἀμέλει ἀνθρώπῳ μὲν οὐδὲ ἡμιώριον δυνατόν ἐστιν ἐνταῦθα βιῶναι, ἔχις δὲ καὶ ὄφεις ἀνάριθμοι καὶ ἄλλων θηρίων παντοδαπὰ γένη διακεκλή8.20.46 ρωται τὸν χῶρον ἐκεῖνον. καὶ, τὸ δὴ παραλογώτατον, οἱ ἐπιχώριοι λέγουσιν ὡς, εἴ τις ἄνθρωπος τὸ τεῖχος ἀμείψας ἐπὶ θάτερα ἴοι, εὐθυωρὸν θνήσκει, τὸ λοιμῶδες τῶν ἐκείνῃ ἀέρων ὡς ἥκιστα φέρων, τοῖς τε θηρίοις ἐνθάδε ἰοῦσιν ὁ θάνατος εὐθὺς ὑπαντιάζων 8.20.47 ἐκδέχεται. ἐνταῦθα δέ μοι γενομένῳ τῆς ἱστορίας ἐπάναγκές ἐστι λόγου μυθολογίᾳ ἐμφερεστάτου ἐπιμνησθῆναι, ὃς δή μοι οὔτε πιστὸς τὸ παράπαν ἔδοξεν εἶναι, καίπερ ἀεὶ πρὸς ἀνδρῶν ἐκφερόμενος ἀναρίθμων, οἳ δὴ τῶν μὲν πρασσομένων αὐτουργοὶ, τῶν δὲ λόγων αὐτήκοοι ἰσχυρίζοντο γεγονέναι, οὔτε παριτέος παντάπασιν, ὡς μὴ τά γε ἀμφὶ Βριττίᾳ τῇ νήσῳ ἀναγραφόμενος ἀγνοίας τινὸς τῶν τῇδε ξυμβαινόντων διηνεκῶς ἀπενέγκωμαι δόξαν. 8.20.48 Λέγουσιν οὖν τὰς τῶν ἀποβιούντων ἀνθρώπων ψυχὰς ἐς τοῦτο ἀεὶ διακομίζεσθαι τὸ χωρίον. ὅντινα δὲ τρόπον, αὐτίκα δηλώσω, σπουδαιότατα μὲν ἀπαγγελλόντων ἀκηκοὼς πολλάκις τῶν τῇδε ἀνθρώπων, ἐς ὀνείρων δέ τινα δύναμιν ἀποκεκρίσθαι νενομικὼς τὰ 8.20.49 θρυλλούμενα. παρὰ τὴν ἀκτὴν τοῦ κατὰ τὴν Βριττίαν Ὠκεανοῦ νῆσον κώμας παμπληθεῖς ξυμβαίνει εἶναι. οἰκοῦσι δὲ αὐτὰς ἄνθρωποι σαγηνεύοντές τε καὶ γῆν γεωργοῦντες καὶ ἐπ' ἐμπορίαν ναυτιλλόμενοι ἐς τήνδε τὴν νῆσον, τὰ μὲν ἄλλα Φράγγων κατήκοοι ὄντες, φόρου μέντοι ἀπαγωγὴν οὐπώποτε παρασχόμενοι, ὑφειμένου αὐτοῖς ἐκ παλαιοῦ τοῦδε τοῦ ἄχθους, ὑπουργίας τινὸς, ὥς φασιν, ἕνεκα, ἥ μοι ἐν τῷ παρόντι 8.20.50 λελέξεται. λέγουσιν οἱ ταύτῃ ἄνθρωποι ἐκ περιτροπῆς ἐπικεῖσθαι τὰς τῶν ψυχῶν παραπομπὰς σφίσιν. ὅσοις οὖν τῇ ἐπιγενησομένῃ νυκτὶ ἐς τὸ ἐπιτήδευμα τοῦτο τῇ τῆς ὑπουργίας διαδοχῇ ἰτέον ἐστὶν, οὗτοι δὴ ἐπειδὰν τάχιστα ξυσκοτάζῃ, ἐς τὰς οἰκίας τὰς αὑτῶν ἀναχωροῦντες καθεύδουσι, προσδεχόμενοι τὸν συναγωγέα 8.20.51 τοῦ πράγματος. ἀωρὶ δὲ τῶν νυκτῶν τῶν μὲν θυρῶν σφίσιν ἀρασσομένων αἰσθάνονται, φωνῆς δέ τινος ἀφανοῦς ἐπαΐουσιν ἐπὶ τὸ ἔργον αὐτοὺς ξυγκαλούσης. 8.20.52 αὐτοί τε ὀκνήσει οὐδεμιᾷ ἐκ τῶν στρωμάτων ἐξανιστάμενοι ἐπὶ τὴν ἠϊόνα βαδίζουσιν, οὐ ξυνιέντες μὲν ὁποία ποτὲ ἀνάγκη αὐτοὺς ἐς τοῦτο ἐνάγει, ἀλλ' ὅμως 8.20.53 ἀναγκαζόμενοι. ἐνταῦθα δὲ ἀκάτους παρεσκευασμένας ὁρῶσιν ἐρήμους τὸ παράπαν ἀνθρώπων, οὐ τὰς σφετέρας μέντοι, ἀλλ' ἑτέρας τινὰς, ἐς ἃς δὴ ἐσβάντες 8.20.54 τῶν κωπῶν ἅπτονται. καὶ τῶν βάρεων αἰσθάνονται ἀχθομένων μὲν ἐπιβατῶν πλήθει, ἄχρι δὲ ἐς σανίδας τε ἄκρας καὶ τῶν κωπῶν τὴν χώραν τῷ ῥοθίῳ βεβαπτισμένων, ἀποδεουσῶν τε τοῦ ὕδατος ὅσον οὐδὲ δάκτυλον ἕνα, αὐτοὶ μέντοι οὐδένα θεῶνται, ἀλλὰ καὶ μίαν ἐρέσσοντες ὥραν ἐς τὴν Βριττίαν καταίρουσι. 8.20.55 καίτοι ταῖς ἀκάτοις ἡνίκα ταῖς αὑτῶν ἰδίαις ναυτίλλονται, οὐχ ἱστίοις χρώμενοι, ἀλλ' ἐρέσσοντες, ἐς νύκτα τε καὶ ἡμέραν μόλις ἐνταῦθα διαπορθμεύονται· ἐς τὴν νῆσον δὲ καταπλεύσαντες ἀποφορτιζόμενοι ἀπαλλάσσονται αὐτίκα δὴ μάλα, τῶν βάρεων σφίσι κούφων γινομένων ἐκ τοῦ