377
Ῥώμης. καὶ τηνικάδε μὲν ὅ τε Τοῦσκος ἐκεῖνος καὶ ὁ παρ' αὐτοῦ λόγος γέλωτα ὦφλε. πρὸ γὰρ τῆς πείρας ἀεὶ ἄνθρωποι τὰς προρρήσεις φιλοῦσι χλευάζειν, οὐκ ἀναχαιτίζοντος αὐτοὺς τοῦ ἐλέγχου, τῷ μήτε ἀποβεβηκέναι τὰ πράγματα μήτε τὸν περὶ αὐτῶν λόγον εἶναι πιστὸν, ἀλλὰ μύθῳ τινὶ γε8.21.18 λοιώδει ἐμφερῆ φαίνεσθαι. νῦν δὲ δὴ ἅπαντες τὸ ξύμβολον τοῦτο τοῖς ἀποβεβηκόσιν ὑποχωροῦντες θαυ8.21.19 μάζουσι. καὶ διὰ τοῦτο ἴσως ἐπὶ Τουτίλαν ἐστρατήγει Ναρσῆς, ἢ στοχαζομένης τοῦ ἐσομένου τῆς βασιλέως 8.21.20 γνώμης, ἢ πρυτανευούσης τὸ δέον τῆς τύχης. ὁ μὲν οὖν Ναρσῆς στράτευμά τε λόγου ἄξιον καὶ χρήματα 8.21.21 μεγάλα πρὸς βασιλέως κεκομισμένος ἐστέλλετο. ἐπειδὴ δὲ ξὺν τοῖς ἑπομένοις ἐν μέσῃ Θρᾴκῃ ἐγένετο, χρόνον τινὰ ἐν Φιλιππουπόλει ἀποκεκλεισμένος τῆς ὁδοῦ 8.21.22 ἔμεινε. στράτευμα γὰρ Οὐννικὸν ἐπισκῆψαν τῇ Ῥωμαίων ἀρχῇ ἅπαντα ἦγόν τε καὶ ἔφερον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐπειδὴ δὲ αὐτῶν οἱ μέν τινες ἐπὶ Θεσσαλονίκην, οἱ δὲ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔεσαν, μόλις ἐνθένδε ἀπαλλαγεὶς ἐπίπροσθεν ᾔει. 8.22.1 Ἐν ᾧ δὲ ὁ μὲν Ἰωάννης ἐπὶ Σαλώνων Ναρσῆν ἔμενε, Ναρσῆς δὲ Οὔννων τῇ ἐφόδῳ συμποδιζόμενος σχολαίτερον ᾔει, ἐν τούτῳ ὁ Τουτίλας προσδε8.22.2 χόμενος τὴν Ναρσοῦ στρατιὰν ἐποίει τάδε. ἄλλους τε Ῥωμαίους καί τινας τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἐν Ῥώμῃ καθίστη, τοὺς λοιποὺς ἐπὶ Καμπανίας 8.22.3 ἐάσας. καὶ αὐτοὺς ἐκέλευεν ὅση δύναμις ἐπιμελεῖσθαι τῆς πόλεως, ἐνδεικνύμενος ὅτι δὴ αὐτῷ μεταμέλει τῶν οἱ ἐς Ῥώμην εἰργασμένων τὰ πρότερα, ἐπεὶ ἐμπρήσας αὐτῆς πολλὰ ἔτυχεν, ἄλλως τε καὶ ὑπὲρ Τίβεριν πο8.22.4 ταμόν. οἱ δὲ καθεστῶτες ἐν αἰχμαλώτων λόγῳ καὶ περιῃρημένοι χρήματα πάντα, μὴ ὅτι τῶν κοινῶν, ἀλλ' οὐδὲ τῶν ἰδίᾳ σφίσι προσηκόντων δυνατοὶ ἦσαν 8.22.5 μεταποιεῖσθαι. καίτοι ἀνθρώπων μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν φιλοπόλιδες Ῥωμαῖοι τυγχάνουσιν ὄντες, περιστέλλειν τε τὰ πάτρια πάντα καὶ διασώζεσθαι ἐν σπουδῇ ἔχουσιν, ὅπως δὴ μηδὲν ἀφανίζηται Ῥώμῃ τοῦ 8.22.6 παλαιοῦ κόσμου. οἵ γε καὶ πολύν τινα βεβαρβαρωμένοι αἰῶνα τάς τε πόλεως διεσώσαντο οἰκοδομίας καὶ τῶν ἐγκαλλωπισμάτων τὰ πλεῖστα, ὅσα οἷόν τε ἦν, χρόνῳ τε τοσούτῳ τὸ μῆκος καὶ τῷ ἀπαμελεῖσθαι δι' 8.22.7 ἀρετὴν τῶν πεποιημένων ἀντέχειν. ἔτι μέντοι καὶ ὅσα μνημεῖα τοῦ γένους ἐλέλειπτο ἔτι, ἐν τοῖς καὶ ἡ ναῦς Αἰνείου, τοῦ τῆς πόλεως οἰκιστοῦ, καὶ εἰς τόδε 8.22.8 κεῖται, θέαμα παντελῶς ἄπιστον. νεώσοικον γὰρ ποιησάμενοι ἐν μέσῃ τῇ πόλει, παρὰ τὴν τοῦ Τιβέριδος ὄχθην, ἐνταῦθά τε αὐτὴν καταθέμενοι, ἐξ ἐκείνου τηροῦσιν. ἥπερ ὁποία ποτέ ἐστιν αὐτὸς θεασάμενος 8.22.9 ἐρῶν ἔρχομαι. μονήρης τε ἡ ναῦς ἥδε καὶ περιμήκης ἄγαν τυγχάνει οὖσα, μῆκος μὲν ποδῶν εἴκοσι καὶ ἑκατὸν, εὖρος δὲ πέντε καὶ εἴκοσι, τὸ δέ γε ὕψος τοσαύτη ἐστὶν ὅσον αὐτὴν ἐρέσσεσθαι μὴ ἀδύνατα εἶναι. 8.22.10 ξύλων δὲ κόλλημα οὐδὲ ἓν τὸ παράπαν ἐνταῦθά ἐστιν οὐδὲ σιδήρων ἄλλῃ τινὶ μηχανῇ τὰ ξύλα τοῦ πλοίου εἰς ἄλληλά πη ἐρήρεισται, ἀλλὰ μονοειδῆ ξύμπαντά ἐστι λόγου τε καὶ ἀκοῆς κρείσσω καὶ μόνῳ γεγονότα, 8.22.11 ὅσα γε ἡμᾶς εἰδέναι, ἐν τῷδε τῷ πλοίῳ. ἥ τε γὰρ τρόπις μονοφυὴς οὖσα ἐκ πρύμνης ἄκρας ἄχρι ἐς τὴν πρῷραν διήκει, κατὰ βραχὺ μὲν θαυμασίως ἐπὶ τὸ κοῖλον ὑποχωροῦσα, καὶ αὖ πάλιν ἐνθένδε κατὰ λόγον εὖ μάλα ἐπὶ τὸ ὀρθόν τε καὶ διατεταμένον ἐπανιοῦσα. 8.22.12 τά τε παχέα ξύμπαντα ξύλα ἐς τὴν τρόπιν ἐναρμοσθέντα (ἅπερ οἱ μὲν ποιηταὶ δρυόχους καλοῦσιν, ἕτεροι δὲ νομέας) ἐκ τοίχου μὲν ἕκαστον θατέρου ἄχρι ἐς 8.22.13 τῆς νεὼς διήκει τὸν ἕτερον τοῖχον. ὑφιζάνοντα δὲ καὶ αὐτὰ ἐξ ἑκατέρας ἄκρας καμπὴν ποιεῖται διαφερόντως εὐπρόσωπον, ὅπως ἂν τὴν νῆα μάλιστα κοίλην ἀποτετορνεῦσθαι ξυμβαίη, εἴτε τῆς φύσεως κατὰ τὴν τῆς χρείας ἀνάγκην τά τε ξύλα διακοψάσης καὶ ξυναρμοσαμένης τὰ πρότερα τὸ κύρτωμα τοῦτο εἴτε χειροποιήτῳ τέχνῃ τε καὶ μηχανῇ ἄλλῃ τῆς τῶν νομέων 8.22.14 ἀνωμαλίας ἐν ἐπιτηδείῳ γεγενημένης. σανίς τε πρὸς ἐπὶ τούτοις ἑκάστη ἐκ πρύμνης ἄκρας ἐς τῆς νηὸς ἐξικνεῖται τὴν ἑτέραν ἀρχὴν, μονοειδὴς οὖσα καὶ κέντρα σιδηρᾶ τούτου ἕνεκα προσλαβοῦσα μόνον, ὅπως 8.22.15 δὴ ταῖς δοκοῖς