1
De bellis
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. 1.1.1 Προκόπιος Καισαρεὺς τοὺς πολέμους ξυνέγραψεν, οὓς Ἰουστινιανὸς ὁ Ῥωμαίων βασιλεὺς πρὸς βαρβάρους διήνεγκε τούς τε ἑῴους καὶ ἑσπερίους, ὥς πη αὐτῶν ἑκάστῳ ξυνηνέχθη γενέσθαι, ὡς μὴ ἔργα ὑπερμεγέθη ὁ μέγας αἰὼν λόγου ἔρημα χειρωσάμενος τῇ τε λήθῃ αὐτὰ καταπρόηται καὶ παντάπασιν ἐξίτηλα θῆται, ὧνπερ τὴν μνήμην αὐτὸς ᾤετο μέγα τι ἔσεσθαι καὶ ξυνοῖσον ἐς τὰ μάλιστα τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐς τὸ ἔπειτα γενησομένοις, εἴ ποτε καὶ αὖθις ὁ χρόνος ἐς ὁμοίαν τινὰ τοὺς ἀνθρώπους ἀνάγκην διάθοιτο. 1.1.2 τοῖς τε γὰρ πολεμησείουσι καὶ ἄλλως ἀγωνιουμένοις ὄνησίν τινα ἐκπορίζεσθαι οἵα τέ ἐστιν ἡ τῆς ἐμφεροῦς ἱστορίας ἐπίδειξις, ἀποκαλύπτουσα μὲν ὅποι ποτὲ τοῖς προγεγενημένοις τὰ τῆς ὁμοίας ἀγωνίας ἐχώρησεν, αἰνισσομένη δὲ ὁποίαν τινὰ τελευτὴν τοῖς γε ὡς ἄριστα 1.1.3 βουλευομένοις τὰ παρόντα, ὡς τὸ εἰκὸς, ἕξει. καί οἱ αὐτῷ ξυνηπίστατο πάντων μάλιστα δυνατὸς ὢν τάδε ξυγγράψαι κατ' ἄλλο μὲν οὐδὲν, ὅτι δὲ αὐτῷ ξυμβούλῳ ᾑρημένῳ Βελισαρίῳ τῷ στρατηγῷ σχεδόν τι ἅπασι 1.1.4 παραγενέσθαι τοῖς πεπραγμένοις ξυνέπεσε. πρέπειν τε ἡγεῖτο ῥητορικῇ μὲν δεινότητα, ποιητικῇ δὲ μυθο1.1.5 ποιΐαν, ξυγγραφῇ δὲ ἀλήθειαν. ταῦτά τοι οὐδέ του τῶν οἱ ἐς ἄγαν ἐπιτηδείων τὰ μοχθηρὰ ἀπεκρύψατο, ἀλλὰ τὰ πᾶσι ξυνενεχθέντα ἕκαστα ἀκριβολογούμενος ξυνεγράψατο, εἴτε εὖ εἴτε πη ἄλλῃ αὐτοῖς εἰργάσθαι ξυνέβη. 1.1.6 Κρεῖσσον δὲ οὐδὲν ἢ ἰσχυρότερον τῶν ἐν τοῖσδε τοῖς πολέμοις τετυχηκότων τῷ γε ὡς ἀληθῶς τεκμη1.1.7 ριοῦσθαι βουλομένῳ φανήσεται. πέπρακται γὰρ ἐν τούτοις μάλιστα πάντων ὧν ἀκοῇ ἴσμεν θαυμαστὰ οἷα, ἢν μή τις τῶν τάδε ἀναλεγομένων τῷ παλαιῷ χρόνῳ τὰ πρεσβεῖα διδοίη καὶ τὰ καθ' αὑτὸν οὐκ ἀξιοίη 1.1.8 θαυμαστὰ οἴεσθαι. ὥσπερ οὖν ἀμέλει τοὺς μὲν νῦν στρατευομένους ἔνιοι καλοῦσι τοξότας, ἀγχεμάχους δὲ καὶ ἀσπιδιώτας καὶ τοιαῦτα ἄττα ὀνόματα τοῖς παλαιοτάτοις ἐθέλουσι νέμειν, ταύτην τε τὴν ἀρετὴν ἐς τοῦτον ἐληλυθέναι τὸν χρόνον ἥκιστα οἴονται, ἀταλαίπωρόν γε καὶ τῆς πείρας ἀπωτάτω τὴν περὶ αὐτῶν 1.1.9 ποιούμενοι δόξαν. οὐ γάρ τις πώποτε αὐτοῖς ἔννοια γέγονεν ὅτι δὴ τοῖς μὲν παρ' Ὁμήρῳ τοξεύουσιν, οἷσπερ καὶ ὑβρίζεσθαι ἀπὸ τῆς τέχνης ὀνομαζομένοις ξυνέβαινεν, οὐχ ἵππος ὑπῆν, οὐ δόρυ, οὐκ ἀσπὶς ἤμυνεν, οὐκ ἄλλο οὐδὲν τοῦ σώματος φυλακτήριον ἦν, ἀλλὰ πεζοὶ μὲν ἐς μάχην ᾔεσαν, ἀποκεκρύφθαι δὲ αὐτοῖς ἦν ἀναγκαῖον, ἑταίρου του ἐκλεγομένοις ἀσπίδα 1.1.10 ἢ στήλῃ ἐπὶ τύμβῳ τινὶ κεκλιμένοις, ἔνθα οὔτε τρεπόμενοι διασώζεσθαι οὔτε φεύγουσι τοῖς πολεμίοις ἐπιτίθεσθαι οἷοί τε ἦσαν, οὐ μὴν οὐδὲ ἀπὸ τοῦ ἐμφανοῦς διαμάχεσθαι, ἀλλά τι κλέπτειν ἐδόκουν ἀεὶ τῶν 1.1.11 ἐν τῇ ξυμβολῇ γινομένων. ἄνευ δὲ τούτων οὕτως ἀταλαιπώρως ἐχρῶντο τῇ τέχνῃ, ὥστε πελάσαντες τῷ σφετέρῳ μαζῷ τὴν νευρὰν εἶτα τὸ βέλος ἀφίεσαν κωφόν τε καὶ οὐτιδανὸν εἰκότως τοῖς δεχομένοις ἐσόμενον. τοιαύτη μέν τις οὖσα ἡ τοξεία φαίνεται πρότερον. 1.1.12 οἱ δέ γε τανῦν τοξόται ἴασι μὲν ἐς μάχην τεθωρακισμένοι τε καὶ κνημῖδας ἐναρμοσάμενοι μέχρι ἐς γόνυ. ἤρτηται δὲ αὐτοῖς ἀπὸ μὲν τῆς δεξιᾶς πλευρᾶς 1.1.13 τὰ βέλη, ἀπὸ δὲ τῆς ἑτέρας τὸ ξίφος. εἰσὶ δὲ οἷς καὶ δόρυ προσαποκρέμαται καὶ βραχεῖά τις ἐπὶ τῶν ὤμων ἀσπὶς ὀχάνου χωρὶς, οἵα τά τε ἀμφὶ τὸ πρόσωπον καὶ 1.1.14 τὸν αὐχένα ἐπικαλύπτειν. ἱππεύονται δὲ ὡς ἄριστα καὶ θέοντος αὐτοῖς ὡς τάχιστα τοῦ ἵππου τὰ τόξα τε οὐ χαλεπῶς ἐντείνειν οἷοί τέ εἰσιν ἐφ' ἑκάτερα καὶ διώκοντάς τε βάλλειν τοὺς πολεμίους καὶ φεύγοντας. 1.1.15 ἕλκεται δὲ αὐτοῖς κατὰ τὸ μέτωπον ἡ νευρὰ παρ' αὐτὸ μάλιστα τῶν ὤτων τὸ δεξιὸν, τοσαύτης ἀλκῆς ἐμπιπλᾶσα τὸ βέλος, ὥστε τὸν ἀεὶ παραπίπτοντα κτείνειν, οὔτε