1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

2

Λύκου καὶ Κάπρου τῶν Φρυγίων ποταμῶν κειμένη πόλις ὄνομα Λαοδίκη. ταύτην δὲ χρόνῳ τινὶ πρότερον Πέρσαις ἁλοῦσαν τῇ Ῥωμαίων ἀνασώσασθαι ὁ βασιλεὺς διανοηθείς, ἀξιόλογον ἐπ' αὐτῇ στρατείαν ἤλασεν. ἐπειδή τε πόλεως ἀγχοῦ Φιλαδελφείας ἦν, αὐτὸς μὲν αὐτῇ που χάρακα περιβαλὼν ἐστρατοπεδεύετο, τῶν δέ τινα εὐνουστάτων αὐτῷ Ἰωάννης ἐς Πέρσας τὸ γένος ἀναφέροντα ἅμα στρατεύματι τῆς πόλεως ἀποπειρασόμενον ἔπεμψε. δεῆσαν δὲ ὀλίγῳ ὕστερον πανστρατὶ καὶ αὐτὸς ἐπιστὰς αὐτοβοεὶ 6 ταύτην εἷλεν. ἔνθα βαρβάρων τε ἄλλων πολὺν τετύχηκεν ὅμιλον εἶναι καὶ τῶν ἐν σφίσιν ἐπιφανεστέρων οὐκ ἐλάττους τῶν ὀκτακοσίων, ἐν οἷς καὶ Πιχαρᾶς ἦν πολέμων ὡς ἄγαν πολλῶν ἔμπειρος. τότε μὲν οὖν φρουρὰν ἀποχρῶσαν τῇ πόλει καταλιπὼν τῶν ἐπιτηδείων τε διαρκῶς ἐμπλησάμενος ἐς Βυζάντιον ἐπανέζευξε. χρόνῳ δὲ ὕστερον Σωζόπολιν ἐπιστρατεύσας πόνῳ οὐδενὶ καὶ ταύτην ὑπὸ Ῥωμαίοις ἔθετο. τὸ δὲ ὅπως αὐτὰ καὶ δή μοι λελέξεται. Σωζόπολις αὕτη πόλις μέν ἐστι τῶν ἐν Ἀσίᾳ πάλαι ἐπισήμων, ἐφ' ὑψηλοῦ δέ τινος καὶ ἀποκρήμνου ἱδρυμένη χωρίου τῷ μὲν ἄλλῳ ταύτης μέρει πανταχόθεν ἄβατος γίνεται, μίαν δέ τινα κομιδῇ στενωτάτην παρέχεται εἴσοδον, ἐφ' ἣν οὔτε μηχανὴν ἄν τις ἑλκύσαι δυνήσεται οὔτε τι τῶν εἰς τειχομαχίαν εὐτρεπίσασθαι· καὶ ἀνθρώποις γὰρ ὅτι μὴ κατ' ὀλίγους πορευομένοις μόλις ἐπὶ τὴν πόλιν εἰσηγητὰ γίνεται. ἡ μὲν δὴ πόλις οὕτως εἴληχε θέσεως. βασιλεῖ δὲ Ἰωάννῃ τὸ μὲν πρῶτον ἀπέγνωστο τὰ τῆς ἐπιχειρήσεως, ἔπειτα ἔννοιά τις ἐπῆλθεν αὐτῷ, ἣ τήν τε πόλιν Ῥωμαίοις οὐ σὺν πόνῳ παρεστήσατο καὶ αὐτὸν μέγα κλέος ἐς ἀνθρώπους πάντας περιβαλέσθαι πεποίηκεν. ἥτις δὲ αὕτη δηλώσω. δύο δὴ δορυφόρων προσκαλεσάμενος τῶν αὐτοῦ, ὧν ὁ μὲν Πακτιάριος, ἅτερος δὲ ∆εκανὸς ἐπεκέκληντο, ἐκέλευεν ἅμα τῷ ἀμφ' αὐτοὺς στρατεύματι εὐθὺ τῶν τῆς πόλεως ἰόντας πυλῶν ἀκροβολίζεσθαι πρὸς τοὺς ἐν τῷ τείχει, ἐπεξιόντων δὲ αὐτῶν φεύγειν μηδὲν αἰσχυνομένους ἕως ἐπὶ πλεῖστον ἐκπεσόντες εἰς δίωξιν τὸ στενὸν ἀπολίποιεν, τὸ δὲ 7 ἀπὸ τοῦδε ἀγχιστρόφῳ ἐπελάσει τῇ τῶν πυλῶν προτερήσαντας διακληροῦσθαι χώραν. οἱ μὲν οὖν ἀπῄεσαν ὡς ἐπὶ τὴν πόλιν· οἱ δὲ βάρβαροι ἐπειδὴ προσιόντας αὐτοὺς εἶδον, τὰς πύλας εὐθὺς ἀνακλίναντες ὡς εἶχον τάχους ἐξέθεον ἐπ' αὐτούς. τῶν δὲ νῶτα δόντων αὐτοῖς ξυνέβαινε τὴν δίωξιν ἐπὶ πολὺ γίνεσθαι. ἅτερος τοίνυν τοῖν εἰρημένοιν αὐτίκα ὀπίσω ἐχώρει, καὶ Ῥωμαίων αὐτῷ πλεῖστοι εἵποντο. ἐπειδή τε πρὸς ταῖς πύλαις ἐγένοντο, τῶν ἵππων ἀποβάντες αὐτοῦ ἵσταντο· ἑξῆς δὲ καὶ τὸ ἄλλο Ῥωμαίων στράτευμα τῶν πραττομένων αἰσθόμενοι δρόμῳ πολλῷ ἐχώρουν, καὶ οἱ πολέμιοι ἐν μέσῳ λοιπὸν ἐναπειλημμένοι ἄλλος ἀλλαχῆ κατὰ τῆς προκειμένης ἐθέοντο πεδιάδος, ἥ τε πόλις ἡλίσκετο.

3. Βασιλεὺς δὲ ἐκεῖθεν μεταβὰς Ἱερακορυφίτην τε εἷλε τὸ φρούριον καὶ πλείστων ἄλλων ἃ τῇδε ἵδρυται τῇ Ἀττάλου ἐπὶ πλεῖστον ἀγχιθυροῦντα, οὕτω τε λοιπὸν ἐς Βυζάντιον ἀνακομίζεται. οὗ δὴ ἐπ' ὀλίγον διατρίψας ἐπὶ τὴν Μακεδονικὴν ἐχώρει. Σκύθαι γὰρ πανστρατὶ τὸν Ἴστρον διαβάντες εἰς τὰ Ῥωμαίων εἰςέβαλον ὅρια. ἀλλὰ τότε μὲν χειμῶνος ἐπιλαβομένου ἐνταῦθά που περὶ πόλιν Βερόην διεχείμαζε, τὸ μὲν τὰ πρὸς τὸν πόλεμον ἐξαρτύων, τὸ δὲ πλέον ἤθελε τῶν ἐν σφίσι φυλάρχων τινὰς ἑταιρίσασθαι, ὡς ἂν οὕτω τοὺς ἄλλους χωρὶς ἀπολαβὼν οὐ σὺν πόνῳ καταγωνίσηται. ἔαρος δὲ πολλοὺς ἤδη διὰ πρεσβειῶν αὐτῷ προσχωρῆσαι ἀναπείσας ἐπὶ τοὺς λοιποὺς ἐχώρει, πολέμῳ κρῖναι θέ 8 λων τὰ πράγματα. συρραγέντων τοίνυν ἀλλήλοις τῶν στρατευμάτων, μέχρι μέν τινος ἰσοτάλαντος ἡ μάχη ἐγίνετο, ὅτε καὶ αὐτὸς βασιλεὺς βέλει τὸν πόδα ἐπλήγη· τῶν δὲ Ῥωμαίων εὐθύμως ἀγωνιζομένων ἡττῶνται κατὰ κράτος οἱ Σκύθαι, καὶ αὐτῶν οἱ μὲν ἔπεσον, οἱ δὲ ζωγρείᾳ ἑάλωσαν. μοῖρα δέ τις οὐκ ἀγενὴς ἐπὶ τὸ στρατόπεδον ἐπανιοῦσα οὐκέτι φεύγειν ἠξίου, ἀλλ' αὐτοῦ σὺν γυναιξὶ καὶ τέκνοις τοῖς αὐτῶν τὸν κίνδυνον ὑποστῆναι εἵλοντο προπονούμενοι τῶν ἀμαξῶν, ἃς βοείοις ἄνωθεν βύρσαις περιλαβόντες ἐς τὸ ἀκριβές τε ἁρμοσάμενοι ἐπ' αὐτῶν τὰς γυναῖκας καὶ τὰ τέκνα