1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

44

Μονεμβασία ἐκ τῆς τοῦ τόπου θέσεως πρὸς τῶν πολλῶν ὀνομάζεται. βασιλεὺς δὲ Ἰατζᾶν τῶν Παιόνων ῥῆγα τοῖς φθάσασιν ὠδίνοντα ἐξαπιναίως ταῖς Παριστρίοις ἐπιτεθήσεσθαι πόλεσι διανοεῖσθαι μαθών, προφθάνειν ἠπείγετο τὴν ἐγχείρησιν. καὶ δὴ πρὸς ταῖς τοῦ Ἴστρου καὶ πάλιν ὄχθαις ᾗ τάχους εἶχε γενόμενος ἀντεκάθητο τῷ Οὐννικῷ ἐπὶ θάτερα ἐνεστρατοπεδευμένῳ καὶ αὐτῷ. μέχρι μὲν οὖν τινος οὐδέτεροι χειρῶν ἄρχειν ἤθελον, ἄλλως τε καὶ νεῶν οὔπω Ῥωμαίοις ἐν τῷ τέως παρουσῶν. 120 ἐπεὶ δὲ ἡμέραις τισὶν ὕστερον Ῥωμαῖοι ἐκ τῶν παρόντων ναυπηγησάμενοι ἀκάτια ὅτι πλεῖστα καθείλκυσαν εἰς τὸν ποταμόν, γνοὺς τὰ πρασσόμενα τῶν Παιόνων ὁ ῥὴξ δείσας τε, ὅπερ ἔφην, μὴ καὶ δεύτερον ἠτυχηκὼς περὶ αὑτοῦ κινδυνεύσῃ τῇ ἀρχῇ, ἐπὶ συμβάσεις καὶ πάλιν ἐχώρει. πρέσβεις τε πέμψας ᾐτεῖτο χιλιάσιν οὐ πλέον δέκα ζημιωθὲν τὸ Οὐννικόν, τὴν ἄλλην τῶν αἰχμαλώτων πληθὺν ἀπολαμβάνειν αὖθις. οὕτω γὰρ φίλα διὰ βίου Ῥωμαίοις φρονήσειν ἔλεγε καὶ ἐν ὑποσπόνδοις τετάξεσθαι αἰῶνα τὸν πάντα. ἐπὶ τούτοις οὖν τῆς εἰρήνης τελεσθείσης ἐκεῖθεν ὁ Ῥωμαίων ἀνεζεύγνυ στρατός.

13. Ἐν τοιούτοις μὲν τὰ κατὰ τὴν ἤπειρον εἶχε. τὰ δὲ κατὰ θάλασσαν κακότητι στρατηγοῦ εἰς τοὐναντίον ἐτελεύτα. ὁ γὰρ Ἄγγελος ἐκ τῆς κατ' Αἴγυπτον γῆς καὶ ποταμοῦ Νείλου τὸν Γιλιέλμου στόλον ἀνάγεσθαι μαθὼν λαφύρου πλησάμενον ὄλβου τε τοῦ ἐνταῦθα, μέγα τι δρᾶσαι ᾠήθη. ὅθεν καὶ τὸν ἐκ Βυζαντίου λοιπὸν οὐκ ἀναμείνας στόλον ὡς εἶχε τάχους ἀνήγετο, ὑπαντιάσειν αὐτῷ προθυμούμενος, καίτοι πολλὰ πρὸς τοῦτο βασιλέως ἀπολέγοντος γράμμασί τε παρεγγυωμένου μὴ ἂν οὕτως ὀλιγανδρούσῃ δυνάμει πρὸς πολλῷ πλέονα διαγωνίσασθαι ἰσχύν. κωλῦσαι γὰρ ἐμαρτύρετο οὐδὲν αὐτὸν πρὸς τῶν βαρβάρων ἁλῶναι τὸν Ἄγγελον καὶ οὐδὲ ἄγγελον γοῦν ἐκεῖθεν ἐπανήξειν, ὃ δὴ λέγεται. ἀλλ' ἐκεῖνος περὶ ἐλάσσονος ταῦτα πεποιημένος τῷ Σικελικῷ ἤδη παραφανέντι ξυνέμιξε στόλῳ. Σικελοὶ τοίνυν τὸ μὲν πρῶτον πρύμναν 121 ἐκρούσαντο παλίντροποί τε συντεταγμένως ἐχώρουν. ἐπεὶ δὲ Ῥωμαίους ἀταξίᾳ πολλῇ ἔχεσθαι ἔγνωσαν τό τε εὐαρίθμητον αὐτοῖς τῶν νεῶν ἤδη καταφανὲς ἦν, αἴφνης ἐπιστραφέντες ἐφέροντο κατ' αὐτοῦ, τοῦ κατὰ πρύμναν Ῥωμαίοις ἱσταμένου πνεύματος τύχῃ τινὶ ἐπὶ τὴν πρώραν μεταθεμένου. αἱ μὲν οὖν ἄλλαι Ῥωμαίων νῆες τοῦ Ἀγγέλου κατάρξαντος, ὃς τῷ πρωτοστρατήγῳ ἀδελφὸς ἦν (ὀλίγων δὲ νεῶν καὶ αὐτὸς ἦρχε) φυγῇ ἀκόσμῳ ἐχρῶντο. Κωνσταντῖνος δ' ἐν μέσοις τοῖς πολεμίοις ἀπολειφθεὶς ὑπὸ ταῖς αὐτῶν ἐγεγόνει χερσί, τοῦτο τῆς ἀβουλίας ὀνάμενος τῆς αὑτοῦ. τοιαῦτα καινοτομῆσαν ἐξῆκεν ἤδη τὸ ἔτος ἐκεῖνο.

14. Βασιλεὺς δὲ νεωτερίζειν καὶ πάλιν τὸν Παιονάρχην ἀκούσας (οὐ γὰρ ἠνείχετο τηλικαῦτα περιυβρισμένος), ἤδη τῆς ἐπὶ τὸν Ἴστρον καὶ πάλιν φερούσης ἥπτετο. τοῦ δὲ πρὸς τὴν ἐπέλευσιν ἐκπλαγέντος περὶ εἰρήνης τε καὶ αὖθις διαπρεσβευσαμένου, τότε μὲν ἐλύετο σφίσιν ὁ πόλεμος καὶ τὰ τῆς εἰρήνης ἐγέλα καλά, ὀλίγῳ δ' ὕστερον Ἀνδρονίκου τοῦ βασιλέως ἐξαδέλφου τὰς αἰτίας ἐνδόντος κατὰ Ῥωμαίων καὶ αὖθις ἐπολεμώθη. ἀλλὰ ταῦτα μὲν ὕστερον. τότε δὲ βασιλεὺς τοῦτον δὴ τὸν Ἀνδρόνικον ἐπὶ τὴν Κιλίκων καὶ Ἰσαύρων ἔπεμπε γῆν, στρατηγὸν αὐτοκράτορα τοῦ πολέμου τοῦδε καταστησάμενος. Τερόζης γὰρ ἀνὴρ τύχης ἐπιφανοῦς Ἀρμένιος γένος πρὸς βασιλέως Ἰωάννου δορυάλωτος ἐκ μα-κροῦ γεγονώς, ὁπότε πρὸς τοῖς Ἰσαύρων ἐκεῖνος ἐστράτευεν ὅροις, φυγὰς ἐκ Βυζαντίου ἐπὶ Κιλικίαν ἦλθε καὶ ἀποστασίαν ὠδινήσας τῆς Ῥωμαίων χειρὸς ἀφιστᾷν ἐπεχείρει πόλεις τὰς τῇδε. Ἀνδρό 122 νικον μὲν δὴ τούτου ἕνεκα βασιλεὺς ἔπεμψε, καίσαρα δὲ ἐφ' ᾧ Κωνστάντζᾳ τῇ Ῥαϊμούνδου τοῦ πρίγκιπος ἐς γάμον συνελθεῖν γυ-ναικὶ ἐξ ἀνθρώπων ἤδη γεγενημένου τρόπῳ ὃν αὐτὸς ἄρτι δηλώσω. φρούριόν τι ἀγχοῦ Βερροιαίων ἱδρυμένον Ἀντιοχεῦσιν ἐς φόρου τυγχάνον ἀπαγωγὴν οἱ τῇδε περικαθίσαντες βάρβαροι, ἐπειδὴ τῶν ἀναγκαίων ὑποσπανίζειν αὐτὸ ἔγνωσαν,