1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

57

ἀρξαμένη ἐς νύκτα ἐτελεύτα. Ῥωμαῖοι μὲν οὖν, ἐπειδὴ συνεσκόταζεν ἤδη, ἐπὶ τὸ στρατόπεδον ἀνεχώρησαν. Μο 155 νοπολῖται δὲ φυλακὰς ἐπὶ τῶν πύργων εἶχον ἐκ περιτροπῆς καθιστάντες ἀεί, ὡς μὴ λάθοιεν κακουργήσαντές τι νύκτωρ ἐπὶ τὴν πόλιν Ῥωμαῖοι. πυρά τε ἑκατέρωθεν ἐκαίοντο πολλά, καὶ αὐλοὶ καὶ σύριγγες ἤχουν. ἄρτι δὲ τὸν ἑῷον ὁρίζοντα παραμείψας ἥλιος ἐς τὸ τῆς γῆς παρέκυπτε πρόσωπον, καὶ Ῥωμαῖοι μὲν τῶν χαρακωμάτων ἐξιόντες ἐπὶ τῶν ἔργων καὶ πάλιν ἐγίνοντο, Μονοπολῖται δὲ δρόμῳ καὶ αὐτοὶ εἰς τὰς ἐπάλξεις ἐχώρουν καὶ πρὸς τοῖς ὅπλοις ἦσαν. καὶ ἀγὼν αὖθις ἡπλοῦτο ἐξαίσιος οἷος Ῥωμαίοις μὲν τὴν ἐς τὸ τεῖχος βιαζομένοις ἄνοδον, Μονοπολίταις δὲ προσιόντας ἀπωθεῖσθαι τοὺς πολεμίους. μέχρι μὲν οὖν τινος ἐπὶ τοιούτοις ἐπονοῦντο· τὸ δ' ἐντεῦθεν πῦρ ἔνθα τὰ σκάφη Μονοπολίταις ὑφώρμει τὸ Ῥωμαίων ἐμβαλὸν στράτευμα φλόγα μεγίστην ἀρθῆναι ἐποίησεν. ὅτε καὶ τῶν τις Ῥωμαίων στρατιωτῶν Ἱκανάτος ἐπίκλησιν λόγου καὶ ἀκοῆς εἴργαστο ἄξια. Μονόπολιν γὰρ διπλᾶ μὲν ζώννυσι τείχη, ἀλλὰ τὸ μὲν ἔνδον ἐπὶ πλεῖστόν τε ἐπαίρεται καὶ πολεμίου δορὸς λόγον οὐδένα τὸ παράπαν πεποίηται, τὸ δ' ἄλλο ἐς τριτημόριον μάλιστα τοῦ προτέρου αἰρόμενον τὰς κρηπῖδας αὐτῷ περιθέει. ἐς τοῦτο δὴ τὸ περίτειχος δύο τινὲς Μονοπολιτῶν ἀναβάντες αὐτοί τε ἐς τοὺς πολεμίους ἔβαλλον καὶ τοὺς ἄλλους πρὸς τοῦτο παρώρμων. ὅπερ ἰδὼν ὁ Ἱκανάτος σὺν τῷ δόρατι ἐπελάσας θατέρου τῶν εἰρημένων κατευστοχεῖ. ὁ δὲ ὕπτιος παραυτὰ ἐξεκυλίσθη, βοή τε πρὸς τοῦ Ῥωμαίων ἤρθη στρατοῦ καὶ κρότος ἐξαίσιός τε καὶ 156 ἀκοῆς κρείσσων ἐγένετο. πρὸς ὃ καταπλαγέντες οἱ ἐπὶ τῶν πύργων νομίσαντές τε ἤδη τὴν πόλιν ἁλῶναι, τοὺς πύργους λιπόντες ἀνὰ μέσην τὴν πόλιν ἐχώρουν. καὶ εἰ μὴ ταχὺ τὸ πρᾶγμα αἰσθόμενοι ἐπὶ τῶν ἐπάλξεων αὖθις ἀνέβησαν, ἥλω ἂν αὐτίκα Ῥωμαίοις ἡ πόλις. ἐν τούτοις καὶ ἡ δευτέρα κατὰ Μονοπόλεως ἔληξε προσβολή. Μονοπολῖται δὲ ὡς ἔγνωσαν ἐν στενῷ περιειλημμένοι, γράμματα ἐπὶ Φλαμίγγον πέμψαντες ἥκειν αὐτὸν τὴν ταχίστην ἠξίουν· ὁ δὲ ἐπήγγελε μὲν παρέσεσθαι τούτοις μετὰ μικρὸν στρατεύματι μεγάλῳ Ῥωμαίους ἐνθένδεν ἀπαναστήσων· δέος δὲ αὐτὸν ἔνδον ἐπεῖχε, καὶ εἰς δειλίαν ὅρον οὐκ ἔχουσαν ἔπιπτε λογιζόμενος τίσι μαχεῖται καὶ πρὸς τίνας αὐτῷ ὁ πόλεμος ἔσται. ἐπεὶ δὲ ἑβδόμη ἐξ ἐκείνου παρῆλθεν ἡμέρα καὶ Φλαμίγγος οὐδαμοῦ διεφαίνετο, τότε δὴ Μονοπολῖται τὴν ὅθεν δήποτε ἀπεγνωκότες ἐπικουρίαν πρέσβεις ἐς τὸ Ῥωμαίων ἔστειλαν στράτευμα ἐφ' ᾧ τὴν πόλιν τε καὶ σφᾶς αὐτοὺς βασιλεῖ παραδοῦναι μεγάλῳ. ὁ ∆ούκας δὲ ἀπεῖπεν αὐτοῖς μὴ ἂν ἄλλως ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ τὸ πιστὸν αὐτῶν ἐσχηκέναι, εἰ μὴ καὶ φρουρὰν ἑαυτοῖς ἐκ βασιλέως ἐπιστήσεσθαι καταδέξαιντο. τῶν δὲ καὶ πρὸς τοῦτο ἐπινευσάντων, χρόνος ἐδίδοτο τῇ ὁμολογίᾳ τακτός. ἀλλά τινες τοῦ Μονοπολιτῶν δήμου (ἦσαν γὰρ οὓς οὐκ ἤρεσκε τὰ μελετώμενα) λαθόντες τοὺς ἄλλους Φλαμίγγῳ δῆλα ταῦτα καθίστων. καὶ ὃς πρὸς τὴν ἀκοὴν ἐκταραχθεὶς καταφράκτους ἱππέας τῶν περὶ αὐτὸν ἀπολεξάμενος τῶν ἑκατὸν οὐκ ἀποδέοντας αὐτοὺς μὲν ἐν τῷ παραυτίκα ἔστελλεν, ὃ δὲ κατόπιν ὀλίγῳ ὕστε 157 ρον ἥξειν ἔλεγε χεῖρα βαρεῖαν ἐπαγόμενος. τούτους δὴ τοὺς ἱππέας νύκτα τηρήσαντες οἷς τὸ ἔργον τοῦτο συνέκειτο, καθ' ἣν ὑετὸς οὐρανόθεν ἐπέκλυζεν ἄσχετος, διὰ πυλίδος τινὸς ἐπὶ τὴν πόλιν εἰσεδέχοντο, καὶ τὸ ἐντεῦθεν εἰς ὅπλα χωρεῖν καὶ πάλιν ἐσκέπτοντο. ὅπερ ὡς εἰς γνῶσιν ἦλθε τῷ ∆ούκᾳ, ἐξαπάτην τινὰ πρὸς τῶν Μονοπολιτῶν τὴν πρεσβείαν γενέσθαι οἰηθεὶς αὐτίκα ἐξῆγε τοῦ χάρακος τὸν στρατόν. οἱ δὲ ὀλίγα αὐτοῖς ἀρκέσαι τοὺς ἑκατὸν λογισάμενοι ἱππέων, ἄλλως τε καὶ σὺν θυμῷ μᾶλλον ἢ πρῴην μαχησομένου τοῦ Ῥωμαίων στρατοῦ, πέμψαντες ἐπὶ τὴν πόλιν αὖθις ἐκάλουν τὸν στρατηγὸν ἐφ' ἑτέρους τὴν αἰτίαν μεταφέροντες, οἳ κοινῆς ἄνευ γνώμης ἐτόλμησαν τὰ παρόντα. ὁ δὲ ∆ούκας τὰ μὲν πρῶτα ἀναινομένῳ ἐῴκει, θρύψει τε καὶ ὑπεροψίᾳ πολλῇ ἐχόμενος μάχῃ τὸ πρᾶγμα ἤδη κριθῆναι ἰσχυρίζετο. ἐγκειμένων δὲ ἔτι μᾶλλον εἰς τοῦτο τῶν πολιτῶν καὶ ἐπιχωρεῖν αὐτοῖς τὴν ἁμαρτάδα ἱκετευόντων, ὀψὲ