1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

83

πεφώρανται." οὕτω ψυχὴ καθάπαξ ἐπιθυμίαις ἁλοῦσα πάντα λόγον εἰς αὐτὰς μεταφέρει καὶ βιάζεται. ἐφ' οἷς ἀπειρηκὼς βασιλεὺς Νικηφόρον μὲν 226 τὸν Χαλούφην αὐτοῦ ἔλιπεν ἅμα στρατεύματι, συμπαρεσόμενόν τε τῷ Στεφάνῳ καὶ τὰ παραπίπτοντα συνδιοικησόμενον. ὁ δὲ ἐπὶ τὴν Ῥωμαίων ἦλθεν. οὐ πολὺ τὸ μεταξύ, καὶ πυθόμενος ὁ τῶν Οὔννων ῥὴξ ἐπὶ Οὐννικῆς Στέφανον εἰσέτι διατριβὴν ποιεῖσθαι, δυνάμεις ἔτι μᾶλλον ἀγείρας πολέμῳ τὸ πᾶν διακρῖναι ἠπείγετο, ἐν δὲ τούτῳ πολλοὶ τῶν σὺν Στεφάνῳ ἐπὶ τὸν ῥῆγα μετατιθέμενοι ἑκάστοτε ψιλοῦσθαι τοῦτον ἐποίουν. ὃ γνοὺς ὁ Χαλούφης βουλὴν προσῆγεν αὐτῷ τῆς Οὐννικῆς ἀποσχομένῳ ἐπὶ Σίρμιον ἀφικέσθαι. τῆς γὰρ ἐνταῦθα χώρας ὑπὸ βασιλεῖ κειμένης ἐξεῖναι αὐτῷ ἔλεγε κατ' ἐξουσίαν οἷς ἂν βούλοιτο ἐγχειρεῖν. ὡς δ' ἰσχυρῶς ἐκεῖνος ἀνένευεν, ὁ δὲ τοιάδε ἐνενόει. σκηψάμενος γράμματα ἐκ βασιλέως ἥκειν αὐτῷ ἐπὶ τὸν Ἴστρον ἐχώρει, τοῖς ταῦτα κομίζουσιν ἐντευξόμενος ἐνταῦθά που παρὰ τὸν Ἴστρον δέει τῷ ἐκ τῶν Οὔννων διατριβὴν ποιουμένοις. ἐπειδή τε ἐνταῦθα ἐγένετο, περαιωσάμενος ἐπὶ Σίρμιον ἦλθεν. ὀλίγῳ δὲ ὕστερον καὶ Στέφανος ἐγγὺς ἁλῶναι τοῖς πολεμίοις ἐλθὼν φυγὰς ἐς αὐτὸν παραγίνεται. τούτων ἀκούσας βασιλεὺς στράτευμα λόγου ἄξιον ἐπὶ Σίρμιον ἔπεμψε, τὸ μέν τι τὴν χώραν αὐτῷ τηρῆσον (ὑποψίᾳ γὰρ ἐς τοὺς Οὔννους ἐχρῆτο πολλῇ μή τι καὶ πάλιν νεωτερίσαιεν), τὸ δὲ καὶ τῷ εὐπροσώπῳ τῆς τῶν οἰκείων ἀσφαλείας καὶ Στεφάνῳ τὴν σωτηρίαν πραγματευσόμενον. ἦρχε δὲ ταυτησὶ τῆς στρατιᾶς Μιχαὴλ ἐπίκλησιν Γαβρᾶς, ὃς καὶ αὐτὸς βασιλέως γήμας ἀδελφιδῆν σεβαστὸς σὺν τῷ Χαλούφῃ τετί 227 μηται. βασιλεὺς δὲ ἣν ἐκ τοῦ Σιρμίου Προκοπίου τοῦ μάρτυρος ἀνελόμενος ἔτυχε χεῖρα ἐπὶ τὸν ἐν Ναϊσῷ νεὼν ἄγων τῷ λοιπῷ ταύτην ἀπέδωκε σώματι, παλαιοῦ τοῦ χρόνου ἀπ' αἰτίας ἀπορραγεῖσαν τοιᾶσδε. τὸ τῶν Οὔννων ἔθνος πολλὰ μὲν πολλάκις τὴν Ῥωμαίων κατέδραμε γῆν, ὀλίγῳ δὲ ἔμπροσθεν τῆς Ἀλε-ξίου τοῦ Κομνηνοῦ βασιλείας Σίρμιόν τε εἷλε καὶ πολλὰς τῶν Παριστρίων ἀνδραποδισάμενος πόλεων ἄχρι καὶ ἐπὶ Ναϊσὸν ἦλθεν. ἔνθα τῇ τοῦ μάρτυρος τοῦδε ἱερᾷ περιτετυχηκότες σορῷ ὅλον μὲν ἀφαιρεῖσθαι τὸ σῶμα κεκρίκασιν οἶμαι ἀπάνθρωπον, τήν γε μὴν χεῖρα διελόμενοι ἀπεχώρησαν· ἐν Σιρμίῳ δὲ γεγονότες ἐπὶ τὸν τῇδε τοῦ μάρτυρος ∆ημητρίου κατέθεντο νεών, ὃν ἐν τοῖς ἄνω χρόνοις ὁ τὴν τοῦ Ἰλλυρικοῦ διέπων ἐδομήσατο ἀρχήν. ἔνθα ταύτην εὑρὼν βασιλεὺς ἀνέλαβέ τε ἐκεῖθεν καὶ τῷ λοιπῷ, καθάπερ εἴρηται, φέρων ἀπέδωκε σώματι.

9. Καὶ τὰ μὲν εἰς ἐκεῖνο τὸ ἔτος κατὰ Οὔννων τῷ βασιλεῖ πεπραγμένα τοιάδε τινὰ ἦσαν. ὁ δὲ Ἀλέξιον τὸν τοῦ δομεστίκου υἱέα, ὃς τὴν πρωτονοταρίου, ὥσπερ μοι πολλάκις ἐρρέθη, διεῖπεν ἀρχήν, σὺν ἀξίᾳ λόγου παρασκευῇ ἐπὶ τὴν Κιλίκων ἐξαπέστειλε γῆν, στρατηγὸν αὐτοκράτορα τοῦ πολέμου τοῦδε καταστησάμενος. Νουραδίν τε γὰρ ὁ Βερροιαῖος σατράπης νίκαις ταῖς προλαβούσαις ἐπαρθεὶς ἐλπίσιν ὠχεῖτο πόλεως οὐκ εἰς μακρὰν περιγεγονέναι Ἀντιοχείας, καὶ Τερόζης ὃς Ἀρμενίων ἐδυ-νάστευε τότε πολλὰς τῶν βασιλεῖ κατηκόων πόλεις Ἰσαυρικὰς δόλῳ ἥρπασε, τῷ Φερβηνῷ δυσμεναίνων Ἀνδρονίκῳ τῷ βασι 228 λέως ἐξαδέλφῳ καὶ Κιλίκων στρατηγοῦντι τῷ τότε. ἄλλα τε γὰρ πλεῖστα ἐπεκάλει τούτῳ καὶ δὴ καὶ τῆς τοῦ ἀδελφοῦ Στεφάνου ᾐτιᾶτο σφαγῆς. ταῦτα μὲν οὖν τῇδε ἐπράσσετο. Φρεδερίκῳ δὲ τῷ ῥηγὶ Ἀλαμανῶν ἐπὶ μέγα ἑκάστοτε τὰ τῆς δυνάμεως ἐχώρει καὶ ηὔξανεν. ἄλλων τε γὰρ ὡς πλείστων ἐπ' ἀσφαλείᾳ τοῦ κράτους ἐφρόντισε καὶ δὴ καὶ χρημάτων μεταπεποίηται μάλιστα, οὐκ εἰθισμένον τοῦτό γε αὐτῷ πρότερον. τοίνυν Μεδιόλανόν τε εἷλε πόλιν περιφανῆ, καὶ τὸ Λιγούρων εἴτ' οὖν Λαμπάρδων ἐτροπώσατο ἔθνος, ὁδῷ τε προϊὼν καὶ ἐπὶ τὰ ἐνδότερα τῶν ἑσπερίων ἐχώρει. καὶ ὁ μηδὲ τῶν ἔγγιστα πολέμῳ δεδυνημένος περιγενέσθαι τὸ πρότερον, τότε καὶ τῶν ἀπωτάτω ἐκράτει. ἤδη δὲ καὶ Ῥώμῃ αὐτῇ πρὸς μάχην κατέστη. ὅθεν καὶ δι' ἐπιμελείας βασιλεῖ Μανουὴλ ἐγένετο, ὅπως ἂν τῆς ὁρμῆς αὐτὸν σχήσῃ, ὡς μὴ τὸ