1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

81

προβεβλῆσθαι ἔξεστι. ναί, ὅσον ἐπιθεῖναι χεῖρας, ὅσον ἁγιάσαι, ταῦτα δὴ τὰ πνευματικά. οὐχὶ δὲ καὶ βασιλείας ἤδη καταχαρίζεσθαι καὶ τά γε τοιαῦτα καινοτομεῖν. ἐπεὶ εἴ γε ὑμέτερον ἦν βασιλείας μετατιθέναι, τί μὴ τὴν ἐν Ῥώμῃ αὐτοὶ μετετάξατε; ἀλλ' ἑτέρου πράξαντος ἄκων ἠγάπα τοῖς δεδογμένοις ὁ τηνικαῦτα τὴν καθ' ὑμᾶς ἐκκλησίαν λαχών. σὺ δὲ καὶ περιπίπτεις τοῖς σεαυτοῦ καὶ λανθάνεις πως τἀναντία ποιῶν. οὓς γὰρ οὐ πολλῷ πρότερον εἰς βασιλέα μὲν καλῶς ποιῶν οὔκουν ἐδέξω παρακαλοῦντας, ὅτι μηδὲ ἐξῆν, εἰς δὲ ἱπποκόμους κατέλεξας, νῦν οὐκ οἶδ' ὅπως εἰς βασιλέας παραλαμβάνεις, καὶ κρίνεις τὸν ἐξ οὗ καὶ δι' οὗ καὶ καθ' οὗ σοὶ τοῦ θρόνου μέτεστιν οὐδὲ ταὐτὸν τῷ βαρβάρῳ ἴσως, τῷ τυράννῳ, τῷ δούλῳ. ἀλλὰ τυραννοῦμαι, φησίν, ἀλλὰ βιάζομαι. οὐκ ἔχει σοι χώραν ἡ σκῆψις· χθὲς γὰρ καὶ οὐ πολλῷ πρότερον βασιλεῖ Μανουὴλ ταῦτα διωμολόγεις. κἂν αὐτὸς ἀρνηθείης, ἀλλ' αἱ βίβλοι κηρύττουσιν αἳ τὰ γράμματά σου τῷ ἐδαφίῳ μετεδέξαντο. ἀλλ' ὄντως βωμολοχία τίς ἐστι τὸ πρᾶγμα καὶ τρόπος μικροπρεπὴς καὶ ἀνελεύθερος, καὶ κοθόρνου δίκην ἀεὶ μεθαρμόζῃ ταῖς τύχαις. ἀλλὰ ταῦτα μὲν πλέον ἢ χρονικαῖς προσῆκε διεξήλθομεν ὑποθέσεσιν, ὁ δὲ λόγος ἀναγέσθω καὶ πάλιν ἐπὶ τὰ πρότερα. 221

8. Στέφανος μὲν οὕτω συσκευασάμενος κατὰ Ῥωμαίων ἐφέρετο. βασιλέα δὲ ἐν τῇ τῶν Οὔννων γεγονότα ἐξῄεσαν οἱ ταύτῃ ἄνθρωποι πανδημεὶ ὑποδεξόμενοι, ὅσοι τε ἐς τοὺς ἱερέας κατελέγοντο ἐριουργεῖς ἀναβεβλημένοι στολὰς καὶ τὰ ἱερὰ χερσὶν ἔχοντες λόγια, καὶ ὅσοι ὀχλικὸν καὶ δημῶδες ἦν, ᾠδύν τινα ἐμμελῶς συντεθειμένην ἐκ τῶν παρ' ἡμῖν ἁρμοδιώτατα προσφωνοῦντες. εἶχε δὲ ὧδε· ὦ συμμαχήσας κύριε τῷ πρᾳοτάτῳ ∆αβὶδ καὶ τὰ ἑξῆς. ὁ δὲ τὰ τῇδε χωρία ὑπερβὰς Ἴστρον διαβῆναι ἠπείγετο, τὴν ἐνταῦθά τε νῆσον παρελθὼν ἐπὶ τὰ ἐνδότερα χωρεῖν ἤθελεν. ὅτε δὴ τοῦ Ῥωμαϊκοῦ περαιουμένου λέγεται μίαν τῶν νεῶν φόρτου πλέαν ὅπλων τε καὶ ἀνθρώπων ὡς πλείστων οὐ μακρὰν ὄχθης γεγενημένην ἐπὶ θατέραν νεῦσαι πλευράν, ὡς ἤδη καὶ εἰσρεῖν τὸ ὕδωρ ἐπ' αὐτήν. ὁ μὲν οὖν ἄλλος Ῥωμαίων στρατός, ὅσοι τε ναυσὶν ἐμβάντες τοῖς ποταμίοις ἐφέροντο νώτοις καὶ ὅσοι ἐπὶ τῆς ἠπείρου ἵσταντο ἔτι, οἱ μὲν ὑποψίᾳ κινδύνου οἱ δὲ ὀλιγωρίᾳ ἐχόμενοι περιώρων τὸ πρᾶγμα, καὶ ἡ ναῦς ὀλίγου δεῖν αὔτανδρος τῷ βυθῷ κατεδύσατο, εἰ μὴ βασιλεὺς ἐπὶ ὕδωρ ἁλόμενος ἐπὶ πλεῖστόν τε πεζῇ προελθών, καίτοι τοῦ ῥεύματος σὺν ῥύμῃ σφοδρᾷ καταφερομένου καὶ τέλμα τι ἐνταῦθα δυσδιεξόδευτον ἐργαζομένου, τῷ ὤμῳ τε ὑπέσχε τῇ νηῒ καὶ τὸν τοῦ κινδύνου ὑποτε 222 μόμενος χρόνον ἄδειαν τοῖς λοιποῖς ἐπιβοηθεῖν δέδωκεν, οἱ τὴν αὐτοῦ αἰδεσάμενοι προθυμίαν παρέστησάν τε τοῖς κινδυνεύουσι καὶ τοῦ κινδύνου ἐξείλοντο. ἐξ ἐκείνου τοίνυν μέγα ἐπὶ φιλανθρωπίᾳ βασιλεὺς ὄνομα ἔσχε. τότε δ' οὖν Ἴστρον ἄνωθέν που διαβὰς ἐπί τινα πόλιν ὄνομα Παγάτζιον ἐφέρετο· ἡ δὲ πόλις μητρόπολις τῶν ἐν Σιρμίῳ τυγχάνει οὖσα· ἐνταῦθά τε διατριβὴν ὁ τοῦ ἔθνους ποιεῖται ἀρχιερεύς· ἔνθα πλῆθος κατοίκων λόγου κρεῖσσον ἐξῄει δορυφορῆσον αὐτόν. τότε μὲν οὖν ἐνταῦθά που ηὐλίσατο, ἑξῆς δὲ πυθόμενος Στέφανον ἐγγὺς ἤδη γεγονέναι εἰς μὲν τὸν πόλεμον αὐτίκα καθίσταται. Ῥωμαίων δέ τινα τῆς Τζέχων συνιέντα γλώττης προσκαλεσάμενος ἐκέλευε μεταμφιεσάμενον ἐπὶ τὸ τῶν πολεμίων καθυποδῦναι στρατόπεδον εἰς ὄψιν τε τῷ τῶν Τζέχων ἐλθόντα ῥηγὶ τάδε ἀνειπεῖν αὐτῷ. "ποῖ δήποτε πορεύῃ; τίνα ταύτην πορείαν σὺν τῷ ὑπό σε φέρῃ στρατεύματι; ἢ οὐκ οἶδας ὡς βασιλεῖ μεγάλῳ χεῖρας ἀνταίρειν τολμᾷς; ᾧ καὶ τὸ ὑπ' αἰτίαις λόγον ἐχούσαις διὰ μάχης ἰέναι σφαλερόν, μὴ ὅτι γε πρὸς τῶν Οὔννων τουτωνὶ περιφρονεῖσθαι κινδυνεύοντι, οἳ Βελᾷ κλῆρον δόντες εἶτα ἀφείλαντο, ὅσα καὶ παιγνίοις ὅρκοις χρησάμενοι τοῖς αὐτῶν. καί τις μὲν ἰδιώτῃ ξυναλλάττων ἀνδρὶ οὔκουν ἀθῷος τῷ νόμῳ διαγίνεται τῶν δεδογμένων, ἂν οὕτω τύχῃ, καταφρονῶν· βασιλεῖ δὲ τηλικούτῳ ταῖς ὁμολογίαις ἤδη προσκεκρουκότες ἀτιμώρητοι διαμενοῦσιν Οὖννοι; πολλοῦ γε καὶ δεῖ. ἆρα