1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

34

καὶ φορταγωγῶν ἐς χιλιοστὺν ὅλην ἑτοιμασάμενος, αὐτὸς μὲν ᾔει διὰ τῆς ἠπείρου, ὁ δὲ στόλος διαπόντιος ἐφέρετο ἐξαίσιος οἷος. 93

3. Ἄρτι δὲ περὶ τὴν πόλιν Φιλίππου γεγονότι τῷ αὐτοκράτορι φήμη περιέπτη, ὅτι δὴ στρατεύματα Σκυθικὰ Ἴστρον περαιωσάμενα κείρουσί τε τὰ ἐν ποσὶ καὶ ληΐζονται πάντα, καὶ εἷλόν γε καὶ πόλιν λόγου ἀξίαν, τῶν Ἴστρου καὶ αὐτὴν πίνουσαν ναμάτων. τὰ μὲν δὴ τῆς φήμης ἐν τούτοις ἦν. ὁ δὲ βασιλεὺς ἐκεῖθεν ἀποκλίνας, τὴν ἐπὶ τὸν Ἴστρον ἐφέρετο, ναῦς ἐκ Βυζαντίου δι' Ἀγχιάλου πόλεως ἐπὶ τὸν Ἴστρον ἀναχθῆναι κελεύσας. οὔπω δ' ἐκείνων ἀφικομένων, ἐν τούτῳ τὰς ταύτῃ περιῄει θηρευόμενος πεδιάδας. συμβαίνει γὰρ αὐταῖς ἅτε ἐρήμοις παντάπασι καὶ ἀοικήτοις ἐκ παλαιοῦ προκειμέναις ἀγεληδὸν ἀγρίων τι χρῆμα ζώων ἐντρέφεσθαι. ἐν ᾧ δὲ πρὸς τούτοις ἦν, ἠγγέλη αὐτῷ ὅ τι δὴ Σκύθαι λείαν ἐκ τῆς Ῥωμαίων ἐπαγόμενοι τὸν Ἴστρον ἄρτι που διέβησαν, οὐ μακράν τε ἄποθεν ἐσκηνωκότες αὐλίζονται. ἅπερ ἐπειδὴ ἤκουσεν, ὡς εἶχε τάχους αὐτίκα ἐπὶ τὸν ποταμὸν ἐφέρετο. ἔνθα λεμβαδίῳ περιτετυχηκώς, ὁποῖα πρὸς ταῖς τῇδε ὀχθαῖς ἑστάναι εἴθισται ξύλου πεποιημένα ἑνός, ἐκέλευεν ἄγεσθαι τοῦτο πρὸς αὐτόν. ἀλλ' ἦν ἰσχυρογνώμων ὁ πορθμεὺς καὶ βασιλέα μεταπέμπεσθαι τοῦτον ἀκούων "εἰ βασιλεῖ τῶν καθ' ἡμᾶς ἔμελεν," εἶπεν, "οὐκ ἂν ὅ τε ∆εμνίτζικος ἑάλω (οὕτω γὰρ τὸ τοῖς Σκύθαις, ὥσπερ εἴρηται, αἱρεθὲν ὠνομάζετο φρούριον) καὶ τὰ καθ' ἡμᾶς πρὸς τῶν βαρβάρων κατ' ἐξουσίαν ἤγετό τε καὶ ἐφέρετο." λέγεται τοίνυν πρὸς ταῦτα διηγανακτηκότα τὸν βασιλέα "ναὶ δὴ" φάναι "μὴ ἂν αὐτὸς εἴην, ᾧ τὰ Ῥωμαίων θεόθεν ἐπιτέτραπται πράγματα, εἰ μὴ αὐτίκα 94 τῶν τετολμημένων Σκύθαι δώσουσι δίκας." διὸ δὴ τὸ μὲν λοιπὸν τοῦ στρατεύματος αὐτοῦ που καὶ ἐπὶ ταῖς ὄχθαις ἐνστρατοπεδευσόμενον ἔλιπεν, αὐτὸς δὲ τῶν νεῶν οὔπω καθάπερ εἴρηται ἀφικομένων τοὺς λέμβους ἀλλήλοις ξυνδήσας καὶ ἁρμοσάμενος σὺν πεντακοσίοις τῶν ἀμφ' αὐτὸν τὸν Ἴστρον διέβη· μέλλων τε ἐπίπροσθεν ἰέναι δυσὶν ἄλλοις ἐντυγχάνει ποταμοῖς ναυσιπόροις. ὡς οὖν οὐδαμῆ λεμβάδιον ἐνταῦθα διεφαίνετο, ᾧ χρήσαιτο ἄν τις ἐς τὴν περαίωσιν, ἐκέλευε τοῖς περὶ αὐτὸν τοῖς τῶν ἵππων οὐραίοις τὰ ἐπὶ τῷ Ἴστρῳ ἀκάτια ξυνδήσαντας εἰς τοὺς εἰρημένους μετάγειν τῶν ποταμῶν. οὗ γεγονότος ἀμογητὶ διέβαινον, χῶρόν τέ τινα δολιχὸν διαμείψαντες ἄχρι καὶ ἐπὶ ὄρος τένου ὅρμον ἦλθον, ὅπερ ἀγχοῦ τῶν Ταυροσκυθικῆς ὁρίων ἀνέχει. ἔνθα τὸ τῶν Σκυθῶν στρατόπεδον ἀνδρῶν παντάπασιν ἔρημον εὑρηκότες (ᾤχοντο γὰρ οὐ πολλῷ πρότερον ἀπιόντες) προσωτέρω ἐχώρουν. ἐπεὶ δὲ ἀμφὶ μέσην ἡμέραν ἤδη ἦν καὶ οὐδεὶς οὐδαμῆ πολεμίων διεφαίνετο, Σκύθας τοὺς ὅσοι Ῥωμαίοις ξυνεστράτευον ἀπολεξάμενος βασιλεὺς ὑποστρατηγοῦντι Γιφάρδῳ, ἀνδρὶ πολέμων ἐμπείρῳ πολλῶν, αὐτοὺς μὲν ὀπίσω τῶν πολεμίων ἰέναι ἔπεμψεν, ἰχνοσκοπήσοντάς τε καὶ ὅπη δυνατὰ ἔσται μαχησομένους, αὐτὸς δὲ κατόπιν ἐπορεύετο σχολαιότερον. οὐκ εἰς μακρὰν οὖν ὁ Γιφάρδος τοῖς πολεμίοις ἐντετυχηκώς, ἐπειδὴ μὴ ἐθάρρει τῇ συμβολῇ (τὸ γὰρ βαρβάρων πλῆθος ἀριθμοῦ κρεῖσσον αὐτῷ κατεφάνη), πέμψας ἐπὶ τὸν βασιλέα ἥκειν αὐτὸν τὴν ταχίστην ἐδεῖτο. ταῦτα ἐπειδὴ βασιλεὺς ἤκουσεν, αὐτός τε 95 πρὸς τοῖς ὅπλοις αὐτίκα ἐγένετο καὶ τὸ στράτευμα ἐξώπλιστο ἅπαν. ὀπίσω τε Σκυθῶν διώξαντες εἰς χεῖρας ἤδη ἦλθον αὐτοῖς. Σκύθαι τοίνυν τὸ μὲν πρῶτον ἔστησάν τε ὡς ὑποδεξόμενοι σφᾶς καὶ ἐς φάλαγγα ταξάμενοι βοήθειαν σφῶν τε αὐτῶν καὶ ὧν ἐπήγοντο λαφύρων προπονεῖσθαι ἤθελον, ἥ τε ξυμβολὴ ἑκατέρωθεν σὺν ὠθισμῷ καὶ βίᾳ ἐγίνετο. ὅτε δὴ πολλοὶ μὲν καὶ ἄλλοι Ῥωμαίων ἄνδρες ἐγένοντο ἀγαθοί, βασιλεὺς δὲ πάντων μάλιστα. τῶν γὰρ πολεμίων ἔγγιστα ἐγκειμένων ἰσχυρῶς, αὐτὸς σὺν τῷ δόρατι ἐπελαύνων τὸν συνασπισμὸν αὐτοῖς ἔλυεν, οὐ καθ' ἕνα μόνον, ἀλλ' ἤδη καὶ σύνδυο πολλοὺς ἐκείνων ἀποκτιννύς. ὅθεν καὶ τῷ ἀνυποστάτῳ τῆς βασιλέως παρακεκινημένων ὁρμῆς, Ῥωμαῖοι ὁλοσχερέστερον κατ' αὐτῶν ἐπιβρίσαντες λαμπρὰν ἤδη τὴν ἐπαγωγὴν ἐποίουν. πολλοὶ μὲν οὖν βαρβάρων