1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

49

γὰρ τὸ λοιπὸν γενομένης τῆς διώξεως, Οὔννων μὲν τῶν σὺν τῷ Στεφάνῳ σχεδόν τι ἅπαντες, Ῥωμαίων δὲ πολλοὶ ἔπεσον· οἱ δ' 133 ἄλλοι φυγῇ ἐκεῖθεν ἐσώζοντο, ἐν οἷς καὶ Βασίλειος ὁ στρατηγὸς ἦν. ταῦτα τῷ βασιλεῖ ἀγγελθέντα, πρὸς δὲ καὶ ὅτι Βελέγραδα πόλιν Ῥωμαίων ἀφιστᾶν οἱ κάτοικοι διανοοῦνται, πολλὴν ἐνεποίησαν ἀθυμίαν. καὶ δὴ Ἰωάννην μὲν τὸν Καντακουζηνόν, τὸ μὲν στηρίξοντα τὴν πόλιν ἔστελλε λογισμοῖς ἀποστασίας καθάπερ ἔφην ἤδη σαλευομένην, τὸ δὲ καὶ ταφῇ τοὺς Ῥωμαίων δώσοντα νεκροὺς ἀνακαλεσόμενόν τε τοὺς ἐκ φυγῆς, ὅπου δήποτε γῆς τῆς ἐκεῖ κρυπτόμενοι ἦσαν. ὁ δὲ θυμαίνων ἄγαν ἐπὶ τοῖς συμπεσοῦσιν ἐσφάδαξε μὲν καὶ ἤθελεν ὀπίσω Οὔννων διῶξαι, Ῥωμαίων δὲ οὐκ ἐπαινούντων "ἀλλ' αἰσχύνη μοι" ἔλεγεν "ὦ ἄνδρες, πρὸ τραυμάτων οἴχεσθαι ὑπὲρ τῆς Ῥωμαίων ἀγωνιζόμενον εὐκληρίας." ἐπεὶ δὲ πόρρω γεγονέναι τὸ Οὐννικὸν ἤκουσε, τῆς ὁρμῆς ἀνεκόπη. ἤδη δὲ καὶ ὁ Καντακουζηνὸς τὰ ἐφ' οἷς ἔσταλτο πέρατι δοὺς ἐπανῆκε δεσμώτας ἔχων καὶ τοὺς ὡς εἴρηται ἀποστασίαν ὠδίνοντας Βελεγραδιτῶν. τότε μὲν οὖν ἐκεῖθεν ἀναζεύξας ἀγχοῦ τῆς Βερροιαίων διεχειμέριζε πόλεως. ἔαρος δὲ τὰς δυνάμεις ἁπανταχόθεν ἀγείρας ἐπὶ τὴν Οὐννικὴν αὖθις ἐχώρει, ὁρμὴν ἔχων ἐς αὐτά που τὰ τῆς χώρας διαβῆναι μέσα. ὁ μὲν οὖν ἄρτι πρὸς ταῖς Ἴστρου πανστρατὶ αὐλισάμενος ἔμενεν ὄχθαις, καὶ αἱ νῆες ἐκ Βυζαντίου ἀναχθεῖσαι ἑστήκεσαν ἀθρόαι ἀναβαίνειν μένουσαι τὸ ὁπλιτικόν. ὁ δὲ Παιόνων ῥὴξ ἐπειδήπερ ἐν στενῷ κομιδῆ τὰ κατ' αὐτὸν ἔγνω, ἐπὶ τὴν πρεσβείαν λοιπὸν ἔβλεψεν. ἄνδρας τοίνυν τῶν παρ' αὐτῷ ἐπισήμων ἐς βασιλέα πέμψας, τούς τε δορυκτή 134 τους Ῥωμαίων ἀποδώσειν αὐτίκα ἐπήγγελε καὶ εἰσέπειτα δὲ πάντα αὐτῷ ὑπηρετήσειν, ὅσαπερ ἂν βουλομένῳ ἔσται. βασιλεὺς δὲ τὰ μὲν πρῶτα ἀνανεύοντι ἰσχυρῶς ἐῴκει καὶ τοὺς περὶ εἰρήνης ἀποπροσποιουμένῳ λόγους, ἔπειτα προσήκατό τε δεομένους καὶ τὴν πρεσβείαν ἐπὶ τοῖς εἰρημένοις ἐπέρανεν. ἤχθησαν οὖν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ οἵ τε δορυάλωται μάχῃ τῇ προηγησαμένῃ καθάπερ εἴρηται γεγενημένοι, καὶ ὅπλα καὶ ἵπποι καὶ εἴ τί που ἄλλο πολέμου λάφυρον ἦν. ἵππων μέντοι καὶ ὑποζυγίων τῶν πεσόντων ζωοὺς ἐκ τῶν τοῖς Οὔννοις ἀντεκομίσαντο αὐτοχθόνων. οὕτω τε τὸν πόλεμον λύσαντες ἐπ' οἶκον ἀνεκομίσθησαν. καὶ τὸ ἐντεῦθεν τὰ τῶν Ἰταλικῶν πολέμων ἀρχὴν ἣν ἤδη ἔφην ἐσχήκοτα λαμπρότερον ἄρτι κινεῖσθαι ἤρξατο. λέγωμεν δὲ ἀναλαβόντες μικρόν.

ΒΙΒΛΙΟΝ ∆. 1. Φρεδερίκος ὁ Κορράδου τοῦ Ἀλαμανῶν ἄρξαντος ἀδελφιδοῦς, οὗπερ

ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἐπεμνήσθημεν λόγοις, Κορράδου τὸ χρεὼν ἀναπλήσαντος αὐτὸς τὴν ἀρχὴν ἔσχεν. Οὗτος ἐπειδή ποτε λόγον εὐγενείας πέρι ποιούμενος (ἦν γὰρ αὐτῷ περὶ πλείστου γυναικὶ ξυνοικήσοντι τὴν εὐγενῆ μάλιστα ἐκ πασῶν ἑλέ 135 σθαι) Μαρίαν τὴν Ἰσαακίου τοῦ σεβαστοκράτορος θυγατέρα γένει τε καὶ περιουσίᾳ κάλλους διάφορον οὖσαν ἐν Βυζαντίῳ τρέφεσθαι ἤκουσεν, ἥλω αὐτίκα τῆς κόρης καὶ πρέσβεις ἐς βασιλέα πέμψας ᾐτεῖτο πρὸς γάμον αὐτῷ κατεγγυηθῆναι ταύτην, πάντα ποιήσειν ἐπαγγελλόμενος ὁπόσα Κορράδος τε ὁ θεῖος καὶ αὐτός, ὁπηνίκα Παλαιστίνης ἀνέστρεφον, ἐπὶ τῇ Ἰταλίας κατακτήσει Ῥω-μαίοις ὑπηρετήσειν ὑπέσχοντο. ἡ μὲν Φρεδερίκου πρεσβεία ἐν τούτοις ἦν. βασιλεὺς δὲ τοὺς λόγους ἀποδεξάμενος πρέσβεις καὶ αὐτὸς ἐπὶ Φρεδερίκον ἔπεμψεν ἐμπεδοῦν τὰ δεδογμένα κελεύσας. ἀλλ' ἐκεῖνοι, ἐπειδήπερ εἰς λόγους ἦλθον αὐτῷ, μηδὲν ὑγιὲς βεβουλεῦσθαι τὸν ἄνδρα διαγνόντες ἄπρακτοι ἐκεῖθεν ἀπηλλάττοντο, δευτέρᾳ πρεσβείᾳ πρὸς βασιλέα χρῆσθαι αὐτὸν ἀναπείσαντες. ἧς καὶ αὐτῆς τῷ βασιλεῖ ἀποψηφισθείσης, ἄνδρες τῶν ἐπὶ δόξης ἐσαῦθις ἐστέλλοντο, Μιχαήλ τε ὁ Παλαιολόγος καὶ Ἰωάννης ὁ ∆ούκας, ἄμφω εἰς τὸ τῶν σεβαστῶν ἀξίωμα ἥκοντε· ἐν