1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

25

Ῥωμαίων πατεῖν μὴ πρότερον πίστεις περὶ τοῦ μηδὲν ἀδικήσειν δεδωκότας βασιλεῖ. ὥστε εἰ μὴ ψευδορκεῖν μέλλοιτε, τί μὴ ἐν τῷ ἐμφανεῖ τὸν πόλεμον ἄγετε; Ῥωμαίοις γὰρ καὶ ἐκ τοῦ εὐθέως διαρϋήχεσθαι, χαλεπὸν ὑμῖν ἔσται. εἰ δὲ καὶ σὺν ἐπιορκίᾳ τὸν κατ' αὐτῶν διαφέρετε πόλεμον, πολλῷ δὴ χαλεπώτερον· θεῷ γὰρ καὶ τῇ Ῥωμαίων ἰσχύϊ πολεμεῖν λείπεται ὑμᾶς. εἰ δὲ καὶ ἀληθίζει τὸ φίλιον ἐν ὑμῖν, καὶ δόλος οὐδεὶς ὑποκάθηται, ὅρκοις τὸ πρᾶγμα βεβαιώσασιν ἐξέσται ὡς διὰ φιλίας τῆς βασιλέως μεγάλου ἰέναι γῆς, ὑποδοχῆς τε ἀπολαύοντας εἰς τὸ εἰκὸς καὶ φιλοφροσύνης τῆς ἄλλης." οἱ πρέσβεις μὲν τοσαῦτα εἶπον· οἱ δὲ συνῄεσαν γὰρ ἐς ταὐτὸν παρὰ τὴν Κορράδου τοῦ Ἀλαμανῶν ῥηγὸς σκηνὴν ἅτε τὰ πρεσβεῖα τῶν ἀνὰ τὴν ἑσπερίαν λῆξιν λαχόντος ἐθνῶν, ἐπὶ κακῷ μὲν τῷ Ῥωμαίων ἥκειν οὐδαμῆ ἔφασκον, κἂν δεήσοι καὶ ὅρκοις τὸ πρᾶγμα πιστοῦσθαι, ἑτοιμότατα καὶ τοῦτο ποιήσειν διετείνοντο. ἐπὶ δὲ Παλαιστίνην αὐτοῖς ὁρᾶν τὴν ὁρμὴν καὶ τοὺς τὴν Ἀσίαν λῃστεύοντας Πέρσας. δόξαν οὖν οὕτω Ῥωμαίοις καὶ εἰς ἔργον τοὺς λόγους ἐξῆγον ὅσοι τε ἐς τοὺς ῥῆγας καὶ ὅσοι ἄλλως ἐπίδοξοι τῶν ἐν αὐτοῖς ἦσαν δουκῶν φημι καὶ κομήτων. ἰδιάζουσαι δὲ ταῦτα ἀρχαὶ καὶ οἷόν τινες διαιρέσεις ἐκ τοῦ τῆς βασιλείας καθιέμεναι ὕψους, γενικωτάτου τινὸς καὶ ὑπερκειμένου τῶν ἄλλων πράγματος. κόμητα μὲν γὰρ δοὺξ 69 ὑπεραναβέβηκε, δοῦκα δὲ αὖ ῥήξ, καὶ ῥῆγα βασιλεύς. καὶ ὑπείκει τὸ καταδεέστερον ἀεὶ φύσει τῷ ἐπέκεινα, πόλεμόν τε συνδιαφέρει τούτῳ καὶ πείθεται τά γε τοιαῦτα. διὸ καὶ βασιλέα μὲν ἰμπεράτορα καλεῖν ἔθος Λατίνοις ἐστὶ τὸν ὑπὲρ ἐπέκεινα αἰνιττομένοις, ῥῆγας δὲ τοὺς ὅσοι δευτέρας εἰλήχασι τάξεως. ἀλλὰ ταῦτα μὲν οὕτω διῃρήσθω. τελεσθέντων δὲ τοῖς πρέσβεσιν ὧν ἕνεκα παρὰ τοὺς βαρβάρους ἦλθον, αὐτοὶ μὲν ἐς Βυζάντιον ἀπεκομίσθησαν, οἱ ῥῆγες δὲ ὁδοῦ τὸ λοιπὸν εἴχοντο. οὐ μέντοι ἀλλήλοις ἀνεμίγνυτο τὰ στρατεύματα, ἀλλ' ὁ μὲν Ἀλαμανὸς πρότερος, πολλῷ δὲ κατόπιν ὁ Γερμανὸς ἐπορεύετο, οὐκ οἶδα ὅτου ἕνεκα τοῦτο ἐπιτηδεύοντες, εἴτε καὶ καθ' ἑαυτὸν ἑκάτερος ἀξιόμαχος εἶναι φιλοτιμούμενος, εἴτε καὶ τὰ ἐπιτήδεια μὴ ἐπιλιπεῖν σφᾶς προνοούμενοι. ᾔεσαν δὲ ὅμως ἀνάρεθμοι καὶ ὑπὲρ τὴν παρὰ θάλασσαν ψάμμον. οὐ τόσαις ὁ Ξέρξης ἐκαλλωπίσατο μυριάσιν, ὁπότε ναυσὶ τὸν Ἑλλήσποντον ἐζεύγνυ. ἐπειδὴ γὰρ πρὸς τῷ Ἴστρῳ γεγόνασιν, ἐνταῦθα εὐτρεπῆ τὰ πρὸς τὴν διάβασιν ὁ βασιλεὺς αὐτοῖς καθιστὰς ἐκέλευε τῶν ὑπογραμματέων τοὺς πλείστους ἐπὶ θάτερα τοῦ ποταμοῦ ἑστηκότας τὸν ἑκάστης φόρτον ἀπογεγράφθαι νεώς. ἐς ἐννενήκοντα τοίνυν ἀριθμησάμενοι μυριάδας τὸ ἐντεῦθεν οὐχ οἷοί τε ἀριθμεῖν ἐγένοντο.

13. Τὸ μὲν δὴ πλῆθος τοσοῦτον αὐτοῖς ἦν. ἀγχοῦ δὲ πόλεως Ναϊσοῦ γεγονόσιν, ἣ μητρόπολις τῶν κατὰ τὴν ∆ακικὴν 70 τυγχάνει οὖσα, ἐνταῦθα ὁ τὴν τῆς χώρας πρὸς βασιλέως ἐμπεπιστευμένος ἀρχὴν Μιχαὴλ ἐπώνυμον Βρανᾶς προὐνοεῖτο ἤδη τῶν ἀναγκαίων αὐτοῖς, οὕτω προστεταγμένον αὐτῷ. μέχρι μὲν οὖν καὶ ἐπὶ Σαρδικῆς ἐν τούτοις ἦσαν, ἔνθα καὶ ἄνδρε δύο τῶν ἐπὶ δόξης ἠλθέτην παρ' αὐτούς, δεξιωσομένω τε τὰ εἰκότα καὶ τὰ ἀναγκαῖα σφίσιν ἐμπορισομένω. ἦν μὲν ὁ αὐτῶν Μιχαὴλ σεβαστὸς ἐκ Παλαιολόγων, ἀνὴρ ἱκανῶς συνετὸς καὶ πραγμάτων πολλῶν ἔμπειρος, ὃς βασιλεῖ Ἰωάννῃ οὐκ οἶδ' ὅ τι προσκεκρουκὼς πρότερον ὑπερόριός τε διὰ τοῦτο γεγονὼς πρὸς βασιλέως ἀνεκαλεῖτο Μανουὴλ εὔνους τε αὐτῷ καὶ τοῖς Ῥωμαίων μάλιστα ἐγένετο πράγμασιν. ὁ μὲν δὴ τοιοῦτος ἦν. ἅτερος δὲ χαρτουλάριος μὲν ἀμφοτέροιν ἐχρημάτισε τοῖν βασιλέοιν. τοσούτῳ γε μὴν Ἰωάννῃ βασιλεῖ εὐνούστατος γέγονεν ὡς ὁπότε Ἀλεξίῳ τῷ πρεσβυτάτῳ τῶν υἱέων ἐξ ἀνθρώπων γεγενῆσθαι ξυνέβη, ἐνσκῆψαί οἱ τὸν βασιλέα μετὰ τελευτὴν τὴν αὐτοῦ τὸν Μανουὴλ ἐπὶ τὰ σκῆπτρα καλέσαι καὶ τὴν βασιλείαν ἐγχειριεῖν. οἱ μὲν οὖν τούτων ἕνεκα ἐπὶ τὴν Σαρδικὴν ἦλθον. οἱ δὲ βάρβαροι μέχρι μὲν ἐν δυσχωρίαις ἦσαν (πολλὰ γὰρ ἐκ τοῦ ποταμοῦ Ἴστρου ἄχρι καὶ ἐπὶ Σαρδικὴν ὄρη ἀνέχει ὑψηλὰ καὶ δεινῶς ἄβατα), σιγῇ τε ἐπορεύοντο καὶ οὐδὲν ὅ τι Ῥωμαίοις οὐ κατὰ γνώμην