1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

69

ἀπεδοκίμαζεν, εἰς δὲ τὴν πόλιν εἰσελαύνειν μέλλων διττοὺς περιέθετο θώρακας, ἀκαμάτῳ σώματος ἰσχύϊ πρὸς τοῦτο ἐναγόμενος. ὁ δὲ καὶ κάνδυν πρὸς τούτοις κατάλιθόν τινα περιέκειτο, ἄχθος τῶν ἔνδον οὐκ ἔλαττον, καὶ στέφος καὶ τἆλλα τῷ βασιλεῖ ἐξ ἔθους. ὃ δὲ θαυμάζειν ἔχω, τοῦ θριάμβου τρόπον ὃν ἐν Βυζαντίῳ τελεῖσθαι εἴωθε τελεσθέντος ἤδη, ἐς τὸν Πέτρου τοῦ ἀποστόλου καταντήσας νεὼν κοῦφά τε ἀπέβη τοῦ ἵππου καὶ αὖθις ἐπιβαίνειν μέλλων σὺν ἅλματι ἀνέθορεν, ὥσπερ οὐδὲ τῶν ψιλῶν τις καὶ ἀνόπλων. ὅτε δὴ ὁ τῆς πόλεως ἀρχιερεὺς ὑπήντα τούτῳ τὴν ἱερατικὴν ἀμπεχόμενος στολὴν σὺν τῶν ἱεροπόλων τῷ τέλει παντί. ἐχειρίζοντο δὲ τύπους σταυρικούς, καὶ τὰ ἱερὰ προὔφερον λόγια, ὡς ἐκπεπλῆχθαι τὸ ξένον ἅπαν καὶ ἔπηλυ, ὁρῶν πρὸς τούτοις Ῥενάλδον μὲν καὶ τοὺς ἐπὶ δόξης Ἀντιοχέων ποσὶν ἀμφὶ τὸν βασίλειον παραθέον 188 τας ἵππον, Βαλδουῖνον δὲ ἄνδρα στεφηφοροῦντα μακρὰν ἄποθεν ἔφιππον μὲν παντάπασι δὲ ἀσήμαντον πορευόμενον. ὁ μὲν δὴ θρίαμβος ἐπὶ τούτοις τετέλεστο, βασιλεὺς δὲ ἐπὶ ὀκτὼ τῇ πόλει παραμείνας ἡλίους ἐκεῖθεν ἀπήλαυνε. τοσαύτην γε μὴν δουλοπρέπειαν Ἀντιοχεῖς εἰς αὐτὸν ἐπεδείξαντο, ὥστε αὐτοῦ τοῖς Ῥε-νάλδου ἐνδιατρίβοντος δόμοις οὐδεὶς οὐδεμίαν τῶν ἀμφιβαλλόντων παρὰ τοῖς ὁμογενέσιν ἐδικάσατο δίκην ὅτι μὴ παρὰ Ῥωμαίοις.

21. Ταῦτα κατωρθωκὼς βασιλεὺς ἐπὶ Νουραδὶν ἰέναι συνεσκευάζετο. ἀλλ' ἐκεῖνος τὴν ἔφοδον γνοὺς τὸν Σαγγέλη τε ἔλυσεν υἱέα ἄνδρα Ἰταλὸν καὶ τὸν τοῖς ἐν Παλαιστίνῃ ἐφεστῶτα ἱππεῦσιν, ὃν τέμπλου μαΐστορα Λατῖνοι ὀνομάζουσιν, ἐπισημοτάτους ἄμφω, πρὸς δὲ καὶ τῶν εὖ γεγονότων πολλούς. τοῦ γε μὴν ἀγελαίου καὶ σύγκλυδος ὄχλου εἰς ἑξακισχιλίους μάλιστα, οἳ ἐκ τῆς Ἀλαμανῶν καὶ Γερμανῶν ἐτύγχανον ἐζωγρημένοι τούτῳ στρατιᾶς, ὁπηνίκα ἐκεῖνοι ἐπὶ Ἀσίαν ἐστράτευον. ταῦτα Νουραδὶν ἐποίει, πρὸς δὲ καὶ συνδιαφέρειν βασιλεῖ τὰς ἐν Ἀσίᾳ διωμολόγηκε μάχας· ἐφ' οἷς προσδεξάμενος αὐτὸν ἀπέσχετο τοῦ σκοποῦ. ἀλλ' ὀλίγῳ ὕστερον καταλύειν ὡρμήθη τὰ δεδογμένα· οὐ μὴν καὶ πέρατι τὸν σκοπὸν ἔδωκεν, ὡς δῆλον ἑξῆς γενήσεται. Σαρακηνῶν γὰρ ὅμιλος, τοῦ Νουραδὶν μηδὲν συνειδότος, προσλοχήσαντες Ῥωμαίων τῶν ἐπὶ χορταγωγίαν ἰόντων ἐκάκουν τινάς. ὃ γνοὺς βασιλεὺς ἐνέδρας καὶ αὐτὸς ἐν ἐπιτηδείῳ που τοῦ χώρου 189 ἐκείνου στησάμενος ἅμα ἡμέρᾳ καὶ αὐτὸς συνεπιτίθεται τούτοις μηδὲν προϊδοῦσιν. ἐπεὶ δὲ ἐτρέψατο, κυνηγεσίων ἐπιθυμήσας ἐξῄει παρὰ τοῖς ἀνωτάτω πεδίοις Συρίας θηρεύσων, πρᾶγμα κατὰ τοὺς νῦν χρόνους καὶ ἀκουσθῆναι φοβερόν. προῄεσαν τοίνυν αὐτοῦ ἄνδρες, οἷς ἔργον κοίτας θηρῶν ἀνιχνεύειν, οὐ πλείους τῶν ἕξ· ἀλλ' οὔπω ἐπὶ πλεῖστον προῆλθον, καὶ τέσσαρες καὶ εἴκοσι πολεμίων ὁπλοφόροι παρεφάνησαν τούτοις, ἔργον ποιούμενοι, ὅπως Ῥωμαίων τινὰς δόλῳ ἐπὶ τὴν κατὰ νώτου ἐλλοχῶσαν παρεξελκύσωσι στρατιάν. ἅμα τε οὖν εἶδον οἱ θηροσκόποι ἐκεῖνοι, καὶ ἅμα ἐς τὸ τοῦ παρὰ πόδας αὐτοῖς ποταμοῦ ῥεῦμα καθῆκαν ἑαυτούς, διανηξάμενοί τε ἐπὶ βασιλέα ἦλθον τὰ συμπεπτωκότα σφίσι μηνύοντες. ὁ δὲ πρὸς τὴν ἀκοὴν οὐ διαταραχθεὶς "ἄγωμεν" ἔφη "ἔνθα τοὺς πολεμίους εἶναι φατέ." τῶν δὲ ὀκνήσει πολλῇ ἐχομένων, αὐτὸς ὅλα τῷ ἵππῳ ἐπιτρέψας χαλινὰ τὴν ἐπὶ τοὺς πολεμίους ἐφέρετο. ἐξάπινα τοίνυν Σαρακηνῶν στρατιὰ τῶν τῇδε ὑπερκύψασα χωρῶν μυριοπληθὴς ἐξεφάνη. ὁ δὲ μηδὲν ὑποστειλάμενος σὺν ῥύμῃ πολλῇ παρὰ μέσους εἰσπίπτει ἄνδρας ὁπλίτας οὕτω πολλούς, καὶ δὴ τρεψάμενος αὐτοὺς οὐ πρότερον διώκων ἐπαύσατο, πρὶν ἐντὸς φρουρίων ἅπερ ἐνταῦθα ἵδρυται εἰσέπεσον φεύγοντες οἱ πολέμιοι, νεκρῶν τε ἐπλήσθη τὸ πεδίον ἐκεῖνο. διὰ ταῦτα μὲν οὖν ἐπὶ τὸ στρατόπεδον ἀναχωρήσας τὰ δεδογμένα, ὥσπερ εἴρηται, παρακινεῖν ἤθελεν. ἀλλὰ φῆμαί τινες ἐξ ἑσπέρας ἐπισπῶσαι, αἳ δὴ νεο 190 χμωθῆναι τὰ τῇδε διήγγελον, διεκώλυσαν τοῦτον τῆς ἐγχειρήσεως. τότε καὶ Βαλδουίνῳ κατεάγηκεν ἡ χεὶρ ἀπ' αἰτίας τοιᾶσδε. θηρευομένῳ ἐνταῦθα τῷ βασιλεῖ παρῆν καὶ αὐτὸς τοῦ γυμνασίου κοινωνός. τοῖς γὰρ ἄλλοις πᾶσιν ἐκπεπληγμένος τὸν αὐτοκράτορα καὶ τοῦτο τὸ μέρος εἴ γε εὐδοκιμοίη γνῶναι