1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

15

τοίνυν ἐν Φιλομιλίῳ, ὥσπερ ἤδη φθάνεις ἡμῖν ἐπηγγελμένος, τὴν ἡμετέραν ἀναμενεῖς ἄφιξιν, λείπεται πάντως ὡς τὸ γενναῖον ἐκεῖνο καὶ μεγαλόψυχον αὐτὸ σφόδρα δειλὸν καὶ ἀγεννὲς ἀντιπερίεστί σοι." τὰ μὲν δὴ γράμματα ἐν τούτοις ἦσαν. βασιλεὺς δὲ ἐν Φιλομιλίῳ γενόμενος αὐτὸ μὲν κατὰ κράτος τε εἷλε καὶ ἐνέπρησεν ἅπαν. Ῥωμαίων δέ τινας μακροῦ τοῦ χρόνου ἐνταῦθα ὑπὸ φρουραῖς καθειργμένους εὑρὼν ἔλυέ τε τῶν δεσμῶν τοὺς ἀθλίους καὶ φῶς ὁρᾷν παρεῖχεν ἐλεύθερον. Πέρσαι γὰρ τὸ μὲν πρῶτον δυνάμει τῇ σφῶν θαρρεῖν ἔχοντες, ἄλλοθι γῆς βασιλέως ἐπιόντος μετοικίζειν αὐτοὺς οὐδαμῆ ἔγνωσαν· ἐπεὶ τὸ δέος αὐτοὺς ἤπειγεν, οὐχ ὅπως αὐτῶν κατημέλουν, ἀλλὰ καὶ τὰ σφέτερα περὶ ἐλάσσονος ἔθεντο. τῶν δὲ γραμμάτων ἀπενεχθέντων εἰς τὸν σουλτάν, εἴτε τὴν ἐντεῦθεν ἐπίπληξιν αἰδεσθείς, εἴτε καὶ ἄλλο τι ἐννοησάμενος ὀπίσω ἐχώρει. ἐπί τινά τε χῶρον 42 Ἀνδραχμᾶν Περσικῶς ὠνομασμένον ταχὺ γεγονώς, ἐνταῦθα ἐστρατοπεδεύετο. ταῦτα ἐπειδὴ βασιλεὺς ἤκουσε, παραυτίκα διεκόσμει τὸ στράτευμα, πόλιν τε Ἀδριανούπολιν ὑπερβὰς (διαβαίνει γὰρ καὶ ἐς αὐτὴν Λυκαονίαν τὸ ὄνομα τοῦτο) ἔν τινι χώρῳ Γάϊτα ὄνομα τὴν παρεμβολὴν ἐποιήσατο. τῇ δ' ὑστεραίᾳ (ἤδη γὰρ οὐ πόρρω ἀποσκηνοῦν ἀμφοτέροις συνέβαινε τοῖς στρατεύμασι) ταξάμενος προσώτερον ἐχώρει, ἐπειδή τε ὁμόσε τοῖς Πέρσαις ἦλθεν, ἔργου εἴχετο. Πέρσαι τοίνυν μηδὲ τὴν πρώτην Ῥωμαίους ὑποστάντες ἐς ὑπαγωγὴν ἔκλιναν. οἱ δὲ κατὰ νώτου αὐτοῖς ἐφεπόμενοι οὓς μὲν ἀνῄρουν, οὓς δὲ ἐζώγρουν. ὁ δὲ σουλτὰν οὐ πρότερον ἀνῆκε φεύγων πρὶν ἢ τεταραγμένος ἐς Ἰκόνιον ἐλθὼν ἐντὸς τειχέων εἰσπεσεῖν· ἐπειδή τε ἤδη ἐν τῷ ἀσφαλεῖ καθεστήκει, βουλὴν βουλεύεται τοιάνδε. μένειν μὲν ἔνδοθι οὐ πάνυ τι ἐθάρρει, ὡς μὴ ἐνταῦθα κατακλείσας ἑαυτὸν ἀπρόϊτον πολιορκοῦσι Ῥωμαίοις ἐργάσηται, ἄλλως τε καὶ τὸ τοῦ πολέμου τέλος οὐκ εἰδὼς εἰς ὅ τι τύχης αὐτῷ περιστήσεται, ἐν στενῷ περισχεθῆναι ἀξύμφορον ᾤετο. καὶ δὴ τὸ μὲν τοῦ στρατεύματος ἐπὶ φυλακῇ τῆς πόλεως ἔταξε, τὸ δ' ἄλλο διχῆ διελὼν τὸ μὲν κατὰ νώτου τῆς πόλεως ἐπὶ τοῦ κατάντους ἔστησεν, ὃ δὲ αὐτὸς ἔχων ἐν δεξιᾷ παρετάξατο τῇ τοῦ ὄρους ὀχυρότητι μάλιστα πεποιθώς, ὃ μεταξὺ πόλεως Ἰκονίου καὶ τοῦ φρουρίου Καβάλλας ὑπερτείνει. 6. Πέρσαι μὲν οὖν ἐν τούτοις ἦσαν· βασιλεὺς δὲ ἐπειδὴ πρὸς τῇ Καβάλλᾳ ἤδη ἐγένετο, δαιμονίᾳ τινὶ κεκινημένος ὁρμῇ 43 τὴν ἐπὶ τὸν σουλτὰν ἐσφάδαξεν ἰέναι. οὐκ ἔχων δ' ἐκ τοῦ παραχρῆμα στοχάσασθαι ὅπη αὐτὸν ξυνέβαινεν εἶναι, πρὸς βραχὺ μὲν ἐπεσχέθη τῆς ὁρμῆς, στρατηγικῇ δ' ἐμπειρίᾳ τῆς ἐν δεξιᾷ τῆς πόλεως ἐξηγεῖσθαι φάλαγγος αὐτὸν διεγνωκὼς (ὀξὺς γὰρ εἴπερ τις τὰ τοιαῦτα ἐτύγχανεν ὤν), αὐτίκα τοῦ σημειοφόρου λαβόμενος εἷλκε τοῦ ῥυτῆρος ἐπ' ἐκεῖνο τὸ μέρος ἐπιστρέφων αὐτόν. διαπορουμένου δὲ τοῦ Ῥωμαίων στρατοῦ καὶ ἐν θαύματι μεγάλῳ ποιουμένου τὸ πρᾶγμα, ὅπως ἐς τηλικαύτην ἀνυπέρβλητον ἰσχὺν ἀπροοράτως οὕτως παρακινδυνεύειν ἐθέλοι (ἐξεπλήττετο γὰρ αὐτοὺς τὸ μηδαμοῦ τοῦ στρατεύματος ἐκείνου διαφαίνεσθαι, κἀντεῦθεν ᾤοντο πρόδρομα ταῦτα τῆς σὺν τῷ σουλτὰν ἔσεσθαι παρατάξεως τῷ τοῦ ὄρους ὡς εἰκὸς ἀμφιλαφεῖ κρυπτομένης), θαυμαζόντων οὖν, αὐτὸς ἠρέμα διακεχυμένος τὸ πρόσωπον "ἄνδρες" ἔφη "Ῥωμαῖοι, μὴ δὴ τέχνη βαρβαρικὴ δεδιττέσθω τὴν ἡμετέραν ἀγχίνοιαν, μηδ' ἐπὶ τὰς σημαίας ἀπεῖναι ξυμβαίνει τοῦ κατὰ μέτωπον ἡμῖν ὁρωμένου τούτου στρατεύματος, ἀλλαχόθεν που ταύτας σὺν στρατεύματι ἄλλῳ παρεῖναι οἴεσθε. οὔτε γὰρ ἑτέρα τις μοῖρα δυνάμεως ὑπολέλειπται οἶμαι Πέρσαις, καὶ τὰ σημεῖα δὲ σφίσιν αὐτοῦ που καὶ ἐπὶ τῇ λόχμῃ ἑστᾶσιν ἐν τῷ ἀφανεῖ, ἵν' ἐπιδείξει πλήθους ἐκπλήττειν ἡμᾶς ἔχοιεν. μὴ τοίνυν τοῦ πλήθους θαμβεῖσθε τὸ βάρβαρον, περιφρονεῖτε δὲ μᾶλλον τῆς ἀσθενείας. οὐ γὰρ πέφυκεν ἀλήθεια φαντασίᾳ συγγίνεσθαι. ἀλλ' ἐγὼ μὲν σὺν τῶν ταγμάτων τοῖς ἐμπροσθίοις ἄπειμι παρ' αὐτὰ συμ 44 μίξων αὐτοῖς, ὑμᾶς δέ μοι ξὺν τῷ ἄλλῳ στρατεύματι ξυντεταγμένους ἐπιέναι χρεών, μή ποτε πολεμίων ἐνέδραις περιπεσεῖν γένοιτο." ταῦτ' εἰπὼν ὁ αὐτοκράτωρ ἐπὶ τοὺς πολεμίους ἵετο,