1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

39

εὐπρεπὲς ἔχοντα ἡσυχῆ ἵστασθαι καὶ τὴν παρ' αὐτοῦ προσδέχεσθαι κέλευσιν. ὅπως γε μὴν οὐκ ἐπίδηλοι γένοιντο, ἐκέλευσε περιχλαινίσμασι τῶν εὐτελεστέρων περιαμπίσχειν τὴν ὅπλισιν.

8. Οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν· ἐπεὶ δὲ ἤδη ἡμέρα διαφανῶς ἦν, ἐξῄει σὺν αὐτοῖς τοῦ στρατοπέδου ὡς ἐπὶ χορταγωγίαν δῆθεν ἰών. ὅθεν καί τινας ἀνόπλους τὸ παράπαν σκαπάναις ἅμα καὶ πτύοις, οἷς ἔθος ἐστὶ τοὺς ὑπογαίους ἀνερευνᾶσθαι σιτῶνας τοῖς τὰ ἐπιτήδεια τῷ στρατῷ ἐσκομιζομένοις, ἔμπροσθεν ἐκέλευεν ἰέναι. ἐπειδὰν μέντοι πολεμίους κατ' αὐτῶν ἰόντας ἴδοιεν, φεύγειν ἐπήγγελεν ἕως τοῖς κατόπιν ἰοῦσι Ῥωμαίων συμμίξαντες ἤδη ἐν τῷ ἀσφαλεῖ γένωνται. ὡς γὰρ ἐν ἀκαρεῖ τῶν γινομένων αἴσθησις γίνοιτο τῷ στρατηγῷ, ἐκέλευε δύο μὲν τὸ πρῶτον, ἑξῆς δὲ καὶ οὐ πολλῷ ἄποθεν τέτταρας, 107 εἶτα ἓξ καὶ αὖ δέκα καὶ ἑξῆς πλείους χωρεῖν, ἄλλην τε φαρετροφόρον καταστησάμενος φάλαγγα ἑτέρωθεν ἐπὶ τοὺς πολεμίους ἰέναι προὐτρέπετο· κἂν μὲν ∆αλμάται χειρῶν ἄρχοιεν φεύγειν ἐλασσουμένους τῷ πλήθει, ἑστάναι δὲ ἡσυχῇ πρὸ τῆς παρεμβολῆς εἰ μηδεὶς σφίσιν ἀντεπεξῄει. ἔπραττε δὲ ταῦτα ὡς ἂν εἴ γε αὐτοῦ σὺν τῷ ἄλλῳ ἐπιστάντος στρατεύματι φεύγειν ἐπιβάλλωνται τὸ ∆αλματικόν, ὑπὸ τῶν κουφοτέρων τούτων κτείνοιντο καταλαμβανόμενοι. οὔπω τοίνυν μακρὰν ἐγένοντο πορευόμενοι, καὶ τῶν ἐπὶ κατασκοπῇ τινες δρομαῖοι ἐς τὸν βασιλέα ἦλθον, συγκεκομμένοι τε τὴν φωνὴν καὶ δεινῶς ὠχριῶντες ἀριθμοῦ κρείσσω ἔλεγον στρατιὰν ἐπὶ θάτερα τοῦ ποταμοῦ ἐπὶ φάλαγγος ἵστασθαι, οὐχ ὅσον μόνον ἐγχώριον, ἀλλὰ καὶ μύριόν τι φῦλον συμμαχικὸν ἔκ τε Οὔννων ἱππέων καὶ δὴ καὶ τῶν παρ' αὐτοῖς ἑτεροδοξούντων Χαλισίων. Οὔννων γὰρ τὰ Χριστιανῶν πρεσβευόντων, οὗτοι Μωσαϊκοῖς καὶ τούτοις οὐ πάντη ἀκραιφνέσιν εἰσέτι καὶ νῦν διεξάγονται νόμοις. τούτους τε οὖν ∆αλμάταις συστρατεύειν ἔλεγον καὶ δὴ καὶ Πετζινάκους. ταῦτα ἐπειδὴ βασιλεὺς ἤκουσεν, ἐννοησάμενος μή τι καὶ βιασθεῖεν ὀλίγοι πρὸς πολλῶν κυκλωθέντες Ῥωμαῖοι οἳ ἐπίπροσθεν ἐπορεύοντο, συντονώτερον ἤλαυνεν ἐπείγων ἕπεσθαι καὶ τὸν σημειοφόρον· ἐπεὶ δ' ἐκεῖνος κεκμηκότος αὐτῷ τοῦ ἵππου σχολῇ τὴν ὁδὸν ἐποιεῖτο, αὐτὸς βασιλεὺς τὴν σημαίαν ἀναλαβὼν κατετάχει τὸν δρόμον, ἐπί τινός τε περιωπῆς γεγονὼς ἑαυτόν τε ὅστις εἴη καὶ τὸ σημεῖον ἐδίδου γνωρίζειν τοὺς 108 ἀντιπάλους. ἐν τούτῳ δὲ καὶ οἱ τοξοφόροι τὸν ποταμὸν κατειληφότες ἀντιμέτωποι ∆αλμάταις ἵσταντο. ἐπὶ πλεῖστον δὲ οὐδέτεροι μάχης ἀρχόμενοι ἡσυχῆ ἔμενον. ἐπεὶ δὲ ἤδη ἡ βασιλέως αὐτοῖς διεφάνη σημαία, τῆς τε γεφύρας ἀπέσχοντο ∆αλμάται καὶ ἄδειαν Ῥωμαίοις ἐδίδοσαν ἀκροβολισμοῦ. ὃ γνοὺς βασιλεὺς (ἑστήκει γὰρ ἄνωθέν ποθεν, ὥσπερ εἴρηται, τὰ πρασσόμενα κατανοῶν) ἤλαυνε καὶ αὐτὸς ὡς σὺν αὐτοῖς τὸν ποταμὸν διαβησόμενος. ἦν γάρ, ὥς μοι πολλάκις ἐρρέθη, δαιμόνιόν τινα καὶ ἀνδρείας πρόσω τρόπον τὰ ἐς τὰς μάχας κεκινημένος ἀεί. ∆αλμάται δὲ καίτοι ὑπὸ εὐαριθμήτων διωκόμενοι στρατιωτῶν ἔφευγον ὅμως ἕως ἐν δυσχωρίαις ἐγένοντο. τὸ δὲ ἀπὸ τοῦδε ἐπιστραφέντες ὁμόσε τούτοις ἐχώρουν, ξυμβολῆς τε γενομένης ὀλίγοι ἐξ ἀμφοῖν ἔπεσον. ∆αλμάται γὰρ τῆς βασιλέως αἰσθόμενοι παρουσίας διελύοντο αὖθις, Ῥωμαῖοί τε φεύγουσιν ἀεὶ ἐφεπόμενοι πολλοὺς Παιόνων τε καὶ αὐτῶν ἔκτειναν. ὅτε δὴ Γουρδέσης τε καὶ Βουλτζῖνος, ἄνδρε ὀνομαστοτάτω ἐπὶ ∆αλμάταις, ὑπὸ τὰς Ῥωμαίων ἐγενέσθην χεῖρας. βασιλεὺς δὲ περὶ πλείονος τοῦ λοιποῦ ἐποιεῖτο, ὅπως ἂν αὐτῷ πανοπλίαν ὑποδῦναι τὴν αὑτοῦ γένοιτο. χρόνου δέ τινος διὰ τοῦτο τριβέντος αὐτῷ (οὐ γὰρ ἐκ τοῦ σχεδὸν αὐτῷ παρῆσαν οἳ ταύτην ἐκόμιζον) συνέβη τῶν παρὰ Ῥωμαίοις στρατηγούντων τινάς, ἐν οἷς Γιφάρδος τε ἦν καὶ Μιχαὴλ ᾧ ἐπώνυμον Βρανᾶς, καὶ πλεῖστοι ἕτεροι ἄνδρες αὐτουργῆσαι ἱκανοὶ καὶ στρατηγῆσαι δεξιοί, ἐπί τινος δυσπορεύτου καὶ 109 ἀνάντους ἐν τῷ διώκειν γεγονότας λοχμῆς ἀγωνιᾶν ἅτε εἰς προῦπτον κίνδυνον ἐληλακότας. ∆αλμάται γὰρ