1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

82

δίκαια 223 βασιλεὺς πολεμεῖ; πρὸς δὲ τὸ δίκαιον καὶ ἀεὶ ἡ τοῦ πολέμου ῥοπὴ γίνεται. σὺ δὲ κἀκεῖνο ἀναλόγισαι. δοῦλος ἐπὶ δεσπότην ἥκεις πολεμησείων, καὶ δοῦλος οὐ βίᾳ τὸν ζυγὸν ὑποδὺς (ἦ γὰρ ἂν εἶχε λόγον τινά, φύσει γὰρ δι' ἀπεχθείας τὸ τοιοῦτον τοῖς κεκτημένοις ἐστίν), ἀλλὰ δοῦλος ἐθελόδουλος (ἑρμηνεύει δέ σοι τοῦτο τὸ λίζιον), εἴ γε μὴ διέφυγέ σου τὴν μνήμην ὅσα ἐν Βυζαντίῳ πάλαι τετέλεκας, ὁπηνίκα σὺν τῷ Κορράδῳ ἐπὶ Ἀσίαν ἐστέλλου. ἕως τοίνυν αἱρέσεως τῆς σῆς ἡ τοῦ πράγματος ἤρτηται ἀπόβασις, ἑλοῦ τὸ Τζέχοις τε πᾶσι καὶ σοὶ συνοῖσον αὐτῷ. μεταμέλεια γὰρ οὐκ ἐν καιρῷ γενομένη ἥκιστα τῷ χρωμένῳ συντελεῖν εἴωθεν." ὁ μὲν ταῦτα εἶπε· Βλαδίσθλαβος δὲ (τοῦτο γὰρ αὐτῷ ὄνομα ἔκειτο) ἀμείβεται ὧδε. "οὐ πόλεμον ἄγοντες ἐπὶ βασιλέα μέγαν ἐνταῦθα πάριμεν, ὦ λῷστε, (μὴ οὕτω τῶν εἰς αὐτὸν ἀμνηστήσαιμεν συνθηκῶν) ἀλλὰ Στεφάνῳ τούτῳ ἀμυνοῦντες οὐ δίκαια πρὸς πατραδέλφου πεπονθότι, ὅς γε τὸ μὲν πρῶτον τῆς πατρῴας αὐτὸν ἤλασε γῆς καὶ τοῦ κλήρου, εἶτα τῆς δίκης ἀντεισαγούσης, ὁ δὲ αὖθις ἐπιστρατεύει τούτῳ καὶ ἣν ἐν τῷ κακῶς ἄρχειν ἀποβεβλήκει ἀρχὴν δυναστείᾳ καὶ πάλιν κτᾶσθαι διανοεῖται. ὑπὲρ ὧν καὶ δεησόμενος ἥκω βασιλέως καὶ ὀρφανοῦ παιδὸς χεῖρα μᾶλλον ὑπερσχεῖν λιτασόμενος. εἰ δέ τι καὶ πρὸς Στεφάνου τουτουὶ τοῦ νεωτέρου ἐπὶ τὴν αὐτὴν διημάρτηται βασιλείαν (πυνθάνομαι γὰρ ὡς τῆς Βελᾶ μηδὲν αὐτῷ 224 προσῆκον καὶ πάλιν ἐπελάβετο χώρας) αὐτίκα ἐφ' ἡμῖν διαλλακταῖς τήν τε χώραν ἀποδοίη καὶ τρόπῳ παντὶ τὴν ἁμαρτάδα ἐξιλάσεται." ταῦτ' εἰπὼν ἀπεπέμψατο τὸν ἄνθρωπον. ὁ δὲ ἐπὶ τὸ Ῥωμαίων ἀναστρέψας στρατόπεδον βασιλεῖ τοὺς λόγους ἐκόμισεν. ὁ δὲ ἤκουσε μὲν τῶν λόγων οὐκ ἀηδῶς, οὐ μέντοι παντάπασι πιστεύειν εἶχεν. ἔννοια γάρ τις αὐτῷ γέγονε, μὴ Βλαδισθλάβῳ οὐκ ἄπο γνώμης εἴρηται ταῦτα, ἀλλ' ὑποκάθηταί τις καὶ δόλος αὐτοῖς. ἀμέλει καὶ τῶν περὶ αὐτόν τινας αὖθις ἐς αὐτὸν πέμψας ὅρκοις τὰ δεδογμένα πιστοῦσθαι ἐκέλευε, καὶ ὃς αὐτίκα μηδὲν μελλήσας ἐπιτελῆ ταῦτα ἔθετο. οὐ μὴν ἀλλὰ καὶ ὅσα πάλαι, καθάπερ ἔφην, ὑπέσχετο δευτέροις ἐπικατελάμβανεν ὅρκοις. ὀλίγῳ δὲ κατόπιν καὶ Στέφανος πρέσβεις ἐς βασιλέα πέμψας τήν τε χώραν ἀπεδίδου καὶ παράκλησιν προσῆγε, μηκέτι Στεφάνῳ κατὰ τῆς Οὐννικῆς ἐφιέναι στρατεύειν τῷ θείῳ. ἅπερ ὁ βασιλεὺς προσδεξάμενος, τὸν πόλεμον λύσας ὡς ἐπὶ τὴν Ῥωμαίων μετέβαινε, Στεφάνῳ τε παρῄνει ἀπαλλάσσεσθαι ἤδη τῆς Οὐννικῆς καὶ αὐτὸν ἅτε πείρᾳ μαθόντα τὸ περὶ αὐτὸν δύσνουν τῶν ὁμοφύλων. πείθειν δ' οὐκ ἔχων τὸν ἄνθρωπον "ἐγὼ μὲν "ἔφη" ἄπειμι ἤδη· ἀνασωσαμένῳ γάρ μοι τὴν χώραν τῷ Βελᾷ μάχης ὅτι μὴ ἀδίκου λόγος ὑπολέλειπται οὐδείς· σὺ δὲ οὐκ εἰς μακρὰν ἴσθι προδοθησόμενος τοῖς ἐχθροῖς. εἰ βούλει δέ, καὶ εἰς ὄψιν ἄρτι τὸ πρᾶγμά σοι παραστήσω. ἔστι σοι· ἀδελφιδοῦς Στέφανος τοσούτῳ τὰ εἰς μορφὴν ἐμφερής, ὅσῳ τοῖς 225 ἀπεριέργως ἐς ὑμᾶς ὁρῶσι πράγματα εἶναι θατέρου διαιρεῖσθαι τὸν ἕτερον. τοῦτον δὴ ὅπλοις τοῖς σαυτοῦ κοσμήσας κέλευσον τὸ ὑπόσε ἀναλαβόμενον στράτευμα ἐπὶ τοὺς πολεμίους χωρεῖν. σὺ δὲ ἐνταῦθά που κατακρυψάμενος ἑαυτὸν τήρει, καὶ γνώσῃ αὐτίκα ὅπως ποτέ σοι προσφέρονται Οὖννοι." ὁ μὲν οὖν σκαφίδιον ἐμβὰς περί που τὰς τοῦ Ἴστρου λανθάνων ἐσάλευεν ὄχθας, ὁ δὲ ἀδελφιδοῦς αὐτοῦ Στέφανος ἅμα τοῖς περὶ αὐτὸν Οὔννοις Στεφάνῳ τῷ ῥηγὶ συμπλακήσεσθαι ἠπείγετο. ἀλλ' οὔπω ἐς ταὐτὸν ἀλλήλοις ἐγένοντο τὰ στρατεύματα, καὶ οἱ σὺν τῷ Στεφάνῳ Οὖννοι χεῖρας ἐπιβαλόντες αὐτῷ ὡς αὐτὸν τὸν πρεσβύτερον Στέφανον τῷ ῥηγὶ παρετίθεσαν φέροντες. τοῖς μὲν Οὔννοις ἡ πλάνη ἐν τῷδε ἐτελεύτα, βασιλεὺς δὲ πυθόμενος ταῦτα παραίνεσιν Στεφάνῳ προσῆγεν "ἀπόχρη" λέγων "ὦ ἄνθρωπε. ὡς γὰρ τῷ μὴ ἐνδέοντι ἀναπίπτειν ἐπισφαλές, οὕτω δὴ τὸ παρακαίρια τολμᾶν ἀμαθές. ἰδοὺ δὶς ἔχεις μαθὼν ὁπόσα σοι τὸ καθ' ἕκαστον προὐξένησεν ἤδη κακά. μὴ καὶ τρίτην ἀναμείνῃς, ὦ βέλτιστε, πεῖραν. τάχα γὰρ οὐδὲ διορθοῦσθαι σοι βουλομένῳ ἐνέσται." βασιλεὺς μὲν τοσαῦτα ἔλεγεν, ὁ δὲ "νῦν μᾶλλον" εἶπεν "αἰδέσονταί με Οὖννοι, ὁπότε κακουργοῦντες ἤδη