1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

65

ἀποσχόμενον ἐκδρομῆς ἑαυτῷ προσανέχειν ἠνάγκασεν· ἐπὶ μέντοι τῆς Κιλίκων αὐτὸς ἐκστρατεύειν διενοεῖτο. ἐν δὲ τούτῳ ἐν Βυζαντίῳ τάδε συνέπεσεν. ἦν τις Λευιτῶν οὓς διακόνους καλοῦμεν· ὄνομα τούτῳ Βασίλειος. οὗτος ἀναπτύσσειν τοῖς πολλοῖς τὰς θείας ἐν ταῖς ὅπου δήποτε τελεταῖς πεπιστευμένος φωνὰς ἄλλους τε τῶν καὶ κατὰ βραχὺ προσκεκρουκότων αὐτῷ ἐν ταύταις δὴ ταῖς ὁμιλίαις σχήματι καὶ ἐπικρύψει κακηγορεῖν ἤθελε, καὶ δὴ καὶ Μιχαὴλ καὶ Νικηφόρον ἐπίκλησιν Βασιλάκιον, ὧν ὁ μὲν ῥητορικῆς ἐς τόδε καιροῦ καθηγητὴς ἐτύγχανεν ὢν ὁ Μιχαήλ, τὰ ἱερά τε ἐπὶ τοῦ τῆς Σοφίας ἱεροῦ διεξηγεῖτο τῶν εὐαγγελίων ῥητά, ἅτερος δὲ εὐδόκιμος ἄλλα τε τῶν ἐν λόγοις ἦν καὶ δὴ καὶ λόγων ἀγαθὸς δημιουργός· ἀμέλει γοῦν καὶ πολλὰ τῶν κατὰ ῥητορικὴν μεμελέ 177 τητο αὐτῷ ἄγαν δεξιῶς. ἐπὶ τούτοις ὤδινόν τε τὼ ἄνδρε τούτω καὶ ἐν δεινῷ ἐποιοῦντο, εἰ τηλικούτω τὰ ἐς σοφίαν ὄντε πρὸς τοιούτου διαμυκτηρίζοιντο ἀνδρός, ὅθεν ἑαυτοῖς τε καὶ πλείστοις ἑτέροις ἀνηκέστων αἴτιοι ἐγενέσθην κακῶν. τοῦ Βασιλείου γάρ ποτε ἐς τὸν πρὸ τοῦ ἄστεος τοῦ ἀποστόλου Ἰωάννου τοῦ θεολόγου νεὼν τὴν συνήθη τελοῦντος αὐτῷ λειτουργίαν, ᾔεσαν ἀκουσόμενοι καὶ οὗτοι, ἀκοαῖς γε μὴν ἐπιβούλοις καὶ πλήρεσι δυσμενείας. ὡς γὰρ εὐαγγελικήν που οἶμαι περικοπὴν ἐκεῖνος διεξιὼν τὸν αὐτὸν ἔφη καὶ ἕνα τοῦ θεοῦ υἱὸν καὶ θῦμα γενέσθαι καὶ σὺν τῷ πατρὶ τὴν θυσίαν προσδέχεσθαι, ἥρπασάν τε τὸν λόγον εὐθὺς καὶ ἄνω καὶ κάτω διεχλεύαζον ἰόντες, διττὰς ἐντεῦθεν τὸν Βασίλειον λέγοντες εἰσάγειν ὑποστάσεις, εἰ τὸ μὲν ἐτύθη, τὸ δὲ τὴν θυσίαν ἐδέξατο. ἄλλοι τε οὖν ταύτῃ τῇ δόξῃ συνέθεντο τῶν ἐπὶ λόγοις τε δοκίμων καὶ δὴ καὶ Σωτήριχος ᾧ Παντεύγενος ἡ ἐπίκλησις ἦν, ἀνὴρ κατ' ἐκεῖνον τὸν χρόνον σοφίᾳ καὶ λόγων δεινότητι τοὺς ἄλλους ὑπερβάλλων, ὃς καὶ τῆς Ἀντιόχου τὸν θρόνον λαχὼν οὔπω ἔτι κεχειροτόνητο. ὁ τοίνυν Σωτήριχος οὐκ ἀπὸ γλώσσης μόνον καὶ στόματος δόξῃ τῇ ἐκείνων παρίστατο, ἀλλὰ δὴ καὶ καλόν τι χρῆμα λόγου συντάξας, οἷος ἐκεῖνος ἐξαισίαν τινὰ πρὸς Πλάτωνα ἐν διαλόγοις ὁμοιότητα ἴσχων, πολλὰ ἐν τούτῳ δὴ τῷ λόγῳ συνεφόρησεν ἄτοπα, δι' ἅπερ αὐτός τε τὴν τοῦ θρόνου καθαίρεσιν ὑπέστη, βασιλέως τοῖς ἀμφιβαλλομένοις διαιτήσεως, καὶ ὅσοι ἤδη συνίσταντο τούτῳ. Βασίλειος δὲ τὴν ἐπιτιμίαν αὖθις ἔσχεν· ἐτύγχανε γὰρ ἤδη ταύτην ἀπο 178 βαλών, εἰ καὶ χρόνῳ ὕστερον αὖθις ἀπώλεσε ταύτην, οὐκ ὀρθός, ὡς ἐλέγετο, τὰ δογματικὰ φωραθείς.

17. Τὰ μὲν δὴ τῆς δογματικῆς ἐκείνης ἀμφισβητήσεως τοιοῦτον εὕρηκε πέρας. βασιλεὺς δὲ ἐπὶ Τερόζην ἐστέλλετο. αὐτοῦ γὰρ τοῖς περὶ τὴν ἑσπέραν ὥσπερ εἴρηται διησχολημένου, καιροφυλακήσας ὁ βάρβαρος σχεδόν τι ἁπάσας τῶν ἐν Κιλικίᾳ παρεστήσατο πόλεων. δεινὸς γὰρ εἴπερ τις ἐγένετο ὀξύτητά τε καιροῦ προαρπάσαι καὶ πράγματα ῥάψαι ἱκανός. τούτου τε δὴ ἕνεκα βασιλεὺς ἐπὶ τὴν Ἀσίαν ἐχώρει καὶ ὧν αὐτὸς ἐρῶν ἔρχομαι. Ῥαϊ-μούνδου τοῦ Ἀντιοχείας πρίγκιπος ἐκ τῶν τῇδε μεταχωρήσαντος, ἐν μὲν τῷ παραυτίκα Κωνστάντζα ἡ αὐτοῦ γαμετὴ ἑαυτήν τε βασιλεῖ καὶ τὰ Ἀντιοχέων ἐχείριζε πράγματα, βασιλέως δ' ἔπειτα Ῥογέριον τὸν καίσαρα, ὥσπερ ἤδη ἐμνήσθην, ἐφ' ᾧ ξυνοικῆσαι αὐτῇ στείλαντος, μεταβαλοῦσα ἐκείνη κοινῇ τῶν Ἀντιοχέων βουλῇ Ῥενάλδῳ τινὶ γάμου κοινωνεῖ, ἐννοησάντων μή ποτε Ῥογερίῳ γε-γαμημένης τῆς γυναικὸς Ῥωμαίοις ἐς φόρου ἀπαγωγὴν αὐτοὶ πέσωσιν. οὗτος δὲ ὁ Ῥενάλδος, ἐπειδὴ δεόμενον αὐτὸν βασιλεὺς οὐ προσίετο, ἀπειλὰς δὲ μᾶλλον ἐπισείων ἐξεδειμάτου πολλάς, δεῖν ἑαυτὸν χρημάτων ὑπολαβὼν τοιάδε τινὰ ἐποίει. ναῦς τεκτηνάμενος ἐπὶ τὴν Κυπρίων ἐπλωΐζετο, πειρατικῶς τε τοῖς ἐνταῦθα προσφερόμενος περιουσίαν ἐνταῦθα δυνάμεως ἐξεπορίζετο. ἀλλὰ τὸ μὲν πρῶτον Ἰωάννης ὁ τοῦ βασιλέως ἀδελφιδοῦς τὴν χώραν τότε διέπων, καὶ Μιχαὴλ ὁ Βρανᾶς καὶ τῶν ἄλλων ὅσοι ἐπὶ φυλακῇ ταύτης ἐτάττοντο, ἀπώσαντό τε αὐτὸν καὶ κακῶς διέθεντο· ἔπειτα 179 προπετεστέρως ἢ ἐχρῆν ἐπὶ Λευκουσίαν τοῦ Βρανᾶ ποιησαμένου τὴν δίωξιν, ξυνεπεξῄει τούτῳ καὶ ὁ Ἰωάννης, ὅθεν συνέβη