1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

18

λέγων "ὦ φίλτατε ἀδελφέ, ζῶντά με ὑπείληφας ὑπὸ ταῖς τῶν πολεμίων σε λελοιπέναι χερσί; μὴ σύ γε· μὴ οὕτως ἀναξίως ἑαυτοῦ καὶ φρόνει καὶ λέγε." τοῦ δὲ "ἀλλὰ κἂν μεῖνον γοῦν, ὡς συνέψομαί σοι τὴν ἐπὶ τοὺς βαρβάρους ἰόντι" προστιθέντος τοῖς λόγοις, "μετὰ τὴν συμπλοκὴν" ἔφη, "θᾶττον ἢν διδῷ θεὸς ἐπί σε ἥξω· ὡς νῦν γε πρὸς ἑτέροις τὸν νοῦν ἔχω, καί με τοῦ ἀνδραγαθίζεσθαι ἐπιθυμία δεινῶς ἐφ' ἑαυτὴν ἕλκει." ταῦτ εἰπὼν τῷ ἀδελφῷ τὴν ἐπὶ τοὺς πολεμίους ἤλαυνεν. καὶ τὰ μὲν κατὰ τὸν βασιλέα τῇδε ἐφέροντο· οἱ δ' ἐπὶ τῶν λόχων καθάπερ εἴρηται τεταγμένοι τῶν ἐπὶ δόξης τινὰ ἐπίκλησιν Κοτέρτζην ὅπη ποτὲ τύχης 50 ἔσχε τὰ κατὰ τὸν βασιλέα μαθεῖν σπουδῇ ἔπεμψαν. ἀλλ' αὐτὸν μὲν βασιλεὺς αὖθις ἐπ' ἐκείνους ἔπεμψεν ἥκειν τὴν ταχίστην κελεύσας αὐτούς. ὁ δὲ ἄρτι βουνόν τινα παρακείμενον διελθὼν ὅλῳ Περσικῷ ἐντυγχάνει στρατεύματι ἐς πεντακοσίους μάλιστα ξυνισταμένῳ, οὗ κατόπιν οὐ πολλῷ ἄποθεν πανστρατὶ ὁ σουλτὰν ἐπορεύετο. ἅμα τε οὖν εἶδε καὶ ἅμα τὸ δόρυ ἰθύνας κατ' αὐτῶν ἵετο πολλούς τε δορατίσας εἰς γῆν ἔβαλλεν. οἱ δὲ ὥσπερ εἰς ἀφασίαν ἐμπεπτωκότες ἑστήκεσαν ἀτρεμοῦντες. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο Ῥωμαίων δυνάμεις αἱ τὰς ἐνέδρας καθάπερ εἴρηται συμπληροῦσαι ἐγγὺς παρεφάνησαν βασιλέως αὐτὰς καθάπερ εἴρηται μεταπεμψαμένου, ὃ συμβαλλόμενοι Πέρσαι μέρος ἀποτεμόμενοι τῆς στρατιᾶς κατὰ νώτου τούτῳ γεγονότας ἐκέλευον ἐμποδὼν Ῥωμαίοις ἐπιοῦσιν ἵστασθαι. ᾤοντο γὰρ ἤδη ἀρκύων ἐντὸς αὐτὸν περιποιησάμενοι ἔχειν. οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν· ὁ δὲ ὀρθίῳ τῷ δόρατι κατὰ γῆς ἐρεισάμενος ἵστατο, τόν τε Πουπάκην (παρίστατο γὰρ ἤδη τούτῳ) ἐκέλευε τηρεῖν ἀκριβῶς μὴ καὶ ἀπὸ τοῦ ἄγχιστα βουνοῦ διεῖρξαι Πέρσαις τὸ Ῥωμαϊκὸν γένοιτο, κἀντεῦθεν παντάπασιν ἀδιεξίτητα αὐτῷ ἔσται. ἀλλ' ὁ Πουπάκης τοὐναντίον ἤπερ αὐτὸς ἐβούλετο προσφερόμενος "μέθες τὸ λίαν" ἔλεγε, "μέθες ὦ δέσποτα. οὐχ ὁρᾶς οἷ κακῶν γενοίμεθα; μνῆσαι δὴ σωτηρίας τῆς ἑαυτοῦ." ὁ μὲν τοσαῦτα καὶ πλείω τούτων εἰπὼν ἐπειδὴ μὴ πείθειν εἶχε, κατὰ τὸ κελευσθὲν ἐποίει. ὁ δὲ βασιλεὺς (οὐ γὰρ ἐξῆν αὐτῷ μὴ οὐχὶ σὺν ἀτιμίᾳ τοῦ λοιποῦ διαδρᾶναι) τοῖς μὲν λεγομένοις προσέσχεν οὐδαμοῦ, τῶν δὲ πολεμίων αὖθις καθιππευ 51 σάμενος καὶ αὐτῶν ἕνα κτείνας τοὺς λοιποὺς συνετάραξεν, ἀδείας τε οὕτω λαβόμενος ἐπί τι γήλοφον ἀνιὼν ἔστη, ἔνθα Ῥωμαῖοι ἄλλοι τε αὐτῷ συνέστησαν καὶ πρό γε πάντων Ἰωάννης, ὃν ἅτε ἀδελφιδοῦν αὐτῷ ὄντα ἐς τὸ τῶν πρωτοσεβάστων χρόνοις ὕστερον ἀνεγράψατο ἀξίωμα. ὁ μὲν οὖν βασιλεὺς τοῦτον τὸν τρόπον περισωθεὶς ἐκεῖθεν ἀπηλλάττετο, ἱδροῦντος αὐτῷ κομιδῇ τοῦ ἵππου καὶ δεινῶς πνευστιῶντος. ὁ δὲ δομέστικος Ἰωάννης τοῦ βασιλέως ἔτι τοῖς πολεμίοις ἐμπλεκομένου κατόπιν ἀπολειφθείς, δείσας μὴ τῶν πολεμίων ἄλλοτε ἄλλων ἀεὶ κατὰ συστήματα ἐκφαινομένων ἔρημος βοηθείας ὢν ὑπὸ χερσὶ γένοιτο ταῖς αὐτῶν, σκήψεις οὐχ ὑγιεῖς τινας ἐπὶ ξυμφέροντι τῷ αὐτοῦ ἀνέπλαττε, φάσκων μάλιστα ὡς ἐπίκαιρον εἶναι τὸν χῶρον οὗ δὴ αὐτὸς ἑστὼς ἔτυχε, καὶ δεῖν αὐτοὺς βασιλεῖ κατάντημα ποιουμένους ἐνταῦθα μᾶλλον ἠθροῖσθαι. πολλοὺς τῶν ἐς βασιλέα ἐκ τοῦ στρατοπέδου καθάπερ εἴρηται ἰόντων τούτῳ τῷ τρόπῳ παρ' ἑαυτῷ κατασχεῖν ἴσχυσε, πρὸς αὐτῶν τε διασωθεὶς ἐπὶ βασιλέα ἦλθεν. ὅτε δὴ αὐτὸς Ἰωάννης καὶ τῶν ἄλλων Ῥωμαίων πολλοὶ ὠνείδιζόν τε αὐτῷ τὴν τόλμαν καὶ οὐ πόρρω θράσους εἶναι τὰ τοιαῦτα διετείνοντο. ἐμοὶ δὲ ταῦτα διασκοπουμένῳ θαυμάζειν ἔπεισιν, ὅπως ἐν μέσῳ τηλικούτων γεγονότι κινδύνων οὐδὲ τετρῶσθαι γοῦν οὐδὲ βεβλῆσθαι ἐκείνης τῆς ἡμέρας συνέπεσεν αὐτῷ· εἴτε οὖν ἐκ τοῦ συχνὰ κατὰ τουτωνὶ τῶν βαρβάρων ἀνδραγαθίσασθαι πεῖραν τῆς αὐτοῦ παρασχόμενος σφίσι γενναιότητος ἀπρόσιτος μονονουχὶ τούτοις ἐγένετο, εἴτε καὶ τῆς προνοίας αὐτὸν περιεπούσης τρόποις οἷς αὕτη ἐπίσταται, λέγειν μὲν οὐ πάνυ 52 θαρρῶ. τό γε μὴν πεπραγμένον οὐκ ἐν ἐπαινετέοις αὐτὸς τίθεμαι. οὔκουν οὐδὲ τὴν Ἀλεξάνδρου τόλμαν ἐπαινεῖν ἔχω, ὁπότε μὴ σὺν τύχῃ τὰ κατὰ τὸν ἄνδρα διεξετάζοιμι, εἰ μήτις διδῷ τι καὶ ἡλικίᾳ