1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

56

ἀλλ' οὐ δάνειον, πρὸς δὲ τὰς λοιπὰς ἰσχυρῶς ἀπέλεγεν. οἷς ὁ Βασαβίλας δυσαρεστῶν τοῦ Ῥωμαϊκοῦ ἀπεσκήνητο στρατοπέδου. ὡς δ' ἀποβιῴη μὲν ὁ Παλαιολόγος, κατασταίη δ' ἐπὶ τῶν πραγμάτων ὁ ∆ούκας, ἧκε παρ' αὐτὸν καὶ τῶν χρημάτων ὥσπερ ᾐτεῖτο τετυχηκὼς πολεμίων αὖθις Ῥωμαίοις ἐκοινώνει καμάτων. καὶ δὴ καὶ αὐτὸν ἐπαγόμενος ὁ ∆ούκας ἐπὶ Μασαύραν παντὶ τῷ στρατῷ ἦλθεν. ἦν δέ τις ἐνταῦθα πόλις Πολυμίλιον κεκλημένη, ἔνθα τῶν περὶ τὸν Γιλίελμον συνέβαινεν εἶναί τινα Φλαμίγγον ὄνομα. ἀλλ' ὃ μὲν προσιέναι τὸν Ῥωμαίων ἀκούσας στρατὸν ἐκεῖθεν ἄρας ἐπὶ Τάρανταν ἦλθε, Ῥωμαῖοι δὲ Πολυμίλιον ἑλόντες τὰ πέριξ τε σκυλαγωγήσαντες ὠφελειῶν ἐπεπλήσαντο τὸ στρατόπεδον. ἐκεῖθέν τε ἐπὶ Μόλισσαν μετέβησαν πόλιν, ἣ κάθηται μὲν ἀνωτάτω ἐπ' ἀγχωμάλου ἰσχυρὰ καὶ εὔπυργος, ἐκ δὲ μερῶν ἀμφοτέρων θατέρου μὲν φάραγγές τινες τραχεῖαι καὶ δεινῶς ἄβατοι κατατείνουσι, θατέρου δὲ ποταμοῖς ζώννυται ναυσιπόροις. ἀλλ' ἔοικε τοῖς ἐξ οὐρίας πλέουσιν ἀντιπράττειν οὐδέν. Μόλισσα γὰρ καίτοι ἀσφαλείας οὕτω πανταχόθεν ἔχουσα, ὅμως Ῥωμαίοις οὐδὲ μακρὰ καμοῦσιν ἁλώσιμος τρόπῳ τῷ ῥηθησομένῳ ἐγένετο. ἅτε γὰρ εὐ 153 τυχήμασιν ἐπαρθέντες τοῖς προλαβοῦσιν, ἐπειδὴ τοὺς ἐκ τῆς πόλεως τῇ τοῦ χώρου φύσει τεθαρσηκότας ἔξω πυλῶν ἑστῶτας εἶδον, ἔνθα ἐπιμαχωτέραν εἶναι συνέβαινε ταύτην, δρομαῖοι διὰ τοῦ ἀνάντους ἐχώρουν. ὧν τῇ τόλμῃ καταπλαγέντες ἐκεῖνοι ἐπὶ τὰς πύλας εἰσέπιπτον φεύγοντες. οὔπω δὲ ἐπιζυγωθεισῶν καὶ ὁ Ῥωμαίων συνέπιπτε στρατός, καὶ λοιπὸν κατὰ κράτος ἡ πόλις ἡλίσκετο. ταῦτα Ῥωμαῖοι καταπραξάμενοι ἐκεῖθεν ἀπεχώρουν. ἐπ' ὀλίγον δὲ προελθοῦσι σὺν στρατεύματι μεγάλῳ ὁ Φλαμίγγος ἀπήντα. Ῥωμαίων οὖν τινες τῶν ταγμάτων προπηδήσαντες ὁμόσε τοῖς πολεμίοις ἐχώρουν ἔργα θαυμαστὰ ἐς αὐτοὺς ἐνδεικνύμενοι, πλήθει δ' ὅμως τῶν ἐναντίων παρὰ πολὺ ἐλασσούμενοι ἀνεχώρουν ὀπίσω. ἐν τούτῳ δὲ καὶ ὁ ∆ούκας πανστρατὶ τῷ Φλαμίγγῳ ἐπιτίθεται, τρεψάμενός τε αὐτὸν Μασαύρᾳ προσέβαλεν. ἐξ ἐφόδου δὲ καὶ ταύτης περιγεγονὼς ἀμύθητόν τι χρῆμα ἐπιτηδείων ἐπ' ἀκροπόλεως ἀπόθετον εὗρεν, ὅπλα τε πολλὰ καὶ ἵππους τῶν διακοσίων οὐκ ἀποδέοντας ἔσχεν. ἃ Ταραντῖνοι βλέποντες κατὰ συστήματα καὶ δήμους συνερχόμενοι ἀναφανδὰ τὸν Φλαμίγγον ἐκακηγόρουν, ἔγκλημα αὐτῷ ἐπιφέροντες, ὅτι δὴ δειλίαν τὴν αὑτοῦ Ῥωμαίοις παρρησίας πεποίηται ὕλην. ἃ μηκέτι φέρειν δεδυνημένος ἐκεῖνος τὸ στράτευμα αὖθις ἀναλαβὼν τὴν Ῥωμαίων ἐξεδέχετο στρατιάν. ἀλλ' ἄρτι τε εἰς ὄψιν ἦλθεν αὐτῷ καὶ αὐτίκα δειλίᾳ βληθεὶς οὐκέτι ἀλκῆς ἐμέμνητο. φεύγουσι τοίνυν αὐτοῖς Ῥωμαίων ὀλίγοι ἐπιθέμενοί τινας ἔκτειναν. 154 ἐπεὶ δὲ ἐγγὺς Τάραντος ἤδη ἐγένοντο, ἀνάλωτον εἶναι τὴν πόλιν κατανοήσαντες αὐτῆς μὲν ἀπῆραν, Μονοπόλει δὲ πελάσαι διανοηθέντες, ἐπειδὴ ἀπορεῖν αὐτοῖς συνέβαινε τειχομαχικῶν, γράμμασι τὸν ἐν Βάρει μετεπέμποντο στόλον, ἐφ' ᾧ τοιούτων ἐκεῖθεν εὐπορήσειν ἥκειν ὅτι τάχιστα. ἐν δὲ τούτῳ τετύχηκε Ῥωμαίοις διὰ χώρας πορευομένοις εὐδαίμονος καὶ ἀφθόνοις περιβριθούσης ἀγαθοῖς μυρίων ὅσων πεπλῆσθαι καλῶν. λέγεται γὰρ δέκα μὲν τηνικάδε βοῦς ἀγελαίας χρυσοῦ τὸν στρατιώτην ἀποδόσθαι στατῆρος, πρόβατα δὲ τριάκοντα καὶ ἑκατόν. ὅτε δὴ καὶ Ῥωμαίων τινὰς εἱρκταῖς ἐκ πολλοῦ προστετηκότας εὑρόντες τῶν κλοιῶν τοὺς ἀθλίους ἀνῆκαν.

9. Ἐπεὶ δὲ πεμπταῖοι εἰς Μονόπολιν ἀφίκοντο, ἐπεξῄει μὲν αὐτοῖς οὐδὲ εἷς (ἔφθη γὰρ ἡ φήμη προκαταπλήξασα τούτους ἔνδον ἐλάσαι τειχῶν), ὑπὲρ δὲ τῶν πύργων πάνοπλοι ἑστήκεσαν, εἴ τις ἐπιβολὴ τῷ περιβόλῳ ἐπέλθοι ἀμυνούμενοι. τότε μὲν οὖν αὐτοῦ που ἐν ἐπικαίρῳ τῆς πόλεως οὐ πολλῷ ἄποθεν τὸν χάρακα πηξάμενοι ἔμενον. ἐπεὶ δὲ καὶ ὃν ἐκ Βαρέως μετεπέμψαντο ἤδη στόλον, Μονοπόλει προσχὼν τὰ ἐς πολιορκίαν αὐτάρκη ἐκόμισε, τότε δὴ πανστρατὶ τῷ περιβόλῳ ἐπέθεντο. ἀλλὰ Μονοπολῖται ἅτε ἀφ' ὑψηλοῦ ἐς τοὺς πολεμίους βάλλοντες ἀπεκρούοντό τε τοὺς προσιόντας Ῥωμαίων καί τινας ἔκτεινον. ἥ τε μάχη πρωῒ