1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

104

αὐτὸς ἕκαστος ὑπὲρ ἑκάστου φερέγγυον ἑαυτὸν βασιλεῖ παρασχόντες ἀνεθῆναι τῶν φρουρῶν ἴσχυσαν. ἦν δέ τις ἐν αὐτοῖς γένει τε διαφανὴς καὶ πλούτῳ διαφέρων· οὗτος μέγα τι νεὼς χρῆμα καὶ οἷον οὐδέπω ἐν Βυζαντίῳ κατῆρε χρημάτων τῷ δημοσίῳ ἀπημπώληκε πολλῶν. ὅθεν καὶ τὴν αὐτοῦ ἐπιμέλειαν πρὸς βασιλέως ἐπιτετραμμένος συνεβούλευσεν Οὐεννέτοις, ἐμβάντας αὐτῷ πλωΐζεσθαι νυκτὸς ἐπὶ τὴν αὑτῶν. οἱ δὲ τὸν λόγον ἁρπάσαντες, ἐπιφόρου τοῦ πνεύματος γεγονότος, εἰσεπήδησαν ἐπ' αὐτὸ καὶ λοιπὸν ᾤχοντο ἀπιόντες. Ῥωμαῖοι δὲ αἰσθόμενοι κατόπιν αὐτῶν ἐδίωξαν, ἐγγίσαντές τε αὐτοῖς, περί που τὸν Ἀβύδου γεγονότες πορθμὸν Μηδικῷ πυρὶ φλέξειν διενοοῦντο. ἀλλ' ἐκεῖνοι, ἅτε τῶν Ῥωμαϊκῶν ἐθάδες ἐπιτηδευμάτων, πίλους τινὰς ὄξει περιδεύσαντες τούτοις τε πᾶσαν περιειληφότες τὴν ναῦν ἐστέλλοντο θαρσαλέοι. Ῥωμαῖοι τοίνυν ἐπειδὴ μηδὲν ἀνύσειν εἶχον (τὸ γὰρ πῦρ πορρωτάτω ἢ ἐχρῆν ἐπὶ τὴν βᾶριν ἀκοντιζόμενον ἢ οὐδὲ ἔψαυεν ἢ καὶ πελάσαν τοῖς πίλοις ἀποστρεφόμενον καθ' ὑδάτων ἐσβέννυτο πεσόν), ἄπρακτοι ἀνεχώρησαν. Οὐέννετοι δὲ οὐκ εἰς μακρὰν τῇ σφετέρᾳ προσχόντες, στόλον τεκτηνάμενοι κατὰ Ῥωμαίων ἐπῆλθον. τὸ μὲν οὖν πρῶτον Εὐρίπῳ προσέβαλον, ἐπεὶ δ' ἀπεκρούσθησαν, βασιλέως στρατιωτῶν φρουρὰς ἀποχρώσας ταῖς τῇδε πόλεσιν ἐπιστήσαντος, ἐπὶ τὴν νῆσον ἐφέροντο Χίον, ἐνταῦθά τε τὰς ναῦς ἀνελκύσαντες ἐπὶ καταδρομῆς 284 τῆς χώρας ἐξῄεσαν. ἀλλὰ δυνάμεσι κἀνταῦθα περιτυχόντες προμηθείᾳ βασιλέως ἐπὶ τὴν νῆσον διαβάσαις, ἐπειδήπερ εἰς χεῖρας ἦλθον, πολλούς τε τῶν σφετέρων ἀπέβαλον πολεμοῦντες καὶ ὀπισθόρμητοι ἐπὶ τὰς ναῦς ἐχώρησαν. βασιλεὺς δὲ καὶ κατὰ κράτος ἁλῶναι τούτους διανοούμενος ἠπειρώτην τε καὶ ναυτικὸν στρατὸν πέμπειν ἐπ' αὐτοὺς διενοεῖτο. ἀλλ' ἦν γάρ τις τὸ τοῦ ἀκολούθου τηνικαῦτα λειτούργημα περικείμενος, Ἀαρὼν ὄνομα, ἀνὴρ φρονηματίας καὶ δεινῶς ἀλάζων. οὗτος δύσνους τοῖς βασιλέως ἀεὶ πράγμασιν ὢν παραπρεσβείας τε πλειστάκις ἑάλω καὶ δαιμονίοις προστετηκὼς ἐξελήλεγκτο ἔργοις. ἀλλὰ ταῦτα μὲν ὕστερον, ὁπότε καὶ ἡ δίκη εὖ ποιοῦσα μετῆλθε τὸν ἀλιτήριον. τότε δ' οὖν Οὐεννέτων τῷ ἔθνει ἔκπυστον τὸ βούλευμα ποιησάμενος ἔσφηλε βασιλεῖ τὴν ἐγχείρησιν. ἔπλει μὲν γὰρ τὸ Ῥωμαίων ναυτικὸν ἐφ' ᾧ εἰς τὸν Μαλέαν γεγονὸς (ἀκρωτήριον δέ ἐστιν οὗτος ἡμερῶν ὡς πλείστων τῆς νήσου Χίου ὁδὸν διέχον) ἐνταῦθα ἐλλοχήσειν Οὐεννέτους· ἤδη γὰρ ἐπίδοξοι ἦσαν πρὸς τοῦ Ῥωμαίων ἐξελαθήσεσθαι πεζικοῦ, ὃ καθάπερ εἴρηται τῇ νήσῳ ἐνεδρεῦον ἐξ ὑπερδεξίων αὐτοῖς συνεπλέκετο. ἀλλ' ἐκεῖνοι τὸ μὲν πρὸς τῶν ἐν τῇ νήσῳ καταπολεμηθέντες Ῥωμαίων ὡς τῷ πλείονι τοῦ αὐτῶν ἐζημιῶσθαι στρατοῦ, τὸ δὲ καὶ τὸν στόλον ἰέναι πυθόμενοι, λύσαντες τῆς ἡμέρας ὀψὲ τὴν νῆσον ἀπέλιπον. ὄρθρου δὲ ὁ Ῥωμαίων στόλος ἐπὶ Λέσβον ἦλθεν, ἐπειδή τε τὸ γεγονὸς ἤκουσεν, ὀπίσω ἐδίωκεν. ἀλλὰ σταδαίᾳ μὲν μάχῃ τὸ πᾶν δια 285 κρῖναι οὔπω ἐδυνήθη, φευγόντων ἀεὶ προτροπάδην τῶν πολεμίων· τριήρεσι δὲ πολλαῖς αὐτῶν συμβαλόντες καὶ εἷλόν γε καὶ αὐτάνδρους κατέδυσαν, αἱ δ' ἄλλαι φυγῇ ἐπὶ τὴν αὑτῶν ἦλθον. οὕτω μέντοι ὀλιγανδροῦσαι τὸν κίνδυνον ἔφυγον, ὡς αὐτῶν οὐδεμιᾷ τῶν ἐξ Ἐπιδάμνου εἰς χεῖρας ἐλθούσας ἁλῶναι κατὰ κράτος ὑπ' αὐτῆς. Οὐεννέτοις μὲν οὖν τοιοῦτον τὸ τῆς ἀλαζονείας εὕρατο κέρδος, βασιλεὺς δὲ ἐπικερτομῆσαι τὴν τόλμαν αὐτοῖς βουληθεὶς ἀπέστειλε τοιάδε. "ἀμαθίᾳ πολλῇ περὶ τὰ πρακτέα τὸ ὑμῶν ἄνωθεν κέχρηται ἔθνος. πάλαι μὲν γὰρ ἀλῆται καὶ πενίᾳ δεινῶς κάτοχοι εἰς τὴν Ῥωμαίων εἰσερρυηκότες πολιτείαν ὑπεροψίᾳ τῇ πολλῇ ἐς αὐτοὺς ἐχρῆσθε καὶ τοῖς πολεμιωτάτοις αὐτοὺς προδιδόναι μεγίστη φιλοτιμία παρ' ὑμῖν ἦν· ἅπερ ἐν εἰδόσιν ἀριθμεῖσθαι τὰ νῦν ἐστι περιττόν. ἐξ οὗ δὲ καταφανεῖς γεγονότες ἐνδίκως τῆς αὐτῶν ἐξωστράκισθε γῆς, ὑπὸ ἀλαζονείας καὶ εἰς ἀντίπαλον αὐτοῖς καταστῆναι ἐγνώκατε μάχην, ἔθνος πάλαι μὲν οὐδὲ ὀνόματος ἄξιον, διὰ Ῥωμαίους δὲ νῦν τέως ἐμφανές, οὐχ ὅσον μέντοι καὶ τὰ πρὸς δύναμιν συμβλητόν, ὅπερ αὐτοὶ νομίσαντες πολὺν ἁπανταχῆ διωφλήσατε γέλωτα. πῶς γάρ; οἷς οὐδὲ τὰ