1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

67

αὐτῷ κατὰ τοῦ σώματος ἔξαινε πρότερον, θέρους δὲ ἀκμάζοντος μέλιτι τὰ τραύματα ἐπιχρίσας ἡλίῳ θέρεσθαι ἀφῆκε. σφῆκές τε οὖν καὶ μέλιτται καὶ μυῖαι καὶ τἆλλα τῶν αἱμοβόρων ζωυφίων καθ' ὅλου 182 γυμνητεύοντος ἐγκαθίζοντα τοῦ σώματος συνεμύζων αὐτῷ τῶν αἱμάτων. ὑφ' ὧν ἀπαγορεύσας ὁ ἄνθρωπος πάντα τὸν πλοῦτον Ῥενάλδῳ παρεῖχεν ἐξενεγκών· ὁ δὲ ἐξευμενιζόμενος δῆθεν αὐτὸν κοσμήσας συνήθως ἔφιππον διὰ μέσης ἦγε τῆς πόλεως, αὐτὸς ἐκ ποδός τε βαδίζων καὶ τὸν ἐκ τῆς ἐφεστρίδος ἠρτημένον ἐν χειρὶ κατέχων ἱμάντα. ἀλλ' ἐκεῖνος μὲν ταῦτα ἐποίει, ὁ δὲ οὐδὲν ἧττον ἐμεμηνίει κατὰ Ῥενάλδου καὶ ἐζήτει καιρὸν ὅπως ἂν ἀμύναιτο τοῦτον. καὶ δὴ συχνὰ παρὰ βασιλέα πέμπων προδιδόναι οἱ κατεπηγγέλλετο τὸν ἄνθρωπον. βασιλέως δὲ πρὸς τοῦτο ἀνανεύοντος (πολέμῳ γὰρ μᾶλλον ἢ δόλῳ περιγενέσθαι ἤθελε), τῆς ὁρμῆς ἀνεκόπτετο. Ῥενάλδος μὲν ταῦτα ἐννοῶν τὰ προειρημένα βασιλεῖ ὑπισχνεῖτο· τοῦ δὲ μὴ προσιεμένου τὴν ἱκεσίαν τοιάδε τινὰ ἐποίει. ἀφαιρεῖται μὲν τὴν καλύπτραν τῆς κεφαλῆς, γυμνώσας δὲ τὼ χεῖρε ἄχρι καὶ ἐς ἀγκῶνας αὐτούς, ἀνυπόδετος σὺν τῶν μοναχῶν πολλοῖς διὰ μέσης τῆς πόλεως πορευόμενος ἐπὶ βασιλέα παραγίνεται. ἐξῆπτο δὲ αὐτῷ τοῦ μὲν τραχήλου καλώδιον, χειρὶ δὲ τῇ ἑτέρᾳ ξίφος ἐφέρετο. ἦρτ' οὖν τηνικαῦτα βῆμα λαμπρόν· καὶ Ῥενάλδος μὲν ἄποθέν που τῆς βασιλείου σκηνῆς ἵστατο ὡς ἂν μὴ θαρρῶν τὴν εἰσφοίτησιν, ὁ δὲ τῶν ἀμονάχων μοναχῶν ὅμιλος ἀσάνδαλοί τε καὶ ἀκαλυφεῖς κεφαλὰς εἰσῄεσαν ἐπὶ βασιλέα, ἐπὶ γόνυ τε ὀκλάσαντες ἅπαντες δάκρυά τε τῶν ὀφθαλμῶν ἔπεμπον καὶ τὰς 183 χεῖρας ἀνέτεινον. βασιλεὺς δὲ τὸ μὲν πρῶτον ἀνένευε, παρακληθεὶς δ' ὕστερον παρελθεῖν τὸν πρίγκιπα ἐκέλευσεν. εἰσελθόντι δὲ τρόπῳ τῷ εἰρημένῳ ἐπικαμφθεὶς ἀφῆκεν αὐτῷ τὸ ἐμπαροίνημα, ὅρκοις ἄλλα τε πολλὰ πιστωσαμένῳ, ὅσα δηλονότι βασιλεῖ βουλομένῳ ἐτύγχανε καὶ δὴ καὶ ἀρχιερέα ἐκ Βυζαντίου εἰς Ἀντιόχειαν κατὰ ἔθος πέμπεσθαι τὸ παλαιόν. ὅτε δὴ καὶ θαῦμα κατεῖχε τοὺς ὅσοι τηνικάδε ἐτύγχανον πρέσβεις ἐνταῦθα παρατυχόντες τῶν κατὰ τὴν Ἀσίαν ἐθνῶν, Χωρασμίων τε καὶ Σουσίων καὶ Ἐκβατάνων, Μηδικῆς τε τῆς ἁπάσης καὶ Βαβυλῶνος, ὧν δὴ τὸν ἄρχοντα μέγαν ἐκεῖνοι κλεΐζουσι σουλτάν, Νουραδίν τε τοῦ Βερροιαίου σατράπου καὶ Ἰαγουπασᾶν τοῦ Περσῶν φυλάρχου, καὶ Ἀβασγῶν καὶ Ἰβήρων, ἔτι δὲ καὶ Παλαιστινῶν καὶ Ἀρμενίων τῶν ἐπέκεινα Ἰσαύρων.

19. Ταῦτα μὲν οὖν τῇδε ἐπράσσετο. Βαλδουῖνος δὲ ὁ Παλαιστίνης ῥὴξ ἐπὶ βασιλέα πέμψας ᾐτεῖτο συγγενέσθαι αὐτῷ περὶ μεγάλων τινῶν ὥσπερ ἔλεγε κοινωνήσων. ἦν δὲ σκῆψις τὸ πρᾶγμα. τῇ γὰρ Ἀντιοχείας ἐποφθαλμίζων ἀρχῇ ἐν γειτόνων αὐτῷ καθεστώσῃ, οὐκ ἔχων ὅπως ἂν αὐτῆς τεύξοιτο, ἐπειδὴ μηκέτι τὰ κατὰ Ῥενάλδον ἔμαθε, ξυνεβούλευε βασιλεῖ μηδόλως τούτου μεθίεσθαι, ὡς ἢ ἐκ ποδῶν ἐκείνου γεγενημένου Ἀντιοχεῦσιν ἅτε δι' αὐτὸν σεσωσμένοις ὅσα καὶ δούλοις αὐτὸς χρήσαιτο, ἢ καὶ περὶ ἀμφοῖν βασιλείαν παραιτησαμένοις οὐδὲν ἧττον αὐτοῖς 184 ἐπιτάττειν. ταῦτα βουλευσάμενος ἐν Ἀντιοχείᾳ παραγίνεται, εἰς λόγους τε Ἀντιοχεῦσι καταστὰς ὑπεμίμνησκέ τε ἐπίτηδες αὐτούς, ὅπως ἐπὶ τῷ αὐτοῖς ξυνοίσοντι ἐνταῦθα Παλαιστίνης ἀφίκοιτο καὶ ὡς χαρίτων αὐτῷ μεγάλων ὀφειλέται τυγχάνουσιν ὄντες. τῶν δὲ ὁμολογούντων, ἐδεῖτο καὶ πάλιν βασιλέως ὅπως ἂν αὐτῷ συγγένοιτο. ὁ δὲ συνεὶς τῆς τοῦ ἀνθρώπου διανοίας τὸ μὲν πρῶτον ἀπένευσε, μὴ ἂν τῆς δεούσης τυχεῖν αὐτὸν ἰσχυριζόμενος φιλοφροσύνης τε καὶ δεξιώσεως, εἴ γε ἐπὶ μέσων πολεμίων ἔργων διατρίβοντι ὁμιλήσειεν αὐτῷ· ἐγκείμενον δ' ἔτι μᾶλλον ὁρῶν αὐτὸν καὶ περὶ τῶν αὐτῶν ὁσημέραι ἱκετεύοντα ἐπένευέ τε τῇ αἰτήσει καὶ ἥκειν ἐκέλευε. λέγεται οὖν ὅτι ἐξιόντα τῆς πόλεως περιστάντες αὐτὸν οἱ Ἀντιοχεῖς ἐδέοντο, ὅπως ἂν αὐτῷ δυνατὰ ἔσται βασιλέα σφίσι διαλλάξαι. ἐν τούτῳ δὲ τοιάδε τινὰ ἐς τὴν βασιλέως συνέπεσεν αὐλήν. ἦν τις ὑπογραμματέων αὐτῷ Θεόδωρος ὄνομα, ἐπίκλησιν Στυπειώτης. οὗτος ὁ Θεόδωρος τά τε ἄλλα βασιλεῖ οἰκειότατος ἦν, καὶ δὴ καὶ τὴν ἐπὶ τοῦ κανικλείου πεπίστευτο λειτουργίαν, ἀλλὰ σκαιός τις καὶ