1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

92

κασιγνήτην γυναῖκα ἐγγυητὴν ἐποιήσατο, τοῦ παρ' ἡμῖν νομίμου ἥκιστα ξυγχωροῦντος αὐτῷ· εἶτα λόγῳ οὐδενὶ ταύτης ἀπεσχημένος ἐπὶ Παλαιστίνης μετέβη, χρήματα τῶν βασιλέως πλεῖστα συνεπαγόμενος, ἃ Κιλικίας τε αὐτῆς καὶ τῆς Κυπρίων ἐκπεφορολόγηκε γῆς. ἐνταῦθά τε τῇ σεβαστοκράτορος Ἰσαακίου ἐντετυχηκὼς θυγατρί, ἣ Βαλδουίνῳ, καθάπερ εἴρηται, τῷ ῥηγὶ ξυνοικήσασα, ἐπειδήπερ ἐκεῖνος ἀποθάνοι καὶ τὰ τῆς ἀρχῆς ἐπὶ τὸν ἀδελφὸν μεταπέσοι τὸν αὐτοῦ, ἐνταῦθα ἐπὶ Ἄκης καθῆστο πόλεως χηρεύουσα· θαμά τε ἐφοίτα παρ' αὐτὴν ἅτε ξυγγενῆ καὶ ὁμιλίας τινὰς ἰδιαζούσας ἐποιεῖτο τῇ ἀνθρώπῳ. προβαίνων δὲ καὶ ἐκτόπως ἠράσθη ταύτης ἄθεσμόν τινα καὶ ἀνόσιον ἔρωτα, ἕως ἤδη πλησιάσας αὐτῇ ἀνέλαβέ τε ἐκεῖθεν καὶ ἐπὶ τὴν τῶν Σαρακηνῶν σὺν αὐτῇ χώραν ἦλθεν, ἐξ ἧς καὶ παῖδας ἐτέκνω 251 σεν ὕστερον. τότε δὲ πολλήν τινα γῆν ὀθνείαν περιελθών, εἶτα καὶ εἰς τὴν ἑῴαν Ἰβήρων ἐμβάλλει χώραν. οὐ πολλῷ δὲ ὕστερον αὖθις ἐπὶ τοὺς Πέρσας ἦλθε σὺν τῇ γυναικί, ὅθεν συχνὰς ἐπὶ τὴν Ῥωμαίων ποιούμενος ἐμβολὰς πολλούς τε ἀνθρώπων ἀνδραποδιζόμενος ὁ κακοδαίμων ἁρπάγματα τοῦ πολέμου Πέρσαις παρεῖχε, δι' ἃ καὶ ἀναθέματι πρὸς τῆς ἐκκλησίας ὑποβέβληται.

2. Ὑπὸ τοῦτον τὸν χρόνον ζήτησίς τις ἐν Βυζαντίῳ ἀμφὶ τῇ Χριστοῦ συνέπεσε δόξῃ ἀπ' αἰτίας τοιᾶσδε. ἦν τις ∆ημήτριος, Ῥωμαῖος μὲν γένος Λάμπης δὲ κώμης ὡρμημένος Ἀσιανῆς, παι-δεύσεως τῆς ἐγκυκλίου καὶ μαθημάτων τῶν ἐκτὸς ὀλίγον οἶμαι μετεσχηκώς, δόγμασι δὲ ὡς ἐπίπαν τοῖς θείοις ἐνευκαιρῶν καὶ ἀπέραντόν τινα περὶ ταῦτα κατατείνων ἀδολεσχίαν ἀεί. οὗτος πολλάκις περὶ τὴν ἑσπέραν καὶ ἔθνη πρεσβεύσας τὰ Ἰταλικὰ κορύζης μεστὸς ἐκεῖθεν ἐπανῄει καὶ ἐτερατεύετο ἄλλα τε πολλὰ καὶ δὴ καὶ τὴν θεοῦ φύσιν οὐδέποτε ἀνίει πολυπραγμονῶν, πρᾶγμα οὐδενὶ ἄλλῳ ὅτι μὴ διδασκάλοις καὶ τῶν ἱερέων ἐφειμένον τοῖς προὔχουσιν, ἤδη δὲ καὶ βασιλεῦσι διὰ τὸ ἀξίωμα ἴσως. τότε δὲ ἐκ τῆς χώρας ἀναζεύξας Ἀλαμανῶν διαφανῶς ἑτεροφρονεῖν τὰ τῇδε διετείνετο ἔθνη, καί ποτε τῷ βασιλεῖ διομιλούμενος τοιάδε τινὰ συνεῖρε. πυνθανομένου δὲ τοῦ βασιλέως τίνα ταῦτα εἶεν, ὑπολαβὼν ἐκεῖνος αὐτίκα τὸν πάντα διεξῄει λόγον. εἶχε δὲ οὕτως. "ἐλάσσω τὸν αὐτὸν καὶ ἴσον τῷ φύσαντι θεῷ λέγειν τολμῶσι." 252 βασιλέως δὲ "τί δέ; οὐχὶ καὶ θεὸν τὸν αὐτὸν καὶ ἄνθρωπόν φαμεν;" εἰπόντος, ὁ δὲ "ναί," εἶπεν. "οὐκοῦν" βασιλεὺς ἔφη "ἐν τῷ ἄνθρωπος μὲν τὸ ἧττον, ἐν δὲ τῷ θεὸς τὸ ἴσον ὁμολογοῦμεν. ταὐτὸ δὲ τοῦτο καὶ τοῦ σωτῆρος ἀκούομεν λέγοντος. φησὶ γάρ που· ὁ πατήρ μου μείζων μού ἐστι. καὶ εἰ μὴ θατέρᾳ τοῦτο προσαρμοστέον φύσει (ἀτοπώτατον γάρ), ἀνάγκη λοιπὸν τῇ ἑτέρᾳ τὸν λόγον προσάπτειν. τὸ γὰρ μηδεμιᾷ λέγειν ἀνόητον. ἆρα καλῶς τοῖς ἀνθρώποις ὁ λόγος ἔχει, ὅσα γε τέως κράτος εἰδέναι τὸ ἡμέτερον." ὁ δὲ καὶ πάλιν "ἀλλὰ περιφανῶς ἀσεβοῦσιν" ἔλεγε. τότε μὲν οὖν ἐν τούτοις τὸν διάλογον ἔλυον· ὀλίγῳ δ' ὕστερον καὶ βιβλίῳ τὰ δοκοῦντα αὐτῷ ∆ημήτριος ἐνθέμενος τῷ βασιλεῖ ἐκόμισεν. ὁ δὲ "εἴ γε" ἔφη "ὑπὸ γῆν αὐτὸ κατακρύψαι δύνατά ἐστιν, αὐτίκα τοῦτο κατάχωσον, ὡς μὴ ἐντεῦθεν ὀλέθρου πολλοῖς πρόξενος ἔσῃ. ἐμοὶ γὰρ ἀραρότως ἔχειν συμβαίνει τὰ ἐς τὴν θεωρίαν ταυτηνί, καὶ οὐκ ἄν τις ῥᾳδίως οἶμαι αὐτῆς με ἕξει παρακινεῖν." ἀλλ' ἐκεῖνος ἔτι μᾶλλον θρασὺς ἦν ἰδίᾳ τε καὶ ἐν συλλόγοις αὐτὸ προὔφερεν. ἤδη δὲ καὶ τῶν ἀρχιερέων ἐκοινοῦτο πολλοῖς καὶ τοῖς ἐκ τῆς τῶν Λευιτῶν μερίδος, οὓς διακόνους καλοῦμεν. ἐπεί τε συμφωνοῦντας αὐτῷ πολλοὺς εὕρισκεν, ἔτι μᾶλλον ἀναφανδὰ κατὰ τῶν τὸ ἔλαττόν πως πεφρονηκότων ἔπνει καὶ ἐφέρετο· προϊόν τε ἐπὶ μέγα ἤρθη τὸ νεῖκος, καὶ οὐκ ἦν οὐδαμοῦ ὅστις τῷ τότε καὶ ἐλάλει καὶ ἐζήτει, κἂν ὁποιασοῦν ἐτύγχανε μερίδος ὤν. ὡς οὖν 253 ταῦτα βασιλεὺς ἔγνω, τὸ μὲν ἐπὶ κοινῆς τεθεικέναι ζητήσεως ὤκνει καὶ ἀνεδύετο, σὺν εὐλαβείᾳ τῷ πράγματι προσφερόμενος. ὁρῶν δὲ σχεδόν τί μοι ἅπαντας ἐς γνώμην τὴν ∆ημητρίου νεύοντας, ἕνα καθ' ἕνα, ἤδη δὲ καὶ ξύνδυο καὶ κατὰ πλείους παραλαμβάνων ἐδοκίμαζε τὰ