1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

74

ἐντεῦθεν ἔτι μᾶλλον κατ' αὐτοῦ ἀρραβωνιζόμενος ἔλευσιν κἀντεῦθεν ὡς ἐνεστῶσι τοῖς οὐ παροῦσι τέως προσφερόμενος. ὅθεν καὶ μείζοσιν ἄλλαις τὰς προτέρας φθάνων ἐπικατελάμβανε πρεσβείας. χεῖρά τε σύμμαχον ἀνὰ πᾶν ἔτος Ῥωμαίοις δεῆσαν διδόναι ἐπαγγελλόμενος, καὶ τῆς αὐτῶν δὲ γῆς οὔποτε Πέρσην ἑκόντος αὐτοῦ ἐπιβήσεσθαι ὡμολόγει· κἂν ἀφ' ἑτέρας ἀρχῆς ἐνοχλοίη τις Ῥωμαίων τῇ γῇ, τοῦτον δὲ στρατεύειν εὐθὺς κατ' αὐτοῦ καὶ πᾶσι τρόποις τὴν ὁθενδήποτε φυομένην ἀπείργειν ἐπιβουλήν, πᾶν τε ὃ πρὸς βασιλέως ἐπιτάττοιτο ὀκνήσει οὐδεμιᾷ ἐπιτελὲς αὐτίκα ποιεῖν, κἄν τις τῶν βασιλεῖ κατηκόων πόλεων ὑπὸ τὴν Περσικὴν φθάσασα πέπτωκε παλάμην, καὶ ταύτην Ῥωμαίοις ἀνασώζεσθαι συνετίθετο. τούτοις ἀναπεισθεὶς βασιλεὺς ὅρκοις τε δεινοτάτοις αὐτὸν κατειλήφει καὶ τὴν ἔχθραν λύσας ἐπ' οἴκου ἀνεκομίζετο. πυθόμενος δὲ Σκύθας τὸν Ἴστρον διαβῆναι ἐφ' ᾧ Ῥωμαίων καταδραμεῖσθαι,τῆς ἐπὶ Βυζάντιον φερούσης ἀφέμενος ἐπὶ τὸν ἀγχοῦ πόλεως Ἀβύδου ἐχώρει πορθμόν, ἔνθα ἐπιθαλασσίδιόν τι ἐπὶ Θρᾴκης πόλισμα κεῖται, ἀπὸ Καλλίου τοῦ Ἀθηναίων οἶμαι στρατηγοῦ τὴν προσηγορίαν ἐσχηκός. ἐνταῦθα περαιωσάμενος ἐπὶ Σκύθας ἐφέρετο· 202 ἀλλ' οὔπω ἔφθη τὸν Ἴστρον καταλαβεῖν, κἀκεῖνοι τὴν Ῥωμαίων ἀκούσαντες ἔφοδον ταχὺ συσκευασάμενοι ἀνεχώρησαν.

ΒΙΒΛΙΟΝ Ε. 1. Ταῦτα μὲν τῇδε συνηνέχθη γενέσθαι. ὁ δὲ βασιλεὺς ἐπειδὴ μηδὲν

ὁθενδήποτε ἀντιστατοῦν τῇ Ῥωμαίων ὑπεφαίνετο ἀρχῇ, ψυχαγωγίας ἕνεκα ἐπί τι τῶν ἐγγὺς Βυζαντίῳ χωρίων ἐξῆλθε· Λόγγοι ὄνομα τούτῳ. ἐνταῦθα διατριβὴν ποιουμένου, ἡ τέλειος ἡμέρα τοῦ βίου τῇ βασιλίδι ἐπεγένετο Εἰρήνῃ, γυναικὶ ἐπὶ σωφροσύνῃ, ὥσπερ εἴρηταί μοι καὶ πρότερον, καὶ κοσμιότητι καὶ οἴκτῳ τῷ πρὸς τοὺς δεομένους πολλῷ τὰς κατ' ἐκεῖνον ὑπερβαλλούσῃ τὸν χρόνον. αὕτη δευεῖν μὲν ἐγένετο θυγατρίων μήτηρ, ὧν ἡ μὲν πρεσβυτέρα ἐπεβίω τε καὶ τῷ πατρὶ ξυνδιήγαγεν, ἁτέρα δὲ ὀλίγῳ ὕστερον τὸν βίον ξυνεμετρήσατο τέταρτον ἡλικίας ἀνύουσα χρόνον. ἀλλ' ἔτι περιῆν ἡ παῖς τῇ νόσῳ παλαίουσα, καὶ ὁ βασιλεύς, τῶν ἑσπερίων τῷ τότε καλούντων πραγμάτων, τῶν κατὰ τὴν ἑστίαν ἀφέμενος ἐπ' ἐκεῖνα ἐχώρει. φήμη γάρ τις ἐκράτει τῷ τηνικαῦτα ὡς ὁ τῶν Ἀλαμανῶν ῥὴξ Φρεδερίκος τὸ σύμπαν ἔθνος ἀνακινήσας πανστρατὶ ἐπὶ τὴν Ῥωμαίων φέρεται γῆν. διὰ ταῦτά τε οὖν καὶ ὡς ὁ τῶν Οὔννων ῥὴξ Ἰατζᾶς τὸν βίον ἀπολίποι ἐπὶ Σαρδικὴν ἦλθεν. ἔνθα ἐφ' ἱκανὸν διατρίψας περὶ πλείστου τὴν 203 τῆς Οὐννικῆς ἐπικράτησιν ἐποιεῖτο. ἤδη γὰρ τὰ ἀμφὶ τοῖς Ἀλαμανοῖς θρυλληθέντα οὐκέτι ἐκράτουν. ὅθεν δὲ τῆς Οὐννικῆς μεταποιεῖσθαι ὁ βασιλεὺς ἤθελεν, ἤδη λέγωμεν. Ἰατζᾶ δὴ τούτῳ ἤστην μὲν ἀδελφὼ Βλαδίσθλαβός τε καὶ Στέφανος· οὐκ οἶδα δὲ ὅ τι προσκεκρουκότε ὑπερφυῶς ἐμισηθήτην αὐτῷ. ἀμέλει καὶ μετὰ πολὺν τὸν ἄλλοτε ἀλλαχόθεν δρασμὸν τέλος βασιλεῖ προσελθόντε χειρὸς ἐγενέσθην τῆς αὐτοῦ. καὶ ὁ μὲν βασιλέως ἔγημεν ἀδελφιδῆν ὁ Στέφανος, Μαρίαν τὴν Ἰσαακίου τοῦ σεβαστοκράτορος παῖδα περικαλλῆ καθάπερ εἴρηται οὖσαν, ἅτερος δὲ ἄζυξ διετέλει. τότε τοίνυν ἐπειδὴ τοῦ Ἰατζᾶ τετελευτηκότος θάτερον τῶν ἀδελφῶν ἐπὶ τὴν ἀρχὴν ὁ τοῦ δικαίου ἐκάλει θεσμὸς (νόμος γὰρ οὗτος παρὰ τοῖς Οὔννοις ἐστὶν ἐπὶ τοὺς περιόντας ἀεὶ τῶν ἀδελφῶν τὸ στέφος διαβαίνειν), κατάγειν τούτους εἰς γῆν τὴν πατρῴαν βασιλεὺς σπουδῆς εἶχεν. Ἰατζᾶς γὰρ τὸν πάτριον παριδὼν νόμον ἐπὶ τὸν υἱὸν τὴν ἀρχὴν διεβίβασεν. Οὖννοι τοίνυν τὸ μέν τι τοῦτον αἰδεσάμενοι τὸν νόμον, τὸ δὲ καὶ τὴν βασιλέως εὐλαβηθέντες ἔφοδον, Στέφανον τὸν Ἰατζᾶ τῆς ἀρχῆς παραλύσαντες θατέρῳ τῶν ἀδελφῶν τῷ Βλαδισθλάβῳ ταύτην ἀπέδοσαν. τῷ γε μὴν Στεφάνῳ, φημὶ τῷ πρεσβυτέρῳ, τὴν Οὐροὺμ ἀπεκλήρωσαν τύχην. βούλεται δὲ τοῦτο παρὰ Οὔννοις τὸν τὴν ἀρχὴν διαδεξόμενον ἑρμηνεύειν τὸ ὄνομα.